clasicos de bolsillo : plutarco - vidas paralelas 21

70
ῖοι παρῃτήσαντο τοὺς Μεγαρεῖς πολλῇ δε- ήσει, καὶ τὴν φρουρὰν ὁ Δημήτριος ἐκβα- λὼν ἠλευθέρωσε τὴν πόλιν. ἔτι δὲ τοῦτο πράττων τοῦ φιλοσόφου Στίλπωνος ἐμνή- σθη, δόξαν ἔχοντος ἀνδρὸς ᾑρημένου πως ἐν ἡσυχίᾳ καταβιῶναι. μεταπεμψάμενος οὖν αὐτὸν ἠρώτα, μή τις εἴληφέ τι τῶν ἐκείνου. καὶ ὁ Στίλπων "οὐδείς" εἶπεν· "οὐδένα γὰρ εἶδον ἐπιστάμαν ἀποφέροντα." τῶν δὲ θεραπόντων σχεδὸν ἁπάντων δια- κλαπέντων, ἐπεὶ πάλιν αὐτὸν ὁ Δημήτριος ἐφιλοφρονεῖτο καὶ τέλος ἀπαλλαττόμενος εἶπεν· "ἐλευθέραν ὑμῶν ὦ Στίλπων ἀπολεί- πω τὴν πόλιν", "ὀρθῶς" ἔφη "λέγεις· οὐδένα γὰρ ἁμῶν δοῦλον ἀπολέλοιπας." [10] Ἐπεὶ δὲ πάλιν ἐπανελθὼν πρὸς τὴν Μουνυχίαν καὶ στρατοπεδεύσας ἐξέκοψε τὴν φρουρὰν καὶ κατέσκαψε τὸ φρούριον, οὕτως ἤδη τῶν Ἀθηναίων δεχομένων καὶ καλούντων παρελθὼν εἰς τὸ ἄστυ καὶ συνα- γαγὼν τὸν δῆμον ἀπέδωκε τὴν πάτριον πο- 20 ΠΛΟΥΤΑΡΧΟΥ ΠΑΡΑΛΛΗΛΑ Η ΒΙΟΙ ΠΑΡΑΛΛΗΛΟΙ ΔΗΜΗΤΡΙΟΣ KAI ΑΝΤΩΝΙΟΣ 1 καὶ γυμναζόμενον ἐν ὅπλοις ἐθεᾶτο, καὶ νύ- κτωρ προσισταμένῳ θύραις καὶ θυρίσι δη- μοτῶν καὶ σκώπτοντι τοὺς ἔνδον συνεπλα- νᾶτο καὶ συνήλυε, θεραπαινιδίου στολὴν λαμβάνουσα. καὶ γὰρ ἐκεῖνος οὕτως ἐπει- ρᾶτο σκευάζειν ἑαυτόν. ὅθεν ἀεὶ σκωμ- μάτων, πολλάκις δὲ καὶ πληγῶν ἀπολαύ- σας ἐπανήρχετο· τοῖς δὲ πλείστοις ἦν δι' ὑπονοίας. οὐ μὴν ἀλλὰ προσέχαιρον αὐτοῦ τῇ βωμολοχίᾳ καὶ συνέπαιζον οὐκ ἀρρύθ- μως οὐδ' ἀμούσως οἱ Ἀλεξανδρεῖς, ἀγα- πῶντες καὶ λέγοντες ὡς τῷ τραγικῷ πρὸς τοὺς Ῥωμαίους χρῆται προσώπῳ, τῷ δὲ κωμικῷ πρὸς αὐτούς. τὰ μὲν οὖν πολλὰ τῶν τόθ' ὑπ' αὐτοῦ παιζομένων διηγεῖσθαι πολὺς ἂν εἴη φλύαρος· ἐπεὶ δ' ἁλιεύων ποτὲ καὶ δυσαγρῶν ἤχθετο παρούσης τῆς Κλεοπάτρας, ἐκέλευσε τοὺς ἁλιεῖς ὑπονη- ξαμένους κρύφα τῷ ἀγκίστρῳ περικα- θάπτειν ἰχθῦς τῶν προεαλωκότων, καὶ δὶς ἢ τρὶς ἀνασπάσας οὐκ ἔλαθε τὴν Αἰγυπτί- 160 [19] Καῖσαρ δὲ Κικέρωνι μὲν οὐκέτι προ- σεῖχε, τῆς ἐλευθερίας ὁρῶν περιεχόμενον, Ἀντώνιον δὲ προὐκαλεῖτο διὰ τῶν φίλων εἰς διαλύσεις. καὶ συνελθόντες οἱ τρεῖς εἰς νησῖδα ποταμῷ περιρρεομένην, ἐπὶ τρεῖς ἡμέρας συνήδρευσαν. καὶ τἆλλα μὲν ἐπιει- κῶς ὡμολογεῖτο, καὶ διενείμαντο τὴν σύ- μπασαν ἀρχὴν ὥσπερ οὐσίαν πατρῴαν ἐν ἀλλήλοις, ἡ δὲ περὶ τῶν ἀπολουμένων ἀν- δρῶν ἀμφισβήτησις αὐτοῖς πλεῖστα πράγ- ματα παρέσχε, τοὺς μὲν ἐχθροὺς ἀνελεῖν ἑκάστου, σῶσαι δὲ τοὺς προσήκοντας ἀξιο- ῦντος. τέλος δὲ τῇ πρὸς τοὺς μισουμένους ὀργῇ καὶ συγγενῶν τιμὴν καὶ φίλων εὔνοιαν προέμενοι, Κικέρωνος μὲν Ἀντω- νίῳ Καῖσαρ ἐξέστη, τούτῳ δ' Ἀντώνιος Λευκίου Καίσαρος, ὃς ἦν θεῖος αὐτῷ πρὸς μητρός· ἐδόθη δὲ καὶ Λεπίδῳ Παῦλον ἀνε- λεῖν τὸν ἀδελφόν· οἱ δέ φασιν ἐκστῆναι τοῦ Παύλου τὸν Λέπιδον ἐκείνοις, ἀποθανεῖν αὐτὸν αἰτησαμένοις. οὐδὲν ὠμότερον οὐδ' 141

Upload: sito-yelas

Post on 16-Jan-2017

161 views

Category:

Education


0 download

TRANSCRIPT

ῖοι παρῃτήσαντο τοὺς Μεγαρεῖς πολλῇ δε-ήσει, καὶ τὴν φρουρὰν ὁ Δημήτριος ἐκβα-λὼν ἠλευθέρωσε τὴν πόλιν. ἔτι δὲ τοῦτοπράττων τοῦ φιλοσόφου Στίλπωνος ἐμνή-σθη, δόξαν ἔχοντος ἀνδρὸς ᾑρημένου πωςἐν ἡσυχίᾳ καταβιῶναι. μεταπεμψάμενοςοὖν αὐτὸν ἠρώτα, μή τις εἴληφέ τι τῶνἐκείνου. καὶ ὁ Στίλπων "οὐδείς" εἶπεν·"οὐδένα γὰρ εἶδον ἐπιστάμαν ἀποφέροντα."τῶν δὲ θεραπόντων σχεδὸν ἁπάντων δια-κλαπέντων, ἐπεὶ πάλιν αὐτὸν ὁ Δημήτριοςἐφιλοφρονεῖτο καὶ τέλος ἀπαλλαττόμενοςεἶπεν· "ἐλευθέραν ὑμῶν ὦ Στίλπων ἀπολεί-πω τὴν πόλιν", "ὀρθῶς" ἔφη "λέγεις·οὐδένα γὰρ ἁμῶν δοῦλον ἀπολέλοιπας."[10] Ἐπεὶ δὲ πάλιν ἐπανελθὼν πρὸς τὴνΜουνυχίαν καὶ στρατοπεδεύσας ἐξέκοψετὴν φρουρὰν καὶ κατέσκαψε τὸ φρούριον,οὕτως ἤδη τῶν Ἀθηναίων δεχομένων καὶκαλούντων παρελθὼν εἰς τὸ ἄστυ καὶ συνα-γαγὼν τὸν δῆμον ἀπέδωκε τὴν πάτριον πο-

20

ΠΛΟΥΤΑΡΧΟΥ

ΠΑΡΑΛΛΗΛΑ

Η

ΒΙΟΙ ΠΑΡΑΛΛΗΛΟΙ

ΔΗΜΗΤΡΙΟΣKAI

ΑΝΤΩΝΙΟΣ

1

καὶ γυμναζόμενον ἐν ὅπλοις ἐθεᾶτο, καὶ νύ-κτωρ προσισταμένῳ θύραις καὶ θυρίσι δη-μοτῶν καὶ σκώπτοντι τοὺς ἔνδον συνεπλα-νᾶτο καὶ συνήλυε, θεραπαινιδίου στολὴνλαμβάνουσα. καὶ γὰρ ἐκεῖνος οὕτως ἐπει-ρᾶτο σκευάζειν ἑαυτόν. ὅθεν ἀεὶ σκωμ-μάτων, πολλάκις δὲ καὶ πληγῶν ἀπολαύ-σας ἐπανήρχετο· τοῖς δὲ πλείστοις ἦν δι'ὑπονοίας. οὐ μὴν ἀλλὰ προσέχαιρον αὐτοῦτῇ βωμολοχίᾳ καὶ συνέπαιζον οὐκ ἀρρύθ-μως οὐδ' ἀμούσως οἱ Ἀλεξανδρεῖς, ἀγα-πῶντες καὶ λέγοντες ὡς τῷ τραγικῷ πρὸςτοὺς Ῥωμαίους χρῆται προσώπῳ, τῷ δὲκωμικῷ πρὸς αὐτούς. τὰ μὲν οὖν πολλὰτῶν τόθ' ὑπ' αὐτοῦ παιζομένων διηγεῖσθαιπολὺς ἂν εἴη φλύαρος· ἐπεὶ δ' ἁλιεύωνποτὲ καὶ δυσαγρῶν ἤχθετο παρούσης τῆςΚλεοπάτρας, ἐκέλευσε τοὺς ἁλιεῖς ὑπονη-ξαμένους κρύφα τῷ ἀγκίστρῳ περικα-θάπτειν ἰχθῦς τῶν προεαλωκότων, καὶ δὶςἢ τρὶς ἀνασπάσας οὐκ ἔλαθε τὴν Αἰγυπτί-

160

[19] Καῖσαρ δὲ Κικέρωνι μὲν οὐκέτι προ-σεῖχε, τῆς ἐλευθερίας ὁρῶν περιεχόμενον,Ἀντώνιον δὲ προὐκαλεῖτο διὰ τῶν φίλωνεἰς διαλύσεις. καὶ συνελθόντες οἱ τρεῖς εἰςνησῖδα ποταμῷ περιρρεομένην, ἐπὶ τρεῖςἡμέρας συνήδρευσαν. καὶ τἆλλα μὲν ἐπιει-κῶς ὡμολογεῖτο, καὶ διενείμαντο τὴν σύ-μπασαν ἀρχὴν ὥσπερ οὐσίαν πατρῴαν ἐνἀλλήλοις, ἡ δὲ περὶ τῶν ἀπολουμένων ἀν-δρῶν ἀμφισβήτησις αὐτοῖς πλεῖστα πράγ-ματα παρέσχε, τοὺς μὲν ἐχθροὺς ἀνελεῖνἑκάστου, σῶσαι δὲ τοὺς προσήκοντας ἀξιο-ῦντος. τέλος δὲ τῇ πρὸς τοὺς μισουμένουςὀργῇ καὶ συγγενῶν τιμὴν καὶ φίλωνεὔνοιαν προέμενοι, Κικέρωνος μὲν Ἀντω-νίῳ Καῖσαρ ἐξέστη, τούτῳ δ' ἈντώνιοςΛευκίου Καίσαρος, ὃς ἦν θεῖος αὐτῷ πρὸςμητρός· ἐδόθη δὲ καὶ Λεπίδῳ Παῦλον ἀνε-λεῖν τὸν ἀδελφόν· οἱ δέ φασιν ἐκστῆναι τοῦΠαύλου τὸν Λέπιδον ἐκείνοις, ἀποθανεῖναὐτὸν αἰτησαμένοις. οὐδὲν ὠμότερον οὐδ'

141

2

τάφρον περιβαλών, διὰ μέσου Μεγάροιςἐπέπλευσεν ὑπὸ Κασσάνδρου φρουρου-μένοις.Πυθόμενος δὲ τὴν Ἀλεξάνδρου τοῦ Πολυ-πέρχοντος γενομένην γυναῖκα Κρατησίπο-λιν ἐν Πάτραις διατρίβουσαν οὐκ ἂν ἀηδῶςγενέσθαι μετ' αὐτοῦ, περιβόητον οὖσαν ἐπὶκάλλει, καταλιπὼν τὴν δύναμιν ἐν τῇ Με-γαρικῇ προῆλθεν εὐζώνους τινὰς ἔχων σὺναὑτῷ, καὶ τούτους πάλιν ἀποστρέψας ἀπε-σκήνωσε χωρὶς ὑπὲρ τοῦ λαθεῖν τὴν γυνα-ῖκα συνελθοῦσαν αὐτῷ. τοῦτό τινεςαἰσθόμενοι τῶν πολεμίων ἐξαίφνης κα-τέδραμον ἐπ' αὐτόν. ὁ δὲ φοβηθεὶς καὶ λα-βὼν χλαμύδιον εὐτελὲς δρόμῳ φεύγωνἐξέφυγεν, ὀλίγου δεήσας αἰσχίστην ἅλωσινἐξ ἀκρασίας ἁλῶναι. τὴν δὲ σκηνὴν μετὰτῶν χρημάτων ᾤχοντο λαβόντες οἱ πο-λέμιοι.Τῶν δὲ Μεγάρων ἁλόντων καὶ τῶν στρα-τιωτῶν ἐφ' ἁρπαγὴν τραπομένων, Ἀθηνα-

19

ἀγριώτερον τῆς διαμείψεως ταύτης δοκῶγενέσθαι· φόνων γὰρ ἀντικαταλλασσόμενοιφόνους, ὁμοίως μὲν οἷς ἐλάμβανον ἀνῄρουνοὓς ἐδίδοσαν, ἀδικώτεροι δὲ περὶ τοὺς φί-λους ἦσαν οὓς ἀπεκτίννυσαν μηδὲ μισο-ῦντες.[20] Ἐπὶ δ' οὖν ταῖς διαλλαγαῖς ταύταις οἱστρατιῶται περιστάντες ἠξίουν καὶ γάμῳτινὶ τὴν φιλίαν συνάψαι Καίσαρα, λαβόντατὴν Φουλβίας τῆς Ἀντωνίου γυναικὸς θυ-γατέρα Κλωδίαν. ὁμολογηθέντος δὲ καὶτούτου, τριακόσιοι μὲν ἐκ προγραφῆς ἐθα-νατώθησαν ὑπ' αὐτῶν. Κικέρωνος δὲ σφα-γέντος ἐκέλευσεν Ἀντώνιος τήν τε κεφα-λὴν ἀποκοπῆναι καὶ τὴν χεῖρα τὴν δεξιάν,ᾗ τοὺς κατ' αὐτοῦ λόγους ἔγραψε. καὶ κο-μισθέντων ἐθεᾶτο γεγηθὼς καὶ ἀνακαγ-χάζων ὑπὸ χαρᾶς πολλάκις· εἶτ' ἐμπλησθε-ὶς ἐκέλευσεν ὑπὲρ τοῦ βήματος ἐν ἀγορᾷτεθῆναι, καθάπερ εἰς τὸν νεκρὸν ὑβρίζων,οὐχ αὑτὸν ἐνυβρίζοντα τῇ τύχῃ καὶ καται-

142

παιδὶ τηλικούτῳ δωρεῖσθαι τοσαῦτα, μετὰμικρὸν ῥαψάμενόν τινα τῶν παίδων ἐν ἀγ-γείῳ τὰ ἐκπώματα προσφέρειν καὶ σημή-νασθαι κελεύειν. ἀφοσιουμένου δ' αὐτοῦκαὶ δεδοικότος λαβεῖν, "τί ὦ πόνηρε" φάναιτὸν ἄνθρωπον "ὀκνεῖς; οὐκ οἶδας ὡς ὁ διδο-ὺς Ἀντωνίου παῖς ἐστιν, ᾧ τοσαῦτα πάρε-στι χρυσᾶ χαρίσασθαι; ἐμοὶ μέντοι πει-θόμενος πάντα διάμειψαι πρὸς ἀργύριονἡμῖν· ἴσως γὰρ ἂν καὶ ποθήσειεν ὁ πατὴρἔνια, τῶν παλαιῶν ὄντα καὶ σπουδαζο-μένων κατὰ τὴν τέχνην ἔργων." ταῦτα μὲνοὖν ἡμῖν ἔλεγεν ὁ πάππος ἑκάστοτε διηγε-ῖσθαι τὸν Φιλώταν.[29] Ἡ δὲ Κλεοπάτρα τὴν κολακείαν οὐχὥσπερ ὁ Πλάτων φησὶ τετραχῇ, πολλαχῇδὲ διελοῦσα, καὶ σπουδῆς ἁπτομένῳ καὶπαιδιᾶς ἀεί τινα καινὴν ἡδονὴν ἐπιφέρουσακαὶ χάριν, [ᾗ] διεπαιδαγώγει τὸν Ἀντώνιονοὔτε νυκτὸς οὔθ' ἡμέρας ἀνιεῖσα. καὶ γὰρσυνεκύβευε καὶ συνέπινε καὶ συνεθήρευε

159

[9] Ἀναρρηθέντων δὲ τούτων οἱ μὲν πολλοὶπαραχρῆμα τὰς ἀσπίδας θέμενοι πρὸ τῶνποδῶν ἀνεκρότησαν, καὶ βοῶντες ἐκέλευονἀποβαίνειν τὸν Δημήτριον, εὐεργέτην καὶσωτῆρα προσαγορεύοντες· οἱ δὲ περὶ τὸνΦαληρέα πάντως μὲν ᾤοντο δεῖν δέχεσθαιτὸν κρατοῦντα, κἂν μηδὲν ὧν ἐπαγγέλλε-ται μέλλῃ βεβαιοῦν, ὅμως δὲ πρέσβεις δεο-μένους ἀπέστειλαν, οἷς ὁ Δημήτριος ἐντυ-χὼν φιλανθρώπως συνέπεμψε παρ' ἑαυτοῦτῶν πατρῴων φίλων τὸν Μιλήσιον Ἀρι-στόδημον. τοῦ δὲ Φαληρέως διὰ τὴν μετα-βολὴν τῆς πολιτείας μᾶλλον τοὺς πολίταςἢ τοὺς πολεμίους δεδοικότος οὐκ ἠμέλησενὁ Δημήτριος, ἀλλὰ καὶ τὴν δόξαν αἰδεσθεὶςκαὶ τὴν ἀρετὴν τοῦ ἀνδρός, εἰς Θήβαςαὐτὸν ὥσπερ ἐβούλετο μετ' ἀσφαλείας συ-νεξέπεμψεν. αὐτὸς δὲ τὴν μὲν πόλιν οὐκ ἂνἔφη καίπερ ἐπιθυμῶν ἰδεῖν πρότερον ἢ πα-ντάπασιν ἐλευθερῶσαι, τῆς φρουρᾶς ἀπαλ-λάξας, τῇ δὲ Μουνυχίᾳ χαράκωμα καὶ

18

ΔΗΜΗΤΡΙΟΣ

[1] Οἱ πρῶτοι τὰς τέχνας ἐοικέναι ταῖςαἰσθήσεσιν ὑπολαβόντες οὐχ ἥκιστά μοιδοκοῦσι τὴν περὶ τὰς κρίσεις αὐτῶν κατα-νοῆσαι δύναμιν, ᾗ τῶν ἐναντίων ὁμοίωςἑκατέρῳ γένει πεφύκαμεν ἀντιλαμβάνε-σθαι. τοῦτο γὰρ αὐταῖς κοινόν ἐστι· τῇ δὲπρὸς τὰ τέλη τῶν κρινομένων ἀναφορᾷδιαλλάττουσιν. ἡ μὲν γὰρ αἴσθησις οὐδέν τιμᾶλλον ἐπὶ λευκῶν ἢ μελάνων διαγνώσειγέγονεν, οὐδὲ γλυκέων ἢ πικρῶν, οὐδὲ μα-λακῶν καὶ εἰκόντων ἢ σκληρῶν καὶ ἀντιτύ-πων, ἀλλ' ἔργον αὐτῆς, ἑκάστοις ἐντυγ-χάνουσαν ὑπὸ πάντων τε κινεῖσθαι καὶ κι-νουμένην πρὸς τὸ φρονοῦν ἀναφέρειν ὡςπέπονθεν. αἱ δὲ τέχναι μετὰ λόγου συνε-

3

λόγου τινὸς ἐμπεσόντος. ὅθεν οὐχ ἕν, ἀλλὰπολλά, φάναι, δεῖπνα συντέτακται· δυσ-στόχαστος γὰρ ὁ καιρός. ταῦτ' οὖν ὁ Φι-λώτας ἔλεγε, καὶ χρόνου προϊόντος ἐν τοῖςθεραπεύουσι γενέσθαι τὸν πρεσβύτατοντῶν Ἀντωνίου παίδων ὃν ἐκ Φουλβίαςεἶχε, καὶ συνδειπνεῖν παρ' αὐτῷ μετὰ τῶνἄλλων ἑταίρων ἐπιεικῶς, ὁπότε μὴ δει-πνοίη μετὰ τοῦ πατρός. ἰατρὸν οὖν ποτεθρασυνόμενον καὶ πράγματα πολλὰ πα-ρέχοντα δειπνοῦσιν αὐτοῖς ἐπιστομίσαιτοιούτῳ σοφίσματι· "τῷ πως πυρέττοντιδοτέον ψυχρόν· πᾶς δ' ὁ πυρέττων πως πυ-ρέττει· παντὶ ἄρα πυρέττοντι δοτέον ψυ-χρόν." πληγέντος δὲ τοῦ ἀνθρώπου καὶσιωπήσαντος, ἡσθέντα τὸν παῖδα γελάσαικαὶ εἰπεῖν "ταῦτ' ὦ Φιλώτα χαρίζομαιπάντα σοι", δείξαντα πολλῶν τινων καὶ με-γάλων ἐκπωμάτων μεστὴν τράπεζαν.αὐτοῦ δὲ τὴν προθυμίαν ἀποδεξαμένου,πόρρω δ' ὄντος τοῦ νομίζειν ἐξουσίαν εἶναι

158

σχύνοντα τὴν ἐξουσίαν ἐπιδεικνύμενος. ὁδὲ θεῖος αὐτοῦ Καῖσαρ ζητούμενος καὶδιωκόμενος κατέφυγε πρὸς τὴν ἀδελφήν. ἡδέ, τῶν σφαγέων ἐπιστάντων καὶ βιαζο-μένων εἰς τὸ δωμάτιον αὐτῆς, ἐν ταῖς θύ-ραις στᾶσα καὶ διασχοῦσα τὰς χεῖρας ἐβόαπολλάκις· "οὐκ ἀποκτενεῖτε Καίσαρα Λεύ-κιον, ἐὰν μὴ πρότερον ἐμὲ ἀποκτείνητε τὴντὸν αὐτοκράτορα τεκοῦσαν." ἐκείνη μὲνοὖν τοιαύτη γενομένη διέκλεψε καὶ διέσω-σε τὸν ἀδελφόν.[21] Ἦν δὲ καὶ τὰ πολλὰ Ῥωμαίοις ἐπα-χθὴς ἡ τῶν τριῶν ἀρχή, καὶ τὸ πλεῖστον ὁἈντώνιος τῆς αἰτίας εἶχε, πρεσβύτερος μὲνὢν Καίσαρος, Λεπίδου δὲ δυνατώτερος, εἰςδὲ τὸν βίον ἐκεῖνον αὖθις τὸν ἡδυπαθῆ καὶἀκόλαστον, ὡς πρῶτον ἀνεχαίτισε τῶνπραγμάτων, ἐκκεχυμένος. προσῆν δὲ τῇκοινῇ κακοδοξίᾳ τὸ διὰ τὴν οἰκίαν οὐ μι-κρὸν μῖσος ἣν ᾤκει, Πομπηίου τοῦ Με-γάλου γενομένην, ἀνδρὸς οὐχ ἧττον ἐπὶ

143

στῶσαι πρὸς αἵρεσιν καὶ λῆψιν οἰκείου τι-νός, φυγὴν δὲ καὶ διάκρουσιν ἀλλοτρίου, τὰμὲν ἀφ' αὑτῶν καὶ προηγουμένως, τὰ δ'ὑπὲρ τοῦ φυλάξασθαι κατὰ συμβεβηκὸςἐπιθεωροῦσι· καὶ γὰρ ἰατρικῇ τὸ νοσερὸνκαὶ ἁρμονικῇ τὸ ἐκμελές, ὅπως ἔχει, σκο-πεῖν συμβέβηκε πρὸς τὴν τῶν ἐναντίωνἀπεργασίαν· αἵ τε πασῶν τελεώταται τε-χνῶν, σωφροσύνη καὶ δικαιοσύνη καὶφρόνησις, οὐ καλῶν μόνον καὶ δικαίων καὶὠφελίμων, ἀλλὰ καὶ βλαβερῶν καὶαἰσχρῶν καὶ ἀδίκων κρίσεις οὖσαι, τὴνἀπειρίᾳ τῶν κακῶν καλλωπιζομένην ἀκα-κίαν οὐκ ἐπαινοῦσιν, ἀλλ' ἀβελτερίαν ἡγο-ῦνται καὶ ἄγνοιαν ὧν μάλιστα γινώσκεινπροσήκει τοὺς ὀρθῶς βιωσομένους. οἱ μὲνοὖν παλαιοὶ Σπαρτιᾶται τοὺς εἵλωτας ἐνταῖς ἑορταῖς πολὺν ἀναγκάζοντες πίνεινἄκρατον εἰσῆγον εἰς τὰ συμπόσια, τοῖςνέοις οἷόν ἐστι τὸ μεθύειν ἐπιδεικνύντες·ἡμεῖς δὲ τὴν μὲν ἐκ διαστροφῆς ἑτέρων

4

ἄστυ Δημητρίου τοῦ Φαληρέως Κασσάν-δρῳ διοικοῦντος, ἐν δὲ τῇ Μουνυχίᾳ φρου-ρᾶς καθεστώσης. εὐτυχίᾳ δ' ἅμα καὶ προ-νοίᾳ χρησάμενος ἐπεφαίνετο τῷ Πειραιεῖπέμπτῃ φθίνοντος Θαργηλιῶνος, προαι-σθομένου μὲν οὐδενός, ἐπεὶ δ' ὤφθη πλησί-ον ὁ στόλος, ἁπάντων ὡς Πτολεμαϊκὰς τὰςναῦς ὑποδέχεσθαι παρασκευαζομένων. ὀψὲ<δὲ> συμφρονήσαντες ἐβοήθουν οἱ στρατη-γοί, καὶ θόρυβος ἦν οἷον εἰκὸς ἐν ἀπροσδο-κήτῳ πολεμίους ἀποβαίνοντας ἀναγκαζο-μένων ἀμύνεσθαι. τοῖς γὰρ στόμασι τῶν λι-μένων ἀκλείστοις ἐπιτυχὼν ὁ Δημήτριοςκαὶ διεξελάσας, ἐντὸς ἦν ἤδη καταφανὴςπᾶσι, καὶ διεσήμηνεν ἀπὸ τῆς νεὼς αἴτησινἡσυχίας καὶ σιωπῆς. γενομένου δὲ τούτουκήρυκα παραστησάμενος ἀνεῖπεν, ὅτι πέμ-ψειεν αὐτὸν ὁ πατὴρ ἀγαθῇ τύχῃ, <τοὺς>Ἀθηναίους ἐλευθερώσοντα καὶ τὴν φρου-ρὰν ἐκβαλοῦντα καὶ τοὺς νόμους αὐτοῖςκαὶ τὴν πάτριον ἀποδώσοντα πολιτείαν.

17

σωφροσύνῃ καὶ τῷ τεταγμένως καὶ δημο-τικῶς διαιτᾶσθαι θαυμασθέντος ἢ διὰ τοὺςτρεῖς θριάμβους. ἤχθοντο γὰρ ὁρῶντεςαὐτὴν τὰ πολλὰ κεκλεισμένην μὲν ἡγεμόσικαὶ στρατηγοῖς καὶ πρέσβεσιν, ὠθουμένοιςπρὸς ὕβριν ἀπὸ τῶν θυρῶν, μεστὴν δὲ μί-μων καὶ θαυματοποιῶν καὶ κολάκων κραι-παλώντων, εἰς οὓς τὰ πλεῖστα κατανηλί-σκετο τῶν χρημάτων, τῷ βιαιοτάτῳ καὶχαλεπωτάτῳ τρόπῳ ποριζομένων. οὐ γὰρμόνον ἐπώλουν οὐσίας τῶν φονευομένων,ἐπισυκοφαντοῦντες οἰκείους καὶ γυναῖκαςαὐτῶν, οὐδὲ τελῶν πᾶν ἐκίνησαν γένος,ἀλλὰ καὶ παρὰ ταῖς Ἑστιάσι πυθόμενοιπαρθένοις παρακαταθήκας τινὰς κεῖσθαικαὶ ξένων καὶ πολιτῶν, ἔλαβον ἐπελθόντες.ὡς δ' οὐδὲν ἦν ἱκανὸν Ἀντωνίῳ, Καῖσαρἠξίωσε νείμασθαι τὰ χρήματα πρὸς αὐτόν.ἐνείμαντο δὲ καὶ τὸν στρατόν, ἐπὶ Βροῦτονκαὶ Κάσσιον εἰς Μακεδονίαν στρατεύοντεςἀμφότεροι, Λεπίδῳ δὲ τὴν Ῥώμην ἐπέτρε-

144

μα, τὸν χρόνον. ἦν γάρ τις αὐτοῖς σύνοδοςἈμιμητοβίων λεγομένη, καὶ καθ' ἡμέρανεἱστίων ἀλλήλους, ἄπιστόν τινα ποιούμενοιτῶν ἀναλισκομένων ἀμετρίαν. διηγεῖτογοῦν ἡμῶν τῷ πάππῳ Λαμπρίᾳ Φιλώτας ὁἈμφισσεὺς ἰατρός, εἶναι μὲν ἐν Ἀλεξαν-δρείᾳ τότε μανθάνων τὴν τέχνην, γενόμε-νος δέ τινι τῶν βασιλικῶν ὀψοποιῶν συνή-θης, ἀναπεισθῆναι νέος ὢν ὑπ' αὐτοῦ τὴνπολυτέλειαν καὶ τὴν παρασκευὴν τοῦ δεί-πνου θεάσασθαι. παρεισαχθεὶς οὖν εἰς το-ὐπτανεῖον, ὡς τά τ' ἄλλα πάμπολλα ἑώρακαὶ σῦς ἀγρίους ὀπτωμένους ὀκτώ, θαυ-μάσαι τὸ πλῆθος τῶν δειπνούντων. τὸν δ'ὀψοποιὸν γελάσαι καὶ εἰπεῖν, ὅτι πολλοὶμὲν οὐκ εἰσὶν οἱ δειπνοῦντες, ἀλλὰ περὶδώδεκα· δεῖ δ' ἀκμὴν ἔχειν τῶν παρατιθε-μένων ἕκαστον, ἣν ἀκαρὲς ὥρας μαραίνει.καὶ γὰρ αὐτίκα γένοιτ' ἂν Ἀντώνιον δεί-πνου δεηθῆναι καὶ μετὰ μικρόν, ἂν δ' οὕτωτύχῃ παραγαγεῖν αἰτήσαντα ποτήριον ἢ

157

[8] Ἐνδόξου δὲ τῆς φιλοτιμίας ταύτης γε-νομένης, ὁρμὴ παρέστη θαυμάσιος αὐτοῖςἐλευθεροῦν τὴν Ἑλλάδα, πᾶσαν ὑπὸ Κασ-σάνδρου καὶ Πτολεμαίου καταδεδουλω-μένην. τούτου πόλεμον οὐδεὶς ἐπολέμησετῶν βασιλέων καλλίω καὶ δικαιότερον· ἃςγὰρ ἅμα τοὺς βαρβάρους ταπεινοῦντεςεὐπορίας συνήγαγον, εἰς τοὺς Ἕλληναςὑπὲρ εὐδοξίας καὶ τιμῆς ἀνήλισκον. ὡς δὲπρῶτον ἐδόκει πλεῖν ἐπὶ τὰς Ἀθήνας, τῶνφίλων εἰπόντος τινὸς πρὸς τὸν Ἀντίγονον,ὅτι δεῖ ταύτην τὴν πόλιν ἂν ἕλωσι κατέχεινδι' αὑτῶν, ἐπιβάθραν τῆς Ἑλλάδος οὖσαν,οὐ προσέσχεν ὁ Ἀντίγονος, ἀλλ' ἐπιβάθρανμὲν ἔφη καλὴν καὶ ἀσάλευτον εἶναι τὴνεὔνοιαν, τὰς δ' Ἀθήνας, ὥσπερ σκοπὴν τῆςοἰκουμένης, ταχὺ τῇ δόξῃ διαπυρσεύσεινεἰς ἅπαντας ἀνθρώπους τὰς πράξεις. ἔπλειδὲ Δημήτριος ἔχων ἀργυρίου πεντακισχί-λια τάλαντα καὶ στόλον νεῶν πεντήκοντακαὶ διακοσίων ἐπὶ τὰς Ἀθήνας, τὸ μὲν

16

ἐπανόρθωσιν οὐ πάνυ φιλάνθρωπον οὐδὲπολιτικὴν ἡγούμεθα, τῶν δὲ κεχρημένωνἀσκεπτότερον αὑτοῖς καὶ γεγονότων ἐνἐξουσίαις καὶ πράγμασι μεγάλοις ἐπιφα-νῶν εἰς κακίαν οὐ χεῖρον ἴσως ἐστὶ συζυγί-αν μίαν ἢ δύο παρεμβαλεῖν εἰς τὰ παρα-δείγματα τῶν βίων, οὐκ ἐφ' ἡδονῇ μὰ Δίακαὶ διαγωγῇ τῶν ἐντυγχανόντων ποικίλλο-ντας τὴν γραφήν, ἀλλ' ὥσπερ Ἰσμηνίας ὁΘηβαῖος ἐπιδεικνύμενος τοῖς μαθηταῖς καὶτοὺς εὖ καὶ τοὺς κακῶς αὐλοῦντας εἰώθειλέγειν "οὕτως αὐλεῖν δεῖ" καὶ πάλιν "οὕτωςαὐλεῖν οὐ δεῖ", ὁ δ' Ἀντιγενείδας καὶ ἥδιονᾤετο τῶν ἀγαθῶν ἀκροᾶσθαι τοὺς νέουςαὐλητῶν, <ἤν τ>ινα καὶ τῶν φαύλων πε-ῖραν λαμβάνωσιν, οὕτως μοι δοκοῦμεν ἡμε-ῖς προθυμότεροι τῶν βελτιόνων ἔσεσθαικαὶ θεαταὶ καὶ μιμηταὶ βίων, εἰ μηδὲ τῶνφαύλων καὶ ψεγομένων ἀνιστορήτως ἔχοι-μεν.Περιέξει δὴ τοῦτο τὸ βιβλίον τὸν Δημητρί-

5

γοις παντάπασι δι' ἑρμηνέως ἐνετύγχανεβαρβάροις, τοῖς δὲ πλείστοις αὐτὴ δι'αὑτῆς ἀπεδίδου τὰς ἀποκρίσεις, οἷον Αἰθί-οψι Τρωγλοδύταις Ἑβραίοις Ἄραψι Σύ-ροις Μήδοις Παρθυαίοις. πολλῶν δὲ λέγε-ται καὶ ἄλλων ἐκμαθεῖν γλώττας, τῶν πρὸαὐτῆς βασιλέων οὐδὲ τὴν Αἰγυπτίαν ἀνα-σχομένων παραλαβεῖν διάλεκτον, ἐνίων δὲκαὶ τὸ μακεδονίζειν ἐκλιπόντων.[28] Οὕτω δ' οὖν τὸν Ἀντώνιον ἥρπασεν,ὥστε πολεμούσης μὲν ἐν Ῥώμῃ ΚαίσαριΦουλβίας τῆς γυναικὸς ὑπὲρ τῶν ἐκείνουπραγμάτων, αἰωρουμένης δὲ Παρθικῆςστρατιᾶς περὶ τὴν Μεσοποταμίαν, ἧς Λα-βιηνὸν οἱ βασιλέως στρατηγοὶ Παρθικὸνἀναγορεύσαντες αὐτοκράτορα Συρίας ἐπι-βατεύσειν ἔμελλον, οἴχεσθαι φερόμενον ὑπ'αὐτῆς εἰς Ἀλεξάνδρειαν, ἐκεῖ δὲ μειρακίουσχολὴν ἄγοντος διατριβαῖς καὶ παιδιαῖςχρώμενον, ἀναλίσκειν καὶ καθηδυπαθεῖν τὸπολυτελέστατον ὡς Ἀντιφῶν εἶπεν ἀνάλω-

156

ψαν.[22] Ὡς μέντοι διαβάντες ἥψαντο πολέμουκαὶ παρεστρατοπέδευσαν τοῖς πολεμίοις,Ἀντωνίου μὲν ἀντιτεταγμένου Κασσίῳ,Βρούτῳ δὲ Καίσαρος, οὐθὲν ἔργον ἐφάνημέγα τοῦ Καίσαρος, ἀλλ' Ἀντώνιος ἦν ὁ νι-κῶν πάντα καὶ κατορθῶν. τῇ μέν γε προ-τέρᾳ μάχῃ Καῖσαρ ὑπὸ Βρούτου κατὰκράτος ἡττηθείς, ἀπέβαλε τὸ στρατόπεδονκαὶ μικρὸν ἔφθη τοὺς διώκοντας ὑπεκφυ-γών· ὡς δ' αὐτὸς ἐν τοῖς ὑπομνήμασιγέγραφε, τῶν φίλων τινὸς ὄναρ ἰδόντοςἀνεχώρησε πρὸ τῆς μάχης. Ἀντώνιος δὲΚάσσιον ἐνίκησε· καίτοι γεγράφασιν ἔνιοιμὴ παραγενέσθαι τῇ μάχῃ τὸν Ἀντώνιον,ἀλλὰ προσγενέσθαι μετὰ τὴν μάχην ἤδηδιώκουσι. Κάσσιον δὲ Πίνδαρος τῶν πι-στῶν τις ἀπελευθέρων αὐτοῦ δεομένου καὶκελεύοντος ἔσφαξεν· οὐ γὰρ ἔγνω νενικη-κότα Βροῦτον. ὀλίγων δ' ἡμερῶν διαγενο-μένων πάλιν ἐμαχέσαντο· καὶ Βροῦτος μὲν

145

ου τοῦ Πολιορκητοῦ βίον καὶ τὸν Ἀντωνί-ου τοῦ αὐτοκράτορος, ἀνδρῶν μάλιστα δὴτῷ Πλάτωνι μαρτυρησάντων, ὅτι καὶ κακί-ας μεγάλας ὥσπερ ἀρετὰς αἱ μεγάλαι φύ-σεις ἐκφέρουσι. γενόμενοι δ' ὁμοίως ἐρωτι-κοὶ ποτικοὶ στρατιωτικοὶ μεγαλόδωροι πο-λυτελεῖς ὑβρισταί, καὶ τὰς κατὰ τύχηνὁμοιότητας ἀκολούθους ἔσχον. οὐ γὰρμόνον ἐν τῷ λοιπῷ βίῳ μεγάλα μὲν κατορ-θοῦντες, μεγάλα δὲ σφαλλόμενοι, πλείστωνδ' ἐπικρατοῦντες, πλεῖστα δ' ἀποβάλλο-ντες, ἀπροσήτως δὲ πταίοντες, ἀνελπίστωςδὲ πάλιν ἀναφέροντες διετέλεσαν, ἀλλὰ καὶκατέστρεψεν ὁ μὲν ἁλοὺς ὑπὸ τῶν πολεμί-ων, ὁ δ' ἔγγιστα τοῦ παθεῖν τοῦτο γενόμε-νος.[2] Ἀντιγόνῳ τοίνυν δυοῖν υἱῶν ἐκ Στρατο-νίκης τῆς Κορράγου γενομένων, τὸν μὲνἐπὶ τἀδελφῷ Δημήτριον, τὸν δ' ἐπὶ τῷ πα-τρὶ Φίλιππον ὠνόμασεν. οὗτός ἐστιν ὁ τῶνπλείστων λόγος. ἔνιοι δὲ τὸν Δημήτριον

6

Ἐπεὶ δὲ Σέλευκος ἐκπεσὼν μὲν ὑπ' Ἀντι-γόνου τῆς Βαβυλωνίας πρότερον, ὕστερονδ' ἀναλαβὼν τὴν ἀρχὴν δι' αὑτοῦ καὶ κρα-τῶν ἀνέβη μετὰ δυνάμεως τὰ συνοροῦντατοῖς Ἰνδοῖς ἔθνη καὶ τὰς περὶ Καύκασονἐπαρχίας προσαξόμενος, ἐλπίζων Δημή-τριος ἔρημον εὑρήσειν τὴν Μεσοποταμίανκαὶ περάσας ἄφνω τὸν Εὐφράτην, εἰς τὴνΒαβυλῶνα παρεισπεσὼν ἔφθη, καὶ τῆςἑτέρας ἄκρας -- δύο γὰρ ἦσαν -- ἐκκρούσαςτὴν Σελεύκου φρουρὰν καὶ κρατήσας, ἰδί-ους ἐγκατέστησεν ἑπτακισχιλίους ἄνδρας.ἐκ δὲ τῆς χώρας ὅσα φέρειν ἢ ἄγειν ἠδύνα-ντο τοὺς στρατιώτας ὠφελεῖσθαι καὶ λαμ-βάνειν κελεύσας, ἐπανῆλθεν ἐπὶ θάλασσαν,βεβαιοτέραν Σελεύκῳ τὴν ἀρχὴν ἀπολι-πών· ἐξίστασθαι γὰρ ἐδόκει τῷ κακοῦν ὡςμηκέτι προσήκουσαν αὐτοῖς.Πτολεμαίου μέντοι πολιορκοῦντος Ἁλικαρ-νασόν, ὀξέως βοηθήσας ἐξήρπασε τὴνπόλιν.

15

ἡττηθεὶς ἑαυτὸν ἀνεῖλεν, Ἀντώνιος δὲ τῆςνίκης ἠνέγκατο τῇ δόξῃ τὸ πλεῖστον, ἅτεδὴ καὶ νοσοῦντος τοῦ Καίσαρος. ἐπιστὰςδὲ τῷ Βρούτου νεκρῷ, μικρὰ μὲν ὠνείδισενὑπὲρ τῆς Γαΐου τοῦ ἀδελφοῦ τελευτῆς --ἀνῃρήκει γὰρ ἐκεῖνον ὁ Βροῦτος ἐν Μακε-δονίᾳ Κικέρωνι τιμωρῶν -- , φήσας δὲ μᾶλ-λον Ὁρτήσιον ἢ Βροῦτον αἰτιᾶσθαι τῆςτοῦ ἀδελφοῦ σφαγῆς, Ὁρτήσιον μὲνἐκέλευσεν ἐπισφάξαι τῷ μνήματι, Βρούτῳδὲ τὴν αὑτοῦ φοινικίδα πολλῶν χρημάτωνἀξίαν οὖσαν ἐπέρριψε, καὶ τῶν ἀπελευ-θέρων τινὶ τῶν ἑαυτοῦ προσέταξε τῆς τα-φῆς ἐπιμεληθῆναι. τοῦτον ὕστερον γνοὺςοὐ συγκατακαύσαντα τὴν φοινικίδα τῷ νε-κρῷ καὶ πολλὰ τῆς εἰς τὴν ταφὴν δαπάνηςὑφῃρημένον ἀπέκτεινεν.[23] Ἐκ τούτου Καῖσαρ μὲν εἰς Ῥώμηνἐκομίζετο, δοκῶν οὐ περιέσεσθαι πολὺνχρόνον ἐκ τῆς ἀρρωστίας, Ἀντώνιος δὲ τὰςπρὸς ἕω πάσας ἐπαρχίας ἀργυρολογήσων

146

καὶ καλῶν ἐκείνην γενέσθαι τὴν ὄψιν.[27] Τῇ δ' ὑστεραίᾳ πάλιν ἀνθεστιῶναὐτήν, ἐφιλοτιμήθη μὲν ὑπερβαλέσθαι τὴνλαμπρότητα καὶ τὴν ἐπιμέλειαν, ἀμφοῖν δὲλειπόμενος καὶ κρατούμενος ἐν αὐτοῖςἐκείνοις, πρῶτος ἔσκωπτεν εἰς αὐχμὸν καὶἀγροικίαν τὰ παρ' αὑτῷ. πολὺ δ' ἡ Κλεο-πάτρα καὶ τοῖς σκώμμασι τοῦ Ἀντωνίου τὸστρατιωτικὸν ἐνορῶσα καὶ βάναυσον,ἐχρῆτο καὶ τούτῳ πρὸς αὐτὸν ἀνειμένωςἤδη καὶ κατατεθαρρηκότως. καὶ γὰρ ἦν ὡςλέγουσιν αὐτὸ μὲν καθ' αὑτὸ τὸ κάλλοςαὐτῆς οὐ πάνυ δυσπαράβλητον οὐδ' οἷονἐκπλῆξαι τοὺς ἰδόντας, ἁφὴν δ' εἶχεν ἡσυνδιαίτησις ἄφυκτον, ἥ τε μορφὴ μετὰτῆς ἐν τῷ διαλέγεσθαι πιθανότητος καὶ τοῦπεριθέοντος ἅμα πως περὶ τὴν ὁμιλίανἤθους ἀνέφερέ τι κέντρον. ἡδονὴ δὲ καὶφθεγγομένης ἐπῆν τῷ ἤχῳ· καὶ τὴν γλῶτ-ταν ὥσπερ ὄργανόν τι πολύχορδον εὐπετῶςτρέπουσα καθ' ἣν βούλοιτο διάλεκτον, ὀλί-

155

ρίευσεν. ἔχαιρε δὲ νικήσας οὐχ οἷς ἕξειν,ἀλλ' οἷς ἀποδώσειν ἔμελλε, καὶ τῆς νίκηςοὐ τὸν πλοῦτον οὕτως οὐδὲ τὴν δόξαν ὡςτὴν διάλυσιν τοῦ φιλανθρωπεύματος ἐκεί-νου καὶ τὴν χάριν ἠγάπησεν. οὐ μὴν αὐτο-γνωμόνως ταῦτ' ἔπραξεν, ἀλλ' ἔγραψε τῷπατρί. δόντος δ' ἐκείνου καὶ κελεύσαντοςὃν βούλεται πᾶσι χρήσασθαι τρόπον, αὐτόντε τὸν Κίλλην καὶ <τοὺς> φίλους αὐτῷ δω-ρησάμενος ἀφθόνως ἀπέπεμψε. τοῦτο τὸπάθος Συρίας ἐξήλασε Πτολεμαῖον, Ἀντί-γονον δὲ κατήγαγεν ἐκ Κελαινῶν χαίροντατῇ νίκῃ καὶ ποθοῦντα θεάσασθαι τὸν υἱόν.[7] Ἐκ τούτου δὲ τῶν Ἀράβων τοὺς καλου-μένους Ναβαταίους ὑπαγαγέσθαι πεμφθεὶςὁ Δημήτριος, ἐκινδύνευσε μὲν εἰς τόπουςἀνύδρους ἐμπεσών, τῷ δὲ μὴ διαταρα-χθῆναι μηδ' ἐκπλαγῆναι καταπληξάμενοςτοὺς βαρβάρους, λείαν τε λαβὼν πολλὴνκαὶ καμήλους ἑπτακοσίας παρ' αὐτῶν ἀνε-χώρησεν.

14

οὐχ υἱόν, ἀλλ' ἀδελφιδοῦν γενέσθαι τοῦἈντιγόνου λέγουσιν· ἐπὶ νηπίῳ γὰρ αὐτῷπαντάπασι τοῦ πατρὸς τελευτήσαντος,εἶτα τῆς μητρὸς εὐθὺς τῷ Ἀντιγόνῳ γαμη-θείσης, υἱὸν ἐκείνου νομισθῆναι. τὸν μὲνοὖν Φίλιππον οὐ πολλοῖς ἔτεσι τοῦ Δημη-τρίου νεώτερον ὄντα συνέβη τελευτῆσαι.Δημήτριος δὲ μεγέθει μὲν ἦν τοῦ πατρὸςἐλάττων, καίπερ ὢν μέγας, ἰδέᾳ δὲ καὶκάλλει προσώπου θαυμαστὸς καὶ περιττός,ὥστε τῶν πλαττόντων καὶ γραφόντων μη-θένα τῆς ὁμοιότητος ἐφικέσθαι· τὸ γὰραὐτὸ χάριν καὶ βάρος καὶ φόβον καὶ ὥρανεἶχε, καὶ συνεκέκρατο τῷ νεαρῷ καὶ ἰταμῷδυσμίμητος ἡρωική τις ἐπιφάνεια καὶ βα-σιλικὴ σεμνότης. οὕτω δέ πως καὶ τὸ ἦθοςἐπεφύκει πρὸς ἔκπληξιν ἀνθρώπων ἅμακαὶ χάριν. ἥδιστος γὰρ ὢν συγγενέσθαι,σχολάζων τε περὶ πότους καὶ τρυφὰς καὶδιαίτας ἁβροβιώτατος βασιλέων, ἐνεργότα-τον αὖ πάλιν καὶ σφοδρότατον τὸ περὶ τὰς

7

μασταὶ τὰς ὄχθας ἀπὸ θυμιαμάτων πολλῶνκατεῖχον. τῶν δ' ἀνθρώπων οἱ μὲν εὐθὺςἀπὸ τοῦ ποταμοῦ παρωμάρτουν ἑκατέρω-θεν, οἱ δ' ἀπὸ τῆς πόλεως κατέβαινον ἐπὶτὴν θέαν. ἐκχεομένου δὲ τοῦ κατὰ τὴν ἀγο-ρὰν ὄχλου, τέλος αὐτὸς ὁ Ἀντώνιος ἐπὶ βή-ματος καθεζόμενος ἀπελείφθη μόνος. καίτις λόγος ἐχώρει διὰ πάντων, ὡς ἡ Ἀφρο-δίτη κωμάζοι πρὸς τὸν Διόνυσον ἐπ' ἀγα-θῷ τῆς Ἀσίας. Ἔπεμψε μὲν οὖν καλῶναὐτὴν ἐπὶ τὸ δεῖπνον· ἡ δὲ μᾶλλον ἐκεῖνονἠξίου πρὸς ἑαυτὴν ἥκειν. εὐθὺς οὖν τιναβουλόμενος εὐκολίαν ἐπιδείκνυσθαι καὶ φι-λοφροσύνην, ὑπήκουσε καὶ ἦλθεν. ἐντυχὼνδὲ παρασκευῇ λόγου κρείττονι, μάλιστατῶν φώτων τὸ πλῆθος ἐξεπλάγη. τοσαῦταγὰρ λέγεται καθίεσθαι καὶ ἀναφαίνεσθαιπανταχόθεν ἅμα, καὶ τοιαύταις πρὸς ἄλλη-λα κλίσεσι καὶ θέσεσι διακεκοσμημένα καὶσυντεταγμένα πλαισίων καὶ περιφερῶντρόπῳ, ὥστε τῶν ἐν ὀλίγοις ἀξιοθεάτων

154

διέβαινεν εἰς τὴν Ἑλλάδα, πολλὴν στρατι-ὰν ἄγων· ὑπεσχημένοι γὰρ ἑκάστῳ στρα-τιώτῃ δραχμὰς πεντακισχιλίας, ἐδέοντοσυντονωτέρου χρηματισμοῦ καὶ δασμολο-γίας. τοῖς μὲν οὖν Ἕλλησιν οὐκ ἄτοποςοὐδὲ φορτικὸς συνηνέχθη τό γε πρῶτον,ἀλλὰ καὶ τὸ παῖζον αὑτοῦ πρὸς ἀκροάσειςφιλολόγων καὶ θέας ἀγώνων καὶ μυήσειςἔτρεπε, καὶ περὶ τὰς κρίσεις ἦν ἐπιεικής,καὶ φιλέλλην ἀκούων ἔχαιρεν, ἔτι δὲ μᾶλ-λον φιλαθήναιος προσαγορευόμενος, καὶ τῇπόλει πλείστας δωρεὰς ἔδωκε. βουλομένωνδέ τι καὶ Μεγαρέων καλὸν ἀντεπιδείξα-σθαι ταῖς Ἀθήναις καὶ τὸ βουλευτήριον ἰδε-ῖν αὐτὸν ἀξιωσάντων, ἀναβὰς καὶ θεασάμε-νος, ὡς ἐπυνθάνοντο τί δοκοίη, "μικρὸνμέν" ἔφη "σαπρὸν δέ." [πρὸς δὲ] καὶ τὸντοῦ Πυθίου νεὼν κατεμέτρησεν ὡς συντε-λέσων· τοῦτο γὰρ ὑπέσχετο πρὸς τὴν σύ-γκλητον.

147

πράξεις ἐνδελεχὲς εἶχε καὶ δραστήριον· ᾗκαὶ μάλιστα τῶν θεῶν ἐζήλου τὸν Διόνυ-σον, ὡς πολέμῳ τε χρῆσθαι δεινότατον,εἰρήνην τ' αὖθις ἐκ πολέμου τρέψαι [καὶ]πρὸς εὐφροσύνην καὶ χάριν ἐμμελέστατον.[3] Ἦν μὲν οὖν καὶ φιλοπάτωρ διαφε-ρόντως· τῇ δὲ περὶ τὴν μητέρα σπουδῇ καὶτὸν πατέρα τιμῶν ἐφαίνετο δι' εὔνοιαν ἀλη-θινὴν μᾶλλον ἢ θεραπείαν τῆς δυνάμεως.καί ποτε πρεσβείᾳ τινὶ τοῦ Ἀντιγόνου σχο-λάζοντος, ἀπὸ θήρας ὁ Δημήτριος ἐπέστη,καὶ προσελθὼν τῷ πατρὶ καὶ φιλήσας,ὥσπερ εἶχε τὰς βολίδας ἐκάθισε παρ'αὐτόν. ὁ δ' Ἀντίγονος ἀπιόντας ἤδη τοὺςπρέσβεις ἔχοντας τὰς ἀποκρίσεις μεγάλῃφωνῇ προσαγορεύσας, "καὶ τοῦτο" εἶπεν"ὦ ἄνδρες ἀπαγγέλλετε περὶ ἡμῶν, ὅτιπρὸς ἀλλήλους οὕτως ἔχομεν", ὡς ἰσχύντινα πραγμάτων βασιλικῶν καὶ δυνάμεωςἐπίδειξιν οὖσαν τὴν πρὸς υἱὸν ὁμόνοιαν καὶπίστιν. οὕτως ἄρα πάντῃ δυσκοινώνητον ἡ

8

διὰ τῶν ὁμοίων. καὶ πάθος οὐ μειρακίουπαθὼν ἐν ἀρχῇ πράξεων ἀνατραπέντος,ἀλλ' ἐμβριθοῦς στρατηγοῦ κεχρημένουπραγμάτων μεταβολαῖς, ἀνδρῶν τε συλλο-γῆς καὶ κατασκευῆς ὅπλων ἐπεμελεῖτο,καὶ τὰς πόλεις διὰ χειρὸς εἶχε καὶ τοὺςἀθροιζομένους ἐγύμναζεν.[6] Ἀντίγονος δὲ τὴν μάχην πυθόμενος,Πτολεμαῖον μὲν ἀγενείους νενικηκότα ἔφηνῦν αὖθις ἀγωνιεῖσθαι πρὸς ἄνδρας, τοῦ δ'υἱοῦ τὸ φρόνημα καθελεῖν καὶ κολοῦσαι μὴβουλόμενος, οὐκ ἐνέστη πάλιν αἰτουμένῳμάχεσθαι καθ' αὑτόν, ἀλλ' ἐφῆκε. καὶ μετ'οὐ πολὺν χρόνον ἀφῖκτο Κίλλης Πτολεμαί-ου στρατηγὸς μετὰ λαμπρᾶς δυνάμεως, ὡςἐξελάσων Συρίας Δημήτριον ἁπάσης, τῷπροηττῆσθαι καταφρονούμενον. ὁ δ' ἐξαίφ-νης ἐπιπεσὼν οὐ προαισθομένῳ καὶ φοβή-σας, ἔλαβεν αὐτῷ στρατηγῷ τὸ στρατόπε-δον, καὶ στρατιώτας μὲν ἑπτακισχιλίουςζῶντας εἷλε, χρημάτων δὲ παμπόλλων ἐκυ-

13

[24] Ἐπεὶ δὲ Λεύκιον Κηνσωρῖνον ἐπὶ τῆςἙλλάδος καταλιπὼν εἰς Ἀσίαν διέβη καὶτῶν ἐκεῖ πλούτων ἥψατο, καὶ βασιλεῖς ἐπὶθύρας ἐφοίτων, καὶ βασιλέων γυναῖκεςἁμιλλώμεναι δωρεαῖς πρὸς ἀλλήλας καὶκάλλεσιν ἐφθείροντο πρὸς αὐτόν, ἐν Ῥώμῃδὲ Καίσαρος στάσεσι καὶ πολέμοις ἀποτρυ-χομένου, πολλὴν αὐτὸς ἄγων σχολὴν καὶεἰρήνην ἀνεκυκλεῖτο τοῖς πάθεσιν εἰς τὸνσυνήθη βίον, Ἀναξήνορες δὲ κιθαρῳδοὶ καὶΞοῦθοι χοραῦλαι καὶ Μητρόδωρός τις ὀρ-χηστὴς καὶ τοιοῦτος ἄλλος Ἀσιανῶν ἀκρο-αμάτων θίασος, ὑπερβαλλομένων λαμυρίᾳκαὶ βωμολοχίᾳ τὰς ἀπὸ τῆς Ἰταλίαςκῆρας, εἰσερρύη καὶ διῴκει τὴν αὐλήν,οὐδὲν ἦν ἀνεκτόν, εἰς ταῦτα φορουμένωνἁπάντων. ἡ γὰρ Ἀσία πᾶσα, καθάπερ ἡΣοφόκλειος ἐκείνη πόλις, ὁμοῦ μὲν θυμια-μάτων ἔγεμεν,ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων·εἰς γοῦν Ἔφεσον εἰσιόντος αὐτοῦ, γυνα-

148

κόσμον, οἷον εἰκὸς ἦν ἀπὸ πραγμάτων με-γάλων καὶ βασιλείας εὐδαίμονος κομίζειν,τὰς δὲ πλείστας ἐν ἑαυτῇ καὶ τοῖς περὶαὑτὴν μαγγανεύμασι καὶ φίλτροις ἐλπίδαςθεμένη παρεγένετο.[26] Πολλὰ δὲ καὶ παρ' αὐτοῦ καὶ παρὰτῶν φίλων δεχομένη γράμματα καλού-ντων, οὕτως κατεφρόνησε καὶ κατεγέλασετοῦ ἀνδρός, ὥστε πλεῖν ἀνὰ τὸν Κύδνον πο-ταμὸν ἐν πορθμείῳ χρυσοπρύμνῳ, τῶν μὲνἱστίων ἁλουργῶν ἐκπεπετασμένων, τῆς δ'εἰρεσίας ἀργυραῖς κώπαις ἀναφερομένηςπρὸς αὐλὸν ἅμα σύριγξι καὶ κιθάραις συ-νηρμοσμένον. αὐτὴ δὲ κατέκειτο μὲν ὑπὸσκιάδι χρυσοπάστῳ, κεκοσμημένη γραφι-κῶς ὥσπερ Ἀφροδίτη, παῖδες δὲ τοῖς γρα-φικοῖς Ἔρωσιν εἰκασμένοι παρ' ἑκάτερονἑστῶτες ἐρρίπιζον. ὁμοίως δὲ καὶ θεραπαι-νίδες αἱ καλλιστεύουσαι Νηρηίδων ἔχου-σαι καὶ Χαρίτων στολάς, αἱ μὲν πρὸς οἴα-ξιν, αἱ δὲ πρὸς κάλοις ἦσαν. ὀδμαὶ δὲ θαυ-

153

διέτριβε, Πτολεμαῖον δ' ἀκούων ἐκ Κύ-πρου διαβάντα πορθεῖν Συρίαν καὶ τὰςπόλεις [ἀπ]ἄγειν καὶ βιάζεσθαι, κατέπεμψετὸν υἱὸν Δημήτριον, δύο καὶ εἴκοσιν ἐτῶνὄντα καὶ στρατείας τότε πρῶτον αὐτοτε-λῶς ἐπὶ πράγμασι μεγάλοις ἁπτόμενον.οἷα δὲ νέος καὶ ἄπειρος ἀνδρὶ συμπεσὼν ἐκτῆς Ἀλεξάνδρου παλαίστρας, ἠθληκότιπολλοὺς καὶ μεγάλους καθ' αὑτὸν ἀγῶνας,ἐσφάλη περὶ πόλιν Γάζαν ἡττηθείς, ὀκτα-κισχιλίων ἁλόντων καὶ πεντακισχιλίωνἀποθανόντων. ἀπέβαλε δὲ καὶ σκηνὴν καὶχρήματα καὶ ὅλως σύμπασαν τὴν περὶ τὸσῶμα θεραπείαν. ἀλλὰ ταῦτα μὲν αὐτῷΠτολεμαῖος ἀπέπεμψε μετὰ τῶν φίλων,εὐγνώμονα καὶ φιλάνθρωπον ἀνειπὼνλόγον, ὡς οὐ περὶ πάντων ἅμα, περὶ δόξηςδὲ καὶ ἀρχῆς πολεμητέον ἐστὶν αὐτοῖς. Δη-μήτριος δὲ δεξάμενος ηὔξατο τοῖς θεοῖς μὴπολὺν χρόνον ὀφειλέτην Πτολεμαίῳ γε-νέσθαι χάριτος, ἀλλὰ ταχέως ἀμείψασθαι

12

ἀρχὴ καὶ μεστὸν ἀπιστίας καὶ δυσνοίας,ὥστ' ἀγάλλεσθαι τὸν μέγιστον τῶν Ἀλε-ξάνδρου διαδόχων καὶ πρεσβύτατον, ὅτι μὴφοβεῖται τὸν υἱόν, ἀλλὰ προσίεται τὴν λόγ-χην ἔχοντα τοῦ σώματος πλησίον. οὐ μὴνἀλλὰ καὶ μόνος ὡς εἰπεῖν ὁ οἶκος οὗτος ἐπὶπλείστας διαδοχὰς τῶν τοιούτων κακῶνἐκαθάρευσε, μᾶλλον δ' εἷς μόνος τῶν ἀπ'Ἀντιγόνου Φίλιππος ἀνεῖλεν υἱόν. αἱ δ' ἄλ-λαι σχεδὸν ἅπασαι διαδοχαὶ πολλῶν μὲνἔχουσι παίδων, πολλῶν δὲ μητέρων φόνουςκαὶ γυναικῶν· τὸ μὲν γὰρ ἀδελφοὺς ἀναιρε-ῖν, ὥσπερ οἱ γεωμέτραι τὰ αἰτήματα λαμ-βάνουσιν, οὕτω συνεχωρεῖτο, κοινόν τι νο-μιζόμενον αἴτημα καὶ βασιλικὸν ὑπὲρἀσφαλείας.[4] Τοῦ μέντοι καὶ φιλάνθρωπον φύσει καὶφιλέταιρον γεγονέναι τὸν Δημήτριον ἐνἀρχῇ παράδειγμα τοιοῦτόν ἐστιν εἰπεῖν.Μιθριδάτης ὁ Ἀριοβαρζάνου παῖς ἑταῖροςἦν αὐτοῦ καὶ καθ' ἡλικίαν συνήθης, ἐθε-

9

φθεὶς Δέλλιος ὡς εἶδε τὴν ὄψιν καὶ κατέμα-θε τὴν ἐν τοῖς λόγοις δεινότητα καὶ πα-νουργίαν, εὐθὺς αἰσθόμενος ὅτι κακὸν μὲνοὐδὲ μελλήσει τι ποιεῖν γυναῖκα τοιαύτηνἈντώνιος, ἔσται δὲ μεγίστη παρ' αὐτῷ,τρέπεται πρὸς τὸ θεραπεύειν καὶ προ-τρέπεσθαι τὴν Αἰγυπτίαν, τοῦτο δὴ τὸὉμηρικόν, "ἐλθεῖν εἰς Κιλικίαν εὖ ἐντύνα-σαν ἓ αὐτὴν", καὶ μὴ φοβεῖσθαι τὸνἈντώνιον, ἥδιστον ἡγεμόνων ὄντα καὶ φι-λανθρωπότατον. ἡ δὲ καὶ Δελλίῳ πεισθε-ῖσα, καὶ τοῖς πρὸς Καίσαρα καὶ Γναῖον τὸνΠομπηίου παῖδα πρότερον αὐτῇ γενο-μένοις ἀφ' ὥρας συμβολαίοις τεκμαιρο-μένη, ῥᾷον ἤλπιζεν ὑπάξεσθαι τὸνἈντώνιον. ἐκεῖνοι μὲν γὰρ αὐτὴν ἔτι κόρηνκαὶ πραγμάτων ἄπειρον ἔγνωσαν, πρὸς δὲτοῦτον ἔμελλε φοιτήσειν ἐν ᾧ μάλιστα και-ροῦ γυναῖκες ὥραν τε λαμπροτάτην ἔχουσικαὶ τὸ φρονεῖν ἀκμάζουσι. διὸ πολλὰ μὲνσυνεσκευάσατο δῶρα καὶ χρήματα καὶ

152

ῖκες μὲν εἰς Βάκχας, ἄνδρες δὲ καὶ παῖδεςεἰς Σατύρους καὶ Πᾶνας ἡγοῦντο διεσκευα-σμένοι, κιττοῦ δὲ καὶ θύρσων καὶ ψαλτηρί-ων καὶ συρίγγων καὶ αὐλῶν ἡ πόλις ἦνπλέα, Διόνυσον αὐτὸν ἀνακαλουμένων Χα-ριδότην καὶ Μειλίχιον. ἦν γὰρ ἀμέλει τοιο-ῦτος ἐνίοις, τοῖς δὲ πολλοῖς Ὠμηστὴς καὶἈγριώνιος. ἀφῃρεῖτο γὰρ εὐγενεῖς ἀν-θρώπους τὰ ὄντα, μαστιγίαις καὶ κόλαξιχαριζόμενος. πολλῶν δὲ καὶ ζώντων ὡς τε-θνηκότων αἰτησάμενοί τινες οὐσίας ἔλα-βον. ἀνδρὸς δὲ Μάγνητος οἶκον ἐδωρήσατομαγείρῳ περὶ ἓν ὡς λέγεται δεῖπνον εὐδο-κιμήσαντι. τέλος δὲ ταῖς πόλεσι δεύτερονἐπιβάλλοντος φόρον, ἐτόλμησεν Ὑβρέαςὑπὲρ τῆς Ἀσίας λέγων εἰπεῖν ἀγοραίως μὲνἐκεῖνα καὶ πρὸς τὸν Ἀντωνίου ζῆλον οὐκἀηδῶς· "εἰ δύνασαι δὶς λαβεῖν ἑνὸς ἐνιαυ-τοῦ φόρον, δύνασαι καὶ δὶς ἡμῖν ποιήσα-σθαι θέρος καὶ δὶς ὀπώραν;" πρακτικῶς δὲκαὶ παραβόλως συναγαγών, ὅτι μυριάδας

149

ράπευε δ' Ἀντίγονον οὔτ' ὢν οὔτε δοκῶνπονηρός. ἐκ δ' ἐνυπνίου τινὸς ὑποψίανἈντιγόνῳ παρέσχεν. ἐδόκει γὰρ μέγα καὶκαλὸν πεδίον ἐπιὼν ὁ Ἀντίγονος ψῆγμά τιχρυσίου κατασπείρειν, ἐξ αὐτοῦ δὲ πρῶτονμὲν ὑποφύεσθαι θέρος χρυσοῦν, ὀλίγῳ δ'ὕστερον ἐπελθὼν ἰδεῖν οὐδὲν ἀλλ' ἢ τετμη-μένην καλάμην· λυπούμενος δὲ καὶ περιπα-θῶν ἀκοῦσαί τινων λεγόντων, ὡς ἄρα Μι-θριδάτης εἰς Πόντον Εὔξεινον οἴχεται τὸχρυσοῦν θέρος ἐξαμησάμενος. ἐκ τούτουδιαταραχθεὶς καὶ τὸν υἱὸν ὁρκώσας σιωπή-σειν, ἔφρασε τὴν ὄψιν αὐτῷ καὶ ὅτι πάντωςτὸν ἄνθρωπον ἐκποδὼν ποιεῖσθαι καὶ δια-φθείρειν ἔγνωκεν. ἀκούσας δ' ὁ Δημήτριοςἠχθέσθη σφόδρα, καὶ τοῦ νεανίσκου κα-θάπερ εἰώθει γενομένου παρ' αὐτῷ καὶ συ-νόντος ἐπὶ σχολῆς, φθέγξασθαι μὲν οὐκἐτόλμησεν οὐδὲ τῇ φωνῇ κατειπεῖν διὰ τὸνὅρκον, ὑπαγαγὼν δὲ κατὰ μικρὸν ἀπὸ τῶνφίλων, ὡς ἐγεγόνεσαν μόνοι καθ' αὑτούς,

10

τῷ στύρακι τῆς λόγχης κατέγραψεν εἰς τὴνγῆν ὁρῶντος αὐτοῦ· "φεῦγε Μιθριδάτα".συνεὶς δ' ἐκεῖνος ἀπέδρα νυκτὸς εἰς Καπ-παδοκίαν, καὶ ταχὺ τὴν Ἀντιγόνῳ γενο-μένην ὄψιν ὕπαρ αὐτῷ συνετέλει τὸ χρεών·πολλῆς γὰρ καὶ ἀγαθῆς ἐκράτησε χώρας,καὶ τὸ τῶν Ποντικῶν βασιλέων γένοςὀγδόῃ που διαδοχῇ παυσάμενον ὑπὸ Ῥω-μαίων ἐκεῖνος παρέσχε. ταῦτα μὲν οὖνεὐφυΐας δείγματα τοῦ Δημητρίου πρὸςἐπιείκειαν καὶ δικαιοσύνην.[5] Ἐπεὶ δ', ὥσπερ ἐν τοῖς Ἐμπεδοκλέουςστοιχείοις διὰ τὸ νεῖκος ἔνεστι διαφορὰπρὸς ἄλληλα καὶ πόλεμος, μᾶλλον δὲ τοῖςἀλλήλων ἁπτομένοις καὶ πελάζουσιν, οὕτωτὸν πᾶσι τοῖς Ἀλεξάνδρου διαδόχοις πρὸςἀλλήλους ὄντα συνεχῆ πόλεμον αἱ τῶνπραγμάτων καὶ τῶν τόπων συνάφειαι πρὸςἐνίους ἐποίουν ἐπιφανέστερον καὶ μᾶλλονἐξέκᾳον, ὥσπερ Ἀντιγόνῳ τότε πρὸς Πτο-λεμαῖον, αὐτὸς μὲν Ἀντίγονος ἐν Φρυγίᾳ

11

εἴκοσι ταλάντων ἡ Ἀσία δέδωκε, "ταῦτα"εἶπεν "εἰ μὲν οὐκ εἴληφας, ἀπαίτει παρὰτῶν λαβόντων· εἰ δὲ λαβὼν οὐκ ἔχεις, ἀπο-λώλαμεν." ἐτρέψατο τοῦτο δεινῶς τὸνἈντώνιον· ἠγνόει γὰρ τὰ πολλὰ τῶν γιγνο-μένων, οὐχ οὕτω ῥᾴθυμος ὢν ὡς δι'ἁπλότητα πιστεύων τοῖς περὶ αὑτόν. ἐνῆνγὰρ ἁπλότης τῷ ἤθει καὶ βραδεῖα μὲναἴσθησις, αἰσθανομένῳ δὲ τῶν ἁμαρτανο-μένων ἰσχυρὰ μετάνοια καὶ πρὸς αὐτοὺςἐξομολόγησις τοὺς ἀγνωμονηθέντας, μέγε-θος δὲ καὶ περὶ τὰς ἀμοιβὰς καὶ περὶ τὰςτιμωρίας· μᾶλλόν γε μὴν ἐδόκει χαριζόμε-νος ἢ κολάζων ὑπερβάλλειν τὸ μέτριον. ἡδὲ περὶ τὰς παιδιὰς καὶ τὰς ἐπισκώψειςὕβρις ἐν αὑτῇ τὸ φάρμακον εἶχεν· ἀντι-σκῶψαι γὰρ ἐξῆν καὶ ἀνθυβρίσαι, καὶ γε-λώμενος οὐχ ἧττον ἢ γελῶν ἔχαιρε. καὶ το-ῦτο διελυμήνατο τὰ πολλὰ τῶν πραγ-μάτων. τοὺς γὰρ ἐν τῷ παίζειν παρρησια-ζομένους οὐκ ἂν οἰηθεὶς σπουδάζοντας κο-

150

λακεύειν αὐτόν, ἡλίσκετο ῥᾳδίως ὑπὸ τῶνἐπαίνων, ἀγνοῶν ὅτι τὴν παρρησίαν τινὲςὡς ὑποστῦφον ἥδυσμα τῇ κολακείᾳ παρα-μειγνύντες ἀφῄρουν τὸ πλήσμιον, τῇ παρὰτὴν κύλικα θρασύτητι καὶ λαλιᾷ διαμηχα-νώμενοι τὴν ἐπὶ τῶν πραγμάτων ὕφεσινκαὶ συγκατάθεσιν μὴ πρὸς χάριν ὁμιλού-ντων, ἀλλὰ τὸ φρονεῖν ἡττωμένων φαίνε-σθαι.[25] Τοιούτῳ δ' οὖν ὄντι τὴν φύσιν Ἀντω-νίῳ τελευταῖον κακὸν ὁ Κλεοπάτρας ἔρωςἐπιγενόμενος καὶ πολλὰ τῶν ἔτι κρυπτο-μένων ἐν αὐτῷ καὶ ἀτρεμούντων παθῶνἐγείρας καὶ ἀναβακχεύσας, εἴ τι χρηστὸν ἢσωτήριον ὅμως ἀντεῖχεν, ἠφάνισε καὶπροσδιέφθειρεν. ἁλίσκεται δὲ τοῦτον τὸντρόπον. ἁπτόμενος τοῦ Παρθικοῦ πολέμου,ἔπεμψε πρὸς αὐτὴν κελεύων εἰς Κιλικίανἀπαντῆσαι, λόγον ὑφέξουσαν ὧν ἐνεκαλε-ῖτο τοῖς περὶ Κάσσιον δοῦναι πολλὰ καὶσυμβαλέσθαι πρὸς τὸν πόλεμον. ὁ δὲ πεμ-

151

ως ἅμα καὶ τῆς αὑτῶν ἀνδραγαθίας ἔχω-σιν.[21] Ἐπολέμησε δὲ Ῥοδίοις Πτολεμαίουσυμμάχοις οὖσι, καὶ τὴν μεγίστην ἑλέπο-λιν τοῖς τείχεσι προσήγαγεν, ἧς ἕδρα μὲνἦν τετράγωνος, ἑκάστην ἔχουσα τοῦ κάτωπλαισίου πλευρὰν ὀκτὼ καὶ τεσσαράκονταπηχῶν, ἓξ δὲ καὶ ἑξήκοντα πηχῶν ὕψοςεἶχεν, εἰς κορυφὴν συννεύουσα ταῖς ἄνωπλευραῖς στενοτέραν τῆς βάσεως. ἔνδοθενμὲν οὖν στέγαις διεπέφρακτο καὶ χώραιςπολλαῖς, τὸ δὲ πρὸς τοὺς πολεμίους αὐτῆςμέτωπον ἀνέῳκτο [καὶ] καθ' ἑκάστηνστέγην θυρίσιν, καὶ διὰ τούτων ἐξέπιπτεβέλη παντοδαπά· μεστὴ γὰρ ἦν ἀνδρῶν μα-χομένων πᾶσαν ἰδέαν μάχης. καὶ τὸ μὴκραδαινόμενον αὐτῆς μηδὲ κλινόμενον ἐνταῖς κινήσεσιν, ἀλλ' ὀρθὸν ἐν ἕδρᾳ καὶἀσάλευτον ἰσορρόπως ἅμα ῥοίζῳ καὶ τόνῳπολλῷ προχωροῦν θάμβος ἅμα τῇ ψυχῇκαὶ χάριν τινὰ τῇ ὄψει τῶν θεωμένων πα-

40

λιτείαν, καὶ προσυπέσχετο παρὰ τοῦ πα-τρὸς αὐτοῖς ἀφίξεσθαι σίτου πεντεκαίδεκαμυριάδας μεδίμνων καὶ ξύλων ναυπηγησί-μων πλῆθος εἰς ἑκατὸν τριήρεις. Ἀθηναῖοιδ' ἀπολαβόντες τὴν δημοκρατίαν ἔτει πε-ντεκαιδεκάτῳ, τὸν διὰ μέσου χρόνον ἀπὸτῶν Λαμιακῶν καὶ τῆς περὶ Κραννῶναμάχης λόγῳ μὲν ὀλιγαρχικῆς, ἔργῳ δὲ μο-ναρχικῆς καταστάσεως γενομένης διὰ τὴντοῦ Φαληρέως δύναμιν, οὕτως λαμπρὸν ἐνταῖς εὐεργεσίαις καὶ μέγαν φανέντα τὸνΔημήτριον ἐπαχθῆ καὶ βαρὺν ἐποίησαντῶν τιμῶν ταῖς ἀμετρίαις ἃς ἐψηφίσαντο.πρῶτοι μὲν γὰρ ἀνθρώπων ἁπάντων τὸνΔημήτριον καὶ Ἀντίγονον βασιλεῖς ἀνη-γόρευσαν, ἄλλως ἀφοσιουμένους τοὔνομα,[καὶ] τοῦτο δὴ μόνον τῶν βασιλικῶν ἔτιτοῖς ἀπὸ Φιλίππου καὶ Ἀλεξάνδρου περιε-ῖναι δοκοῦν ἄθικτον ἑτέροις καὶ ἀκοινώνη-τον· μόνοι δὲ σωτῆρας ἀνέγραψαν θεούς,καὶ τὸν ἐπώνυμον καὶ πάτριον ἄρχοντα κα-

21

ἅμα βοῇ καὶ πατάγῳ τῶν ὅπλων, οἵ θ' ἵπ-ποι τοῖς Πάρθοις ἐξίσταντο ταρβοῦντες,καὶ αὐτοὶ πρὶν εἰς χεῖρας ἐλθεῖν ἔφευγον. ὁδ' Ἀντώνιος ἐνέκειτο τῇ διώξει καὶ με-γάλας εἶχεν ἐλπίδας, ὡς τοῦ πολέμου τὸσύμπαν ἢ τὸ πλεῖστον ἐκείνῃ τῇ μάχῃ δια-πεπραγμένος. ἐπεὶ δὲ τῆς διώξεως γενο-μένης τοῖς μὲν πεζοῖς ἐπὶ πεντήκονταστάδια, τοῖς δ' ἱππεῦσιν ἐπὶ τρὶς τοσαῦτα,τοὺς πεπτωκότας τῶν πολεμίων καὶ τοὺςἡλωκότας ἐπισκοποῦντες εὗρον αἰχμα-λώτους μὲν τριάκοντα, νεκροὺς δ' ὀγδοήκο-ντα μόνους, ἀπορία καὶ δυσθυμία πᾶσι πα-ρέστη, δεινὸν εἶναι λογιζομένοις, εἰ νι-κῶντες μὲν οὕτως ὀλίγους κτενοῦσιν, ἡτ-τώμενοι δὲ στερήσονται τοσούτων ὅσουςἀπέβαλον περὶ ταῖς ἁμάξαις. τῇ δ' ὑστε-ραίᾳ συσκευασάμενοι τὴν ἐπὶ Φραάτωνκαὶ τοῦ στρατοπέδου προῆγον. ἐντυχόντεςδὲ κατὰ τὴν ὁδὸν πρῶτον μὲν ὀλίγοις τῶνπολεμίων, ἔπειτα πλείοσι, τέλος δὲ πᾶσιν

180

αν. προσποιουμένη δὲ θαυμάζειν τοῖς φί-λοις διηγεῖτο, καὶ παρεκάλει τῇ ὑστεραίᾳγενέσθαι θεατάς. ἐμβάντων δὲ πολλῶν εἰςτὰς ἁλιάδας καὶ τοῦ Ἀντωνίου τὴν ὁρμιὰνκαθέντος, ἐκέλευσέ τινα τῶν αὑτῆς ὑπο-φθάσαντα καὶ προσνηξάμενον τῷ ἀγκί-στρῳ περιπεῖραι Ποντικὸν τάριχος. ὡς δ'ἔχειν πεισθεὶς ὁ Ἀντώνιος ἀνεῖλκε, γέλω-τος οἷον εἰκὸς γενομένου, "παράδος ἡμῖν"ἔφη "τὸν κάλαμον αὐτόκρατορ τοῖς Φαρί-ταις καὶ Κανωβίταις βασιλεῦσιν· ἡ δὲ σὴθήρα πόλεις εἰσὶ καὶ βασιλεῖαι καὶ ἤπει-ροι."[30] Τοιαῦτα ληροῦντα καὶ μειρακιευόμε-νον τὸν Ἀντώνιον ἀγγελίαι δύο καταλαμ-βάνουσιν, ἡ μὲν ἀπὸ Ῥώμης, Λεύκιον τὸνἀδελφὸν αὐτοῦ καὶ Φουλβίαν τὴν γυναῖκαπρῶτον ἀλλήλοις στασιάσαντας, εἶτα Καί-σαρι πολεμήσαντας, ἀποβεβληκέναι τὰπράγματα καὶ φεύγειν ἐξ Ἰταλίας, ἑτέραδὲ ταύτης οὐδὲν ἐπιεικεστέρα, Λαβιηνὸν

161

ταπαύσαντες, ἱερέα σωτήρων ἐχειροτόνουνκαθ' ἕκαστον ἐνιαυτόν, καὶ τοῦτον ἐπὶ τῶνψηφισμάτων καὶ τῶν συμβολαίων προ-έγραφον. ἐνυφαίνεσθαι δὲ τῷ πέπλῳ μετὰτῶν θεῶν αὐτοὺς ἐψηφίσαντο, καὶ τὸντόπον ὅπου πρῶτον ἀπέβη τοῦ ἅρματοςκαθιερώσαντες καὶ βωμὸν ἐπιθέντες Δημη-τρίου Καταιβάτου προσηγόρευσαν· ταῖς δὲφυλαῖς δύο προσέθεσαν, Δημητριάδα καὶἈντιγονίδα, καὶ τὴν βουλὴν τῶν πεντακο-σίων πρότερον ἑξακοσίων ἐποίησαν, ἅτε δὴφυλῆς ἑκάστης πεντήκοντα βουλευτὰς πα-ρεχομένης.[11] Τὸ δ' ὑπερφυέστατον ἐνθύμημα τοῦΣτρατοκλέους (οὗτος γὰρ ἦν ὁ τῶν σοφῶντούτων καὶ περιττῶν καινουργὸς ἀρεσκευ-μάτων)· ἔγραψεν ὅπως οἱ πεμπόμενοι κατὰψήφισμα δημοσίᾳ πρὸς Ἀντίγονον ἢ Δημή-τριον ἀντὶ πρεσβευτῶν θεωροὶ λέγοιντο,καθάπερ οἱ Πυθοῖ καὶ Ὀλυμπίαζε τὰς πα-τρίους θυσίας ὑπὲρ τῶν πόλεων ἀνάγοντες

22

καὶ φιλοτέχνῳ τῶν ἔργων ὕψος τι διανοίαςκαὶ φρονήματος συνεκφερόντων, ὥστε μὴμόνον γνώμης καὶ περιουσίας, ἀλλὰ καὶχειρὸς ἄξια φαίνεσθαι βασιλικῆς. μεγέθειμὲν γὰρ ἐπέπληττε καὶ τοὺς φίλους, κάλλειδὲ καὶ τοὺς πολεμίους ἔτερπε· τοῦτο δ' ἔτιμᾶλλον ἀληθῶς ἢ κομψῶς εἴρηται. καὶ τὰςμὲν ἑκκαιδεκήρεις αὐτοῦ καὶ τὰς πεντεκαι-δεκήρεις ἐθαύμαζον ἑστῶτες οἱ πολέμιοιπαρὰ τὴν γῆν αὐτῶν πλεούσας, αἱ δ' ἑλε-πόλεις ὡς θέαμα τοῖς πολιορκουμένοιςἦσαν, ὡς αὐτὰ τὰ πράγματα μαρτυρεῖ. Λυ-σίμαχος μὲν γάρ, ἔχθιστος ὢν Δημητρίῳτῶν βασιλέων καὶ πολιορκοῦντι Σόλουςτοὺς Κιλικίους ἀντιτεταγμένος, ἔπεμψεπαρακαλῶν ἐπιδεῖξαι τὰς μηχανὰς αὐτῷκαὶ τὰς ναῦς πλεούσας· ἐπιδείξαντος δὲθαυμάσας ἀπῆλθε. Ῥόδιοι δὲ πολὺν χρόνονὑπ' αὐτοῦ πολιορκηθέντες, ἐπεὶ κατελύσα-ντο τὸν πόλεμον, ᾐτήσαντο τῶν μηχανῶνἐνίας, ὅπως ὑπόμνημα τῆς ἐκείνου δυνάμε-

39

ἐπάγοντα Πάρθους τὴν ἀπ' Εὐφράτου καὶΣυρίας ἄχρι Λυδίας καὶ Ἰωνίας Ἀσίαν κα-ταστρέφεσθαι. μόλις οὖν ὥσπερ ἐξυπνισθε-ὶς καὶ ἀποκραιπαλήσας, ὥρμησε μὲν Πάρ-θοις ἐνίστασθαι καὶ μέχρι Φοινίκης προῆλ-θε, Φουλβίας δὲ γράμματα θρήνων μεστὰπεμπούσης, ἐπέστρεψεν εἰς τὴν Ἰταλίανἄγων ναῦς διακοσίας. ἀναλαβὼν δὲ κατὰπλοῦν τῶν φίλων τοὺς πεφευγότας, ἐπυν-θάνετο τοῦ πολέμου τὴν Φουλβίαν αἰτίανγεγονέναι, φύσει μὲν οὖσαν πολυπράγμονακαὶ θρασεῖαν, ἐλπίζουσαν δὲ τῆς Κλεο-πάτρας ἀπάξειν τὸν Ἀντώνιον, εἴ τι γένοι-το κίνημα περὶ τὴν Ἰταλίαν. συμβαίνει δ'ἀπὸ τύχης καὶ Φουλβίαν πλέουσαν πρὸςαὐτὸν ἐν Σικυῶνι νόσῳ τελευτῆσαι· διὸ καὶμᾶλλον αἱ πρὸς Καίσαρα διαλλαγαὶ καιρὸνἔσχον. ὡς γὰρ προσέμειξε τῇ Ἰταλίᾳ καὶΚαῖσαρ ἦν φανερὸς ἐκείνῳ μὲν οὐθὲν ἐγκα-λῶν, αὐτὸς δ' ὧν ἐνεκαλεῖτο τὰς αἰτίας τῇΦουλβίᾳ προστριβόμενος, οὐκ εἴων [δ']

162

λογίαν, ἡγούμενος οὕτως ἂν ἐπισπα-σθέντων μάλιστα τῶν πολεμίων ἐκ παρα-τάξεως μάχην γενέσθαι. προελθὼν δὲ μιᾶςὁδὸν ἡμέρας, ὡς ἑώρα τοὺς Πάρθους κύ-κλῳ περιχεομένους καὶ προσπεσεῖν καθ'ὁδὸν αὐτῷ ζητοῦντας, ἐξέθηκε μὲν τὸ τῆςμάχης σύμβολον ἐν τῷ στρατοπέδῳ, καθε-λὼν δὲ τὰς σκηνὰς ὡς οὐ μαχησόμενος,ἀλλ' ἀπάξων, παρημείβετο τῶν βαρβάρωντὴν τάξιν οὖσαν μηνοειδῆ, κελεύσας, ὅτανοἱ πρῶτοι τοῖς ὁπλίταις ἐν ἐφικτῷ δοκῶσινεἶναι, τοὺς ἱππεῖς ἐναντίους εἰσελαύνειν.τοῖς δὲ Πάρθοις παρακεκριμένοις λόγουκρείττων ἡ τάξις ἐφαίνετο τῶν Ῥωμαίων,καὶ κατεθεῶντο παρεξιόντας ἐν διαστήμα-σιν ἴσοις ἀθορύβως καὶ σιωπῇ τοὺς ὑσσοὺςκραδαίνοντας. ὡς δὲ τὸ σημεῖον ἤρθη καὶπροσεφέροντο μετὰ κραυγῆς ἐπιστρέψα-ντες οἱ ἱππεῖς, τούτους μὲν ἠμύνοντο δε-ξάμενοι, καίπερ εὐθὺς ἐντὸς τοξεύματοςγενομένους, τῶν δ' ὁπλιτῶν συναπτόντων

179

βουλόμενος ἐπὶ τὰς χρείας, τῆς δὲ περὶ τὰςναῦς καὶ τὰ μηχανήματα μεγαλουργίας καὶκαθ' ἡδονήν τινα τοῦ θεωρεῖν ἀπλήστωςἔχων. εὐφυὴς γὰρ ὢν καὶ θεωρητικός, οὐκεἰς παιδιὰς οὐδ' εἰς διαγωγὰς ἀχρήστουςἔτρεψε τὸ φιλότεχνον, ὥσπερ ἄλλοι βασι-λεῖς αὐλοῦντες καὶ ζωγραφοῦντες καὶ το-ρεύοντες. Ἀέροπος γὰρ ὁ Μακεδὼν τρα-πέζια μικρὰ καὶ λυχνίδια τεκταινόμενοςὁπότε σχολάζοι διῆγεν. Ἄτταλος δ' ὁ Φι-λομήτωρ ἐκήπευε τὰς φαρμακώδεις βο-τάνας, οὐ μόνον ὑοσκύαμον καὶ ἐλλέβορον,ἀλλὰ καὶ κώνειον καὶ ἀκόνιτον καὶ δορύ-κνιον, αὐτὸς ἐν τοῖς βασιλείοις σπείρωνκαὶ φυτεύων, ὀπούς τε καὶ καρπὸν αὐτῶνἔργον πεποιημένος εἰδέναι καὶ κομίζεσθαικαθ' ὥραν. οἱ δὲ Πάρθων βασιλεῖς ἐσεμνύ-νοντο τὰς ἀκίδας τῶν βελῶν χαράττοντεςαὐτοὶ καὶ παραθήγοντες. ἀλλὰ μὴν Δημη-τρίου καὶ τὸ βάναυσον ἦν βασιλικόν, καὶμέγεθος ἡ μέθοδος εἶχεν, ἅμα τῷ περιττῷ

38

ἐν ταῖς Ἑλληνικαῖς ἑορταῖς.Ἦν δὲ καὶ τἆλλα παράτολμος ὁ Στρατο-κλῆς, καὶ βεβιωκὼς ἀσελγῶς καὶ τῇ βωμο-λοχίᾳ καὶ βδελυρίᾳ τοῦ παλαιοῦ Κλέωνοςἀπομιμεῖσθαι δοκῶν τὴν πρὸς τὸν δῆμονεὐχέρειαν. ἔσχε δὲ τὴν ἑταίραν Φυλάκιονἀνειληφώς, καί ποτ' αὐτῷ πρὸς δεῖπνον ἐξἀγορᾶς πριαμένης ἐγκεφάλους καὶ τραχή-λους "παπαί" εἶπε "τοιαῦτά γ' ὠψώνηκαςοἷς σφαιρίζομεν οἱ πολιτευόμενοι." τῆς δὲπερὶ Ἀμοργὸν ἥττης τῶν νεῶν συμβάσηςτοῖς Ἀθηναίοις, φθάσας τοὺς ἀπαγγέλλο-ντας εἰσήλασεν ἐστεφανωμένος διὰ τοῦ Κε-ραμεικοῦ, καὶ προσαγγείλας ὅτι νενικήκα-σιν εὐαγγέλια θύειν ἔγραψε καὶ κρεωδαισί-αν τινὰ κατὰ φυλὴν ἐποίησεν. ὀλίγῳ δ'ὕστερον τῶν τὰ ναυάγια κομιζόντων ἀπὸτῆς μάχης παραγενομένων καὶ τοῦ δήμουπρὸς ὀργὴν καλοῦντος αὐτόν, ἰταμῶς ὑπο-στὰς τὸν θόρυβον "εἶτ'" ἔφη "τί πεπόνθατεδεινόν, εἰ δύο ἡμέρας ἡδέως γεγόνατε;"

23

άτης, ὡς ἤκουσε τὴν ἀπόλειψιν τῶν μηχα-νοφόρων ἁμαξῶν, ἔπεμψε τῶν ἱππέων πολ-λοὺς ἐπ' αὐτάς, ὑφ' ὧν περιληφθεὶς ὁ Στα-τιανὸς ἀποθνῄσκει μὲν αὐτός, ἀποθνῄσκου-σι δὲ μύριοι τῶν μετ' αὐτοῦ. τὰς δὲ μηχα-νὰς ἑλόντες οἱ βάρβαροι διέφθειραν. εἷλονδὲ παμπόλλους, ἐν οἷς καὶ Πολέμων ἦν ὁβασιλεύς.[39] Τοῦτο πάντας μὲν ὡς εἰκὸς ἠνίασετοὺς περὶ Ἀντώνιον, ἀνελπίστως ἐν ἀρχῇπληγέντας· ὁ δ' Ἀρμένιος Ἀρταουάσδηςἀπογνοὺς τὰ Ῥωμαίων ᾤχετο τὴν αὑτοῦστρατιὰν ἀναλαβών, καίπερ αἰτιώτατοςτοῦ πολέμου γενόμενος. ἐπιφανέντων δὲλαμπρῶς τοῖς πολιορκοῦσι τῶν Πάρθωνκαὶ χρωμένων ἀπειλαῖς πρὸς ὕβριν, οὐ βου-λόμενος Ἀντώνιος ἡσυχάζοντι τῷ στρατῷτὸ δυσθυμοῦν καὶ καταπεπληγμένον ἐμ-μένειν καὶ αὔξεσθαι, δέκα τάγματα λαβὼνκαὶ τρεῖς στρατηγίδας σπείρας ὁπλιτῶν,τοὺς δ' ἱππεῖς ἅπαντας, ἐξήγαγε πρὸς σιτο-

178

ἐξελέγχειν οἱ φίλοι τὴν πρόφασιν, ἀλλὰδιέλυον ἀμφοτέρους καὶ διῄρουν τὴν ἡγε-μονίαν, ὅρον ποιούμενοι τὸν Ἰόνιον, καὶ τὰμὲν ἑῷα νέμοντες Ἀντωνίῳ, τὰ δ' ἑσπέριαΚαίσαρι, Λέπιδον δὲ Λιβύην ἔχειν ἐῶντες,ὑπατεύειν δὲ τάξαντες, ὅτε μὴ δόξειεναὐτοῖς, φίλους ἑκατέρων παρὰ μέρος.[31] Ταῦτ' ἔχειν καλῶς δοκοῦντα πίστεωςἐδεῖτο σφοδροτέρας, ἣν ἡ τύχη παρέσχεν.Ὀκταουία γὰρ ἦν ἀδελφὴ πρεσβυτέρα μέν,οὐχ ὁμομητρία δὲ Καίσαρι· ἐγεγόνει γὰρἐξ Ἀγχαρίας, ὁ δ' ὕστερον ἐξ Ἀτίας.ἔστεργε δ' ὑπερφυῶς τὴν ἀδελφήν, χρῆμαθαυμαστὸν ὡς λέγεται γυναικὸς γενο-μένην. αὕτη, Γαΐου Μαρκέλλου τοῦ γήμα-ντος αὐτὴν οὐ πάλαι τεθνηκότος, ἐχήρευεν.ἐδόκει δὲ καὶ Φουλβίας ἀποιχομένης χη-ρεύειν Ἀντώνιος, ἔχειν μὲν οὐκ ἀρνούμενοςΚλεοπάτραν, γάμῳ δ' οὐχ ὁμολογῶν ἀλλ'ἔτι τῷ λόγῳ περί γε τούτου πρὸς τὸν ἔρω-τα τῆς Αἰγυπτίας μαχόμενος. τοῦτον ἅπα-

163

τοιαύτη μὲν ἡ τοῦ Στρατοκλέους θρασύ-της.[12] Ἦν δ' ἄρα καὶ πυρὸς ἕτερα θερμότερακατὰ τὸν Ἀριστοφάνη· γράφει γάρ τις ἄλ-λος ὑπερβαλλόμενος ἀνελευθερίᾳ τὸν Στρα-τοκλέα, δέχεσθαι Δημήτριον ὁσάκις ἂνἀφίκηται τοῖς Δήμητρος καὶ Διονύσου ξε-νισμοῖς, τῷ δ' ὑπερβαλλομένῳ λαμπρότητικαὶ πολυτελείᾳ τὴν ὑποδοχὴν ἀργύριον εἰςἀνάθημα δημοσίᾳ δίδοσθαι. τέλος δὲ τῶντε μηνῶν τὸν Μουνυχιῶνα Δημητριῶνακαὶ τῶν ἡμερῶν τὴν ἕνην καὶ νέαν Δημη-τριάδα προσηγόρευσαν, καὶ τῶν ἑορτῶν τὰΔιονύσια μετωνόμασαν Δημήτρια. ἐπεσή-μηνε δὲ τοῖς πλείστοις τὸ θεῖον· ὁ μὲν γὰρπέπλος, ὥσπερ ἐψηφίσαντο μετὰ τοῦ Διὸςκαὶ τῆς Ἀθηνᾶς προσενυφηναμένων Δημή-τριον καὶ Ἀντίγονον, πεμπόμενος διὰ τοῦΚεραμεικοῦ μέσος ἐρράγη θυέλλης ἐμπε-σούσης. περὶ δὲ τοὺς βωμοὺς τοὺς ἐκείνωνἐξήνθησεν ἡ γῆ κύκλῳ πολὺ κώνειον, μηδ'

24

διοχλήσειεν αὐτόν, "ἐπυθόμην," φάναι τὸνἈντίγονον, "ἀλλὰ πότερον Θάσιον ἢ Χῖονἦν τὸ ῥεῦμα;" πυθόμενος δ' αὖθις ἀσθενῶςἔχειν αὐτὸν ἐβάδιζεν ὀψόμενος, καὶ τῶνκαλῶν τινι περὶ θύρας ἀπήντησεν· εἰσελ-θὼν δὲ καὶ καθίσας παρ' αὐτὸν ἥψατο τῆςχειρός· ἐκείνου δ' εἰπόντος ὅτι νῦν ὁ πυρε-τὸς ἀποκεχώρηκεν, "ἀμέλει παιδίον" ἔφη"καὶ ἐμοὶ νῦν περὶ θύρας ἀπιὼν ἀπήντηκε."ταῦτα δ' οὕτω πράως ἔφερε τοῦ Δημητρίουδιὰ τὴν ἄλλην πρᾶξιν. οἱ μὲν γὰρ Σκύθαιπίνοντες καὶ μεθυσκόμενοι παραψάλλουσιτὰς νευρὰς τῶν τόξων, οἷον ἐκλυόμενονὑπὸ τῆς ἡδονῆς ἀνακαλούμενοι τὸν θυμόν,ἐκεῖνος δὲ τὰ μὲν ἡδονῇ διδοὺς ἁπλῶς ἑαυ-τόν, τὰ δὲ σπουδῇ, καὶ θάτερα τῶν ἑτέρωνἄκρατα μεταχειριζόμενος, οὐχ ἧττον ἦνδεινὸς ἐν ταῖς τοῦ πολέμου παρασκευαῖς.[20] Ἀλλὰ καὶ παρασκευάσασθαι δύναμιν ἢχρήσασθαι βελτίων ἐδόκει στρατηγὸςεἶναι, πάντα μὲν ἐκ περιουσίας ὑπάρχειν

37

ντες εἰσηγοῦντο τὸν γάμον, ἐλπίζοντες τὴνὈκταουίαν, ἐπὶ κάλλει τοσούτῳ σεμνότη-τα καὶ νοῦν ἔχουσαν, εἰς ταὐτὸν τῷ Ἀντω-νίῳ παραγενομένην καὶ στερχθεῖσαν ὡςεἰκὸς τοιαύτην γυναῖκα, πάντων πραγ-μάτων αὐτοῖς σωτηρίαν ἔσεσθαι καὶ σύ-γκρασιν. ὡς οὖν ἔδοξεν ἀμφοτέροις, ἀνα-βάντες εἰς Ῥώμην ἐπετέλουν τὸν Ὀκτα-ουίας γάμον, οὐκ ἐῶντος μὲν νόμου πρὸδέκα μηνῶν ἀνδρὸς τελευτήσαντος γαμε-ῖσθαι, τῆς δὲ συγκλήτου δόγματι τὸνχρόνον ἐκείνοις ἀνείσης.[32] Σέξτου δὲ Πομπηίου Σικελίαν μὲνἔχοντος, Ἰταλίαν δὲ πορθοῦντος, λῃστρίσιδὲ ναυσὶ πολλαῖς, ὧν Μηνᾶς ὁ πειρατὴςκαὶ Μενεκράτης ἦρχον, ἄπλουν τὴν θάλασ-σαν πεποιηκότος, Ἀντωνίῳ δὲ κεχρῆσθαιδοκοῦντος φιλανθρώπως -- ὑπεδέξατο γὰραὐτοῦ τὴν μητέρα τῇ Φουλβίᾳ συνεκπεσο-ῦσαν -- , ἔδοξε καὶ πρὸς τοῦτον διαλυθῆναι.καὶ συνῆλθον εἰς ταὐτὸν κατὰ τὴν ἐν Μιση-

164

μαδίων Πάρθους ἔαρος ἀρχῇ Μηδίαν κατα-λαβεῖν, οὐκ ἠνέσχετο τὸν χρόνον, ἀλλ'εὐθὺς ἦγεν ἐν ἀριστερᾷ λαβὼν Ἀρμενίαν,καὶ τῆς Ἀτροπατηνῆς ἁψάμενος ἐπόρθειτὴν χώραν. ἔπειτα μηχανημάτων αὐτῷπρὸς πολιορκίαν ἀναγκαίων τριακοσίαιςἁμάξαις παραπεμπομένων, ἐν οἷς καὶ κριὸςἦν ὀγδοήκοντα ποδῶν μῆκος, ὧν οὐδὲν ἐνε-χώρει διαφθαρὲν ἐπὶ καιροῦ πάλιν γε-νέσθαι διὰ τὸ τὴν ἄνω χώραν πᾶν ξύλονἀγεννὲς εἰς μῆκος καὶ μαλθακὸν ἐκφέρειν,ἐπειγόμενος ὡς ἐμπόδια τοῦ ταχύνεινἀπέλιπε, φυλακήν τινα καὶ Στατιανὸν ἡγε-μόνα τῶν ἁμαξῶν ἐπιστήσας, αὐτὸς δὲΦραάτα μεγάλην πόλιν, ἐν ᾗ καὶ τέκνα καὶγυναῖκες ἦσαν τοῦ τῆς Μηδίας βασιλέως,ἐπολιόρκει. τῆς δὲ χρείας εὐθὺς ὅσον ἥμαρ-τε τὰς μηχανὰς ἀπολιπὼν ἐξελεγχούσης,ὁμόσε χωρῶν ἔχου πρὸς τὴν πόλιν χῶμασχολῇ καὶ πολυπόνως ἀνιστάμενον. ἐν τού-τῳ δὲ καταβαίνων στρατιᾷ μεγάλῃ Φρα-

177

ἀλιμένους καὶ χαλεποὺς ἐκριφῆναι, πολλὰςδὲ τῶν νεῶν ἀπολέσαντος, ἐπανῆλθενἄπρακτος.Ἦν δὲ τότε μικρὸν ἀπολείποντα γεγονὼςἔτη τῶν ὀγδοήκοντα· μεγέθει δὲ καὶ βαρύ-τητι σώματος μᾶλλον ἢ διὰ τὸ γῆρας ἐπὶτὰς στρατείας γεγονὼς δυσπαρακόμιστος,ἐχρῆτο τῷ παιδί, καὶ δι' εὐτυχίαν καὶ δι'ἐμπειρίαν ἤδη τὰ μέγιστα καλῶς διοικο-ῦντι, τρυφὰς δὲ καὶ πολυτελείας καὶπότους αὐτοῦ μὴ βαρυνόμενος. εἰρήνης γὰροὔσης ἀφύβριζεν εἰς ταῦτα, καὶ σχολάζωνἐχρῆτο πρὸς τὰς ἡδονὰς ἀνειμένως αὑτῷκαὶ κατακόρως, ἐν δὲ τοῖς πολέμοις ὡς οἱφύσει σώφρονες ἔνηφε. λέγεται δὲ τῆς Λα-μίας ἀναφανδὸν ἤδη κρατούσης τὸν Ἀντί-γονον ὑπὸ τοῦ Δημητρίου καταφιλούμενονἥκοντος ἀπὸ ξένης εἰπεῖν ἅμα γελῶντα·"δοκεῖς Λάμιαν ὦ παῖ καταφιλεῖν." πάλινδέ ποτε πλείονας ἡμέρας ἐν πότοις γενο-μένου, καὶ πρόφασιν λέγοντος ὡς ῥεῦμα

36

ἄλλως τῆς χώρας πολλαχοῦ φυόμενον. ᾗ δ'ἡμέρᾳ τὰ τῶν Διονυσίων ἐγίνετο, τὴν πο-μπὴν κατέλυσαν ἰσχυρῶν πάγων γενο-μένων παρ' ὥραν, καὶ πάχνης βαθείας ἐπι-πεσούσης οὐ μόνον ἀμπέλους καὶ συκᾶςἁπάσας ἀπέκαυσε τὸ ψῦχος, ἀλλὰ καὶ τοῦσίτου τὸν πλεῖστον ἐν χλόῃ διέφθειρε. διὸκαὶ Φιλιππίδης ἐχθρὸς ὢν τοῦ Στρατο-κλέους ἐν κωμῳδίᾳ πρὸς αὐτὸν ἐποίησε τα-ῦτα·

δι' ὃν ἀπέκαυσεν ἡ πάχνη τὰς ἀμπέλους,δι' ὃν ἀσεβοῦνθ' ὁ πέπλος ἐρράγη μέσος,ποιοῦντα τιμὰς τὰς [τῶν] θεῶν ἀνθρωπί-νας.ταῦτα καταλύει δῆμον, οὐ κωμῳδία.

ἦν δ' ὁ Φιλιππίδης Λυσιμάχου φίλος, καὶπολλὰ δι' αὐτὸν ὁ δῆμος εὖ ἔπαθεν ὑπὸ τοῦβασιλέως. ἐδόκει δὲ καὶ πρὸς πρᾶξιν αὐτῷκαὶ πρὸς στρατείαν εὐσύμβολος ἀπαντήσας

25

σχιλίους παρέχων -- ἐξήτασε τὸν στρατόν.ἦσαν δὲ Ῥωμαίων μὲν αὐτῶν ἑξακισμύριοιπεζοί, καὶ τὸ Ῥωμαίοις συντεταγμένον ἱπ-πικὸν Ἰβήρων καὶ Κελτῶν μύριοι, τῶν δ'ἄλλων ἐθνῶν ἐγένοντο τρεῖς μυριάδες σὺνἱππεῦσιν ὁμοῦ καὶ ψιλοῖς. τοσαύτην μέντοιπαρασκευὴν καὶ δύναμιν, ἣ καὶ τοὺς πέρανΒάκτρων Ἰνδοὺς ἐφόβησε καὶ πᾶσανἐκράδανε τὴν Ἀσίαν, ἀνόνητον αὐτῷ διὰΚλεοπάτραν γενέσθαι λέγουσι. σπεύδονταγὰρ ἐκείνῃ συνδιαχειμάσαι, τὸν πόλεμονἐξενεγκεῖν πρὸ καιροῦ καὶ πᾶσι χρήσασθαιτεταραγμένως, οὐκ ὄντα τῶν ἑαυτοῦ λογι-σμῶν, ἀλλ' ὑπὸ φαρμάκων τινῶν ἢ γοητεί-ας παπταίνοντα πρὸς ἐκείνην ἀεί, καὶ πρὸςτὸ τάχιον ἐπανελθεῖν μᾶλλον ἢ πρὸς τὸκρατῆσαι τῶν πολεμίων γενόμενον.[38] Πρῶτον μὲν οὖν αὐτοῦ δέον ἐν Ἀρμε-νίᾳ διαχειμάσαι καὶ διαναπαῦσαι τὸν στρα-τόν, ὀκτακισχιλίων σταδίων ἀποτετρυ-μένον πορείᾳ, καὶ πρὶν ἢ κινεῖν ἐκ τῶν χει-

176

νοῖς ἄκραν καὶ τὸ χῶμα, Πομπηίῳ μὲν τοῦστόλου παρορμοῦντος, Ἀντωνίῳ δὲ καὶΚαίσαρι τῶν πεζῶν παρακεκριμένων. ἐπεὶδὲ συνέθεντο Πομπήιον ἔχοντα Σαρδόνακαὶ Σικελίαν καθαράν τε λῃστηρίων πα-ρέχειν τὴν θάλατταν καὶ σίτου τι τεταγ-μένον ἀποστέλλειν εἰς Ῥώμην, ἐκάλουν ἐπὶδεῖπνον ἀλλήλους. κληρουμένων δὲ πρῶτοςἑστιᾶν αὐτοὺς ἔλαχε Πομπήιος. ἐρομένουδ' αὐτὸν Ἀντωνίου ποῦ δειπνήσουσιν,"ἐνταῦθα" ἔφη δείξας τὴν στρατηγίδα ναῦνοὖσαν ἑξήρη, "πατρῷος γὰρ οἶκος αὕτηΠομπηίῳ λέλειπται." ταῦτα δ' εἰς τὸνἈντώνιον ὀνειδίζων ἔλεγεν, ἐπεὶ τὴν Πο-μπηίου τοῦ πατρὸς γενομένην οἰκίαν ἐκε-ῖνος εἶχεν. ὁρμίσας δὲ τὴν ναῦν ἐπ' ἀγκυ-ρῶν καὶ διάβασίν τινα γεφυρώσας ἀπὸ τῆςἄκρας, ἀνελάμβανεν αὐτοὺς προθύμως. ἀκ-μαζούσης δὲ τῆς συνουσίας, καὶ τῶν εἰςΚλεοπάτραν καὶ Ἀντώνιον ἀνθούντωνσκωμμάτων, Μηνᾶς ὁ πειρατὴς τῷ Πο-

165

εἶναι καὶ ὀφθείς. ἄλλως δὲ καὶ διὰ τὸ ἦθοςεὐδοκίμει, μηθὲν ἐνοχλῶν μηδ' αὐλικῆς πε-ριεργίας ἀναπιμπλάμενος. φιλοφρονου-μένου δέ ποτε τοῦ Λυσιμάχου πρὸς αὐτὸνκαὶ εἰπόντος "ὦ Φιλιππίδη, τίνος σοι τῶνἐμῶν μεταδῶ;" "μόνον" ἔφη "βασιλεῦ μὴτῶν ἀπορρήτων". τοῦτον μὲν οὖν ἐπίτηδεςἐκείνῳ παρεθήκαμεν, τῷ ἀπὸ τοῦ βήματοςτὸν ἀπὸ τῆς θυμέλης.[13] Ὃ δὲ μάλιστα τῶν τιμῶν ὑπερφυὲςἦν καὶ ἀλλόκοτον, ἔγραψε Δρομοκλείδης ὁΣφήττιος, ὑπὲρ τῆς τῶν ἀσπίδων ἀναθέσε-ως εἰς Δελφοὺς παρὰ Δημητρίου λαβεῖνχρησμόν. αὐτὴν δὲ παραγράψω τὴν λέξινἐκ τοῦ ψηφίσματος οὕτως ἔχουσαν· "ἀγαθῇτύχῃ· δεδόχθαι τῷ δήμῳ, χειροτονῆσαι τὸνδῆμον ἕνα ἄνδρα ἐξ Ἀθηναίων, ὅστις ἀφι-κόμενος πρὸς τὸν Σωτῆρα καὶ καλλιερη-σάμενος ἐπερωτήσει [Δημήτριον] τὸν Σω-τῆρα, πῶς <ἂν> εὐσεβέστατα καὶ κάλλι-στα καὶ τὴν ταχίστην ὁ δῆμος τὴν ἀποκα-

26

πολλὰ παρέχουσαν αὐτοὺς ἐλαφροτέρουςκαὶ μαλακωτέρους τοῖς ὑπηκόοις πρότερονεἰρωνείαν τῆς ἐξουσίας ἀφελόντες. τοσο-ῦτον ἴσχυσε κόλακος φωνὴ μία καὶ τοσαύ-της ἐνέπλησε τὴν οἰκουμένην μεταβολῆς.[19] Ἀντίγονος δὲ τοῖς πεπραγμένοις ὑπὸΔημητρίου περὶ Κύπρον ἐπαρθείς, εὐθὺςἐστράτευσεν ἐπὶ Πτολεμαῖον, αὐτὸς μὲνἄγων πεζῇ τὴν δύναμιν, Δημητρίου δὲ με-γάλῳ στόλῳ συμπαραπλέοντος. ὃν δὲτρόπον ἤμελλε κρίνεσθαι τὰ πράγματα,Μήδιος Ἀντιγόνου φίλος ὄψιν εἶδε κατὰτοὺς ὕπνους. ἐδόκει γὰρ αὐτὸν Ἀντίγονονἀγωνίζεσθαι μετὰ τῆς στρατιᾶς ἁπάσης δί-αυλον, εὐρώστως καὶ ταχὺ τὸ πρῶτον, εἶτακατὰ μικρὸν ἐνδιδόναι τὴν δύναμιν αὐτῷ,καὶ τέλος ὡς ἔκαμψεν ἀσθενῆ γενόμενονκαὶ μεστὸν ἄσθματος οὐ ῥᾳδίως ἀναφέρειν.αὐτός τ' οὖν ἐντυχὼν κατὰ γῆν πολλαῖςἀπορίαις, καὶ Δημητρίου χειμῶνι μεγάλῳκαὶ κλύδωνι κινδυνεύσαντος εἰς τόπους

35

μπηίῳ προσελθών, ὡς μὴ κατακούειν ἐκεί-νους "βούλει" φησί "τὰς ἀγκύρας τῆς νεὼςὑποτέμω καὶ ποιήσω σε μὴ Σικελίας καὶΣαρδόνος, ἀλλὰ τῆς Ῥωμαίων κύριον ἡγε-μονίας;" ὁ δὲ Πομπήιος ἀκούσας καὶ πρὸςαὑτῷ γενόμενος βραχὺν χρόνον, "ἔδει σε"φησίν "ὦ Μηνᾶ τοῦτ' ἐμοὶ μὴ προειπόνταποιῆσαι· νυνὶ δὲ τὰ παρόντα στέργωμεν·ἐπιορκεῖν γὰρ οὐκ ἐμόν." οὗτος μὲν οὖνπάλιν ἀνθεστιαθεὶς ὑπ' ἀμφοτέρων εἰς τὴνΣικελίαν ἀπέπλευσεν.[33] Ἀντώνιος δὲ μετὰ τὰς διαλύσεις Οὐε-ντίδιον μὲν εἰς Ἀσίαν προὔπεμπε, Πάρθοιςἐμποδὼν ἐσόμενον τοῦ πρόσω χωρεῖν,αὐτὸς δὲ Καίσαρι χαριζόμενος ἱερεὺς ἀπε-δείχθη τοῦ προτέρου Καίσαρος· καὶ τἆλλακοινῶς καὶ φιλικῶς ἐν τοῖς πολιτικοῖς καὶμεγίστοις ἔπραττον. αἱ δὲ περὶ τὰς παιδιὰςἅμιλλαι τὸν Ἀντώνιον ἐλύπουν, ἀεὶ τοῦΚαίσαρος ἔλαττον φερόμενον. ἦν γάρ τιςἀνὴρ σὺν αὐτῷ μαντικὸς ἀπ' Αἰγύπτου τῶν

166

σκον οὐκ ὀλίγοι, καὶ Μοναίσης ἀνὴρ ἐπι-φανὴς καὶ δυνατὸς ἧκε φεύγων πρὸςἈντώνιον, τὰς μὲν ἐκείνου τύχας ταῖς Θε-μιστοκλέους εἰκάσας, περιουσίαν δὲ τὴνἑαυτοῦ καὶ μεγαλοφροσύνην τοῖς Περσῶνβασιλεῦσι παραβαλών, ἐδωρήσατο τρεῖςπόλεις αὐτῷ, Λάρισσαν καὶ Ἀρέθουσαν καὶἹερὰν πόλιν ἣν Βαμβύκην πρότερονἐκάλουν. τοῦ δὲ Πάρθων βασιλέως τῷ Μο-ναίσῃ δεξιὰν καταπέμψαντος, ἄσμενοςαὐτὸν ἀπέστειλεν ὁ Ἀντώνιος, ἐξαπατᾶνμὲν ἐγνωκὼς τὸν Φραάτην ὡς εἰρήνης ἐσο-μένης, ἀξιῶν δὲ τὰς ἁλούσας ἐπὶ Κράσσουσημαίας καὶ τῶν ἀνδρῶν ἀπολαβεῖν τοὺςπεριόντας. αὐτὸς δὲ Κλεοπάτραν εἰς Αἴγυ-πτον ἀποπέμψας, ἐχώρει δι' Ἀραβίας καὶἈρμενίας, ὅπου συνελθούσης αὐτῷ τῆς δυ-νάμεως καὶ τῶν συμμάχων βασιλέων --πάμπολλοι δ' ἦσαν οὗτοι, μέγιστος δὲπάντων ὁ τῆς Ἀρμενίας Ἀρταουάσδης,ἑξακισχιλίους ἱππεῖς καὶ πεζοὺς ἑπτακι-

175

μένων καὶ αὐτοὶ βασιλέα τὸν Πτολεμαῖονἀνηγόρευσαν, ὡς μὴ δοκεῖν τοῦ φρονήμα-τος ὑφίεσθαι διὰ τὴν ἧτταν. ἐπενείματο δ'οὕτως τὸ πρᾶγμα τῷ ζήλῳ τοὺς <ἄλλους>διαδόχους· καὶ γὰρ Λυσίμαχος ἤρξατο φο-ρεῖν διάδημα, καὶ Σέλευκος ἐντυγχάνωντοῖς Ἕλλησιν, ἐπεὶ τοῖς γε βαρβάροις<καὶ> πρότερον οὗτος ὡς βασιλεὺς ἐχρη-μάτιζε. Κάσσανδρος δέ, τῶν ἄλλων αὐτὸνβασιλέα καὶ γραφόντων καὶ καλούντων,αὐτὸς ὥσπερ πρότερον εἰώθει τὰς ἐπιστο-λὰς ἔγραφε. τοῦτο δ' οὐ προσθήκην ὀνόμα-τος καὶ σχήματος ἐξαλλαγὴν εἶχε μόνον,ἀλλὰ καὶ τὰ φρονήματα τῶν ἀνδρῶν ἐκίνη-σε καὶ τὰς γνώμας ἐπῆρε, καὶ τοῖς βίοιςκαὶ ταῖς ὁμιλίαις αὐτῶν ὄγκον ἐνεποίησεκαὶ βαρύτητα, καθάπερ τραγικῶν ὑποκρι-τῶν ἅμα τῇ σκευῇ συμμεταβαλόντων καὶβάδισμα καὶ φωνὴν καὶ κατάκλισιν καὶπροσαγόρευσιν. ἐκ δὲ τούτων ἐγίνοντο καὶπερὶ τὰς δικαιώσεις βιαιότεροι, τὴν εἰς

34

τάστασιν ποιήσαιτο τῶν ἀναθημάτων. ὅ τιδ' ἂν χρήσῃ, ταῦτα πράττειν τὸν δῆμον."οὕτω καταμωκώμενοι τοῦ ἀνθρώπου,προσδιέφθειραν αὐτόν, οὐδ' ἄλλως ὑγιαίνο-ντα τὴν διάνοιαν.[14] Ἀλλ' ἔν γε ταῖς Ἀθήναις τότε σχο-λάζων ἠγάγετο χηρεύουσαν Εὐρυδίκην, ἣΜιλτιάδου μὲν ἦν ἀπόγονος τοῦ παλαιοῦ,συνοικήσασα δ' Ὀφέλλᾳ τῷ Κυρήνης ἄρ-ξαντι, μετὰ τὴν ἐκείνου τελευτὴν ἀφίκετοπάλιν εἰς τὰς Ἀθήνας. οἱ μὲν οὖν Ἀθηναῖοιτὸν γάμον τοῦτον εἰς χάριν ἔθεντο καὶ τι-μὴν τῆς πόλεως· ἄλλως δ' ὁ Δημήτριοςεὐχερής τις ἦν περὶ γάμους καὶ πολλαῖςἅμα συνῆν γυναιξίν, ὧν ἀξίωμα μέγιστονεἶχε καὶ τιμὴν Φίλα δι' Ἀντίπατρον τὸνπατέρα καὶ διὰ τὸ προσυνῳκηκέναι Κρατε-ρῷ, τῷ πλείστην εὔνοιαν αὑτοῦ παρὰ Μα-κεδόσι τῶν Ἀλεξάνδρου διαδόχων ἀπολι-πόντι. ταύτην ὡς ἔοικε κομιδῇ νέον ὄντατὸν Δημήτριον ἔπειθεν ὁ πατήρ, οὐκ οὖσαν

27

ρον ἑτέρου βασιλέως οὕτω κολασθέντος.ἀλλὰ τὸ αἰσχρὸν ἦν τῶν Κλεοπάτρας τι-μῶν ἀνιαρότατον. ηὔξησε δὲ τὴν διαβολὴνπαῖδας ἐξ αὐτῆς διδύμους ἀνελόμενος, καὶπροσαγορεύσας τὸν μὲν Ἀλέξανδρον, τὴνδὲ Κλεοπάτραν, ἐπίκλησιν δὲ τὸν μὲνἭλιον, τὴν δὲ Σελήνην. οὐ μὴν ἀλλ' ἀγα-θὸς ὢν ἐγκαλλωπίσασθαι τοῖς αἰσχροῖς,ἔλεγε τῆς μὲν Ῥωμαίων ἡγεμονίας οὐ δι'ὧν λαμβάνουσιν, ἀλλ' ἐν οἷς χαρίζονταιφαίνεσθαι τὸ μέγεθος· διαδοχαῖς δὲ καὶ τε-κνώσεσι πολλῶν βασιλέων πλατύνεσθαιτὰς εὐγενείας. οὕτω γοῦν ὑφ' Ἡρακλέουςτεκνωθῆναι τὸν αὑτοῦ πρόγονον, οὐκ ἐνμιᾷ γαστρὶ θεμένου τὴν διαδοχὴν οὐδὲνόμους Σολωνείους καὶ κυήσεως εὐθύναςδεδοικότος, ἀλλὰ τῇ φύσει πολλὰς γενῶνἀρχὰς καὶ καταβολὰς ἀπολιπεῖν ἐφιέντος.[37] Ἐπεὶ δὲ Φραάτου κτείναντοςὈρώδην τὸν πατέρα καὶ τὴν βασιλείαν κα-τασχόντος, ἄλλοι τε Πάρθων ἀπεδίδρα-

174

τὰς γενέσεις ἐπισκοπούντων, ὃς εἴτε Κλεο-πάτρᾳ χαριζόμενος εἴτε χρώμενος ἀληθείᾳπρὸς τὸν Ἀντώνιον ἐπαρρησιάζετο, λέγωντὴν τύχην αὐτοῦ λαμπροτάτην οὖσαν καὶμεγίστην ὑπὸ τῆς Καίσαρος ἀμαυροῦσθαι,καὶ συνεβούλευε πορρωτάτω τοῦ νεανίσκουποιεῖν ἑαυτόν. "ὁ γὰρ σός" ἔφη "δαίμων τὸντούτου φοβεῖται· καὶ γαῦρος ὢν καὶ ὑψη-λὸς ὅταν ᾖ καθ' ἑαυτόν, ὑπ' ἐκείνου γίνεταιταπεινότερος ἐγγίσαντος καὶ ἀγεννέστε-ρος. "καὶ μέντοι τὰ γινόμενα τῷ Αἰγυπτίῳμαρτυρεῖν ἐδόκει. λέγεται γὰρ ὅτι κληρου-μένων μετὰ παιδιᾶς ἐφ' ὅτῳ τύχοιενἑκάστοτε καὶ κυβευόντων ἔλαττον ἔχων ὁἈντώνιος ἀπῄει· πολλάκις δὲ συμβα-λόντων ἀλεκτρυόνας, πολλάκις δὲ μαχί-μους ὄρτυγας, ἐνίκων οἱ Καίσαρος. ἐφ' οἷςἀνιώμενος ἀδήλως ὁ Ἀντώνιος καὶ μᾶλλόντι τῷ Αἰγυπτίῳ προσέχων, ἀπῆρεν ἐκ τῆςἸταλίας, ἐγχειρίσας Καίσαρι τὰ οἰκεῖα·τὴν δ' Ὀκταουίαν ἄχρι τῆς Ἑλλάδος ἐπή-

167

αὐτῷ καθ' ὥραν ἀλλὰ πρεσβυτέραν, λαβε-ῖν· ἀπροθύμως δ' ἔχοντι λέγεται πρὸς τὸοὖς τὸ Εὐριπίδειον εἰπεῖν·

ὅπου τὸ κέρδος, παρὰ φύσιν γαμητέον,

ὁμοιόπτωτόν τι τῷ "δουλευτέον" εὐθυρρη-μονήσας. τοιαύτη μὲν οὖν τις ἦν ἡ τοῦ Δη-μητρίου τιμὴ πρός τε Φίλαν καὶ τὰς ἄλλαςγαμετάς, ὥστε πολλαῖς μὲν ἀνέδην ἑταί-ραις, πολλαῖς δ' ἐλευθέραις συνεῖναι γυναι-ξί, καὶ μάλιστα δὴ περὶ τὴν ἡδονὴν ταύτηνκακῶς ἀκοῦσαι τῶν τότε βασιλέων.[15] Ἐπεὶ δ' ὁ πατὴρ αὐτὸν ἐκάλει Πτολε-μαίῳ περὶ Κύπρου πολεμήσοντα, πείθε-σθαι μὲν ἦν ἀναγκαῖον, ἀχθόμενος δ' ὅτιτὸν ὑπὲρ τῆς Ἑλλάδος πόλεμον ὄντα καλ-λίω καὶ λαμπρότερον ἀπολείπει, προ-σέπεμψε Κλεωνίδῃ τῷ Πτολεμαίου στρα-τηγῷ φρουροῦντι Σικυῶνα καὶ Κόρινθον,χρήματα προτείνων ὥστ' ἐλευθέρας ἀφε-

28

δὲ μηδὲν αὐτοῦ μηδενί, βάδην δὲ καὶ συνε-στῶτι τῷ προσώπῳ μετὰ πολλῆς σιωπῆςπροσιόντος, ἐκπλαγεὶς κομιδῇ καὶ μηκέτικαρτερῶν ὁ Ἀντίγονος ἐπὶ τὰς θύρας ἀπή-ντησε, πολλοῦ παραπέμποντος ἤδη τὸνἈριστόδημον ὄχλου καὶ συντρέχοντος ἐπὶτὸ βασίλειον. ὡς οὖν ἐγγὺς ἦλθεν, ἐκτείναςτὴν δεξιὰν ἀνεβόησε μεγάλῃ τῇ φωνῇ· "χα-ῖρε βασιλεῦ Ἀντίγονε, νικῶμεν [βασιλέα]Πτολεμαῖον ναυμαχίᾳ, καὶ Κύπρον ἔχομενκαὶ στρατιώτας αἰχμαλώτους μυρίους ἑξα-κισχιλίους ὀκτακοσίους." ὁ δ' Ἀντίγονος"καὶ σὺ νὴ Δία χαῖρε" εἶπεν· "οὕτω δ' ἡμᾶςβασανίσας δίκην ὑφέξεις· βράδιον γὰρ ἀπο-λήψῃ τὸ εὐαγγέλιον."[18] Ἐκ τούτου πρῶτον ἀνεφώνησε τὸπλῆθος Ἀντίγονον καὶ Δημήτριον βασι-λέας. Ἀντίγονον μὲν οὖν εὐθὺς ἀνέδησαν οἱφίλοι, Δημητρίῳ δ' ὁ πατὴρ ἔπεμψε διάδη-μα καὶ γράφων ἐπιστολὴν βασιλέα προσε-ῖπεν. οἱ δ' ἐν Αἰγύπτῳ τούτων ἀπαγγελλο-

33

γετο θυγατρίου γεγονότος αὐτοῖς. διαχει-μάζοντι δ' αὐτῷ περὶ Ἀθήνας ἀπαγγέλλε-ται τὰ πρῶτα τῶν Οὐεντιδίου κατορθω-μάτων, ὅτι μάχῃ τοὺς Πάρθους κρατήσαςΛαβιηνὸν ἀπεκτόνοι καὶ Φρανιπάτην, ἡγε-μονικώτατον τῶν Ὀρώδου βασιλέως στρα-τηγῶν. ἐπὶ τούτοις εἱστία τοὺς Ἕλληνας,ἐγυμνασιάρχει δ' Ἀθηναίοις, καὶ τὰ τῆςἡγεμονίας παράσημα καταλιπὼν οἴκοι,μετὰ τῶν γυμνασιαρχικῶν ῥάβδων ἐν ἱμα-τίῳ καὶ φαικασίοις προῄει, καὶ διαλαμ-βάνων τοὺς νεανίσκους ἐτραχήλιζεν.[34] Ἐξιέναι δὲ μέλλων ἐπὶ τὸν πόλεμον,ἀπὸ τῆς ἱερᾶς ἐλαίας στέφανον ἔλαβε, καὶκατά τι λόγιον ἀπὸ τῆς Κλεψύδρας ὕδατοςἐμπλησάμενος ἀγγεῖον ἐκόμιζεν. ἐν τούτῳδὲ Πάκορον τὸν <τοῦ> βασιλέως παῖδα με-γάλῳ στρατῷ Πάρθων αὖθις ἐπὶ Συρίανἐλαύνοντα συμπεσὼν Οὐεντίδιος ἐν τῇΚυρρηστικῇ τρέπεται καὶ διαφθείρει πα-μπόλλους, ἐν πρώτοις Πακόρου πεσόντος.

168

[36] Εὕδουσα δ' ἡ δεινὴ συμφορὰ χρόνονπολύν, ὁ Κλεοπάτρας ἔρως, δοκῶν κατευ-νάσθαι καὶ κατακεκηλῆσθαι τοῖς βελτίοσιλογισμοῖς, αὖθις ἀνέλαμπε καὶ ἀνεθάρρειΣυρίᾳ πλησιάζοντος αὐτοῦ. καὶ τέλος,ὥσπερ φησὶν ὁ Πλάτων τὸ δυσπειθὲς καὶἀκόλαστον τῆς ψυχῆς ὑποζύγιον, ἀπολα-κτίσας τὰ καλὰ καὶ σωτήρια πάντα, Καπί-τωνα Φοντήιον ἔπεμψεν ἄξοντα Κλεο-πάτραν εἰς Συρίαν. ἐλθούσῃ δὲ χαρίζεταικαὶ προστίθησι μικρὸν οὐδὲν οὐδ' ὀλίγον,ἀλλὰ Φοινίκην, Κοίλην Συρίαν, Κύπρον,Κιλικίας πολλήν· ἔτι δὲ τῆς τ' Ἰουδαίωντὴν τὸ βάλσαμον φέρουσαν καὶ τῆς Ναβα-ταίων Ἀραβίας ὅση πρὸς τὴν ἐκτὸς ἀπο-κλίνει θάλασσαν. αὗται μάλιστα Ῥωμαίουςἠνίασαν αἱ δωρεαί. καίτοι πολλοῖς ἐχαρίζε-το τετραρχίας καὶ βασιλείας ἐθνῶν με-γάλων ἰδιώταις οὖσι, πολλοὺς δ' ἀφῃρεῖτοβασιλείας ὡς Ἀντίγονον τὸν Ἰουδαῖον, ὃνκαὶ προαγαγὼν ἐπελέκισεν, οὐδενὸς πρότε-

173

Ἀθηναίοις δὲ χιλίας καὶ διακοσίας ἀπὸ τῶνλαφύρων ἐδωρήσατο πανοπλίας.Αὐτάγγελον δὲ τῆς νίκης τῷ πατρὶ τὸν Μι-λήσιον Ἀριστόδημον ἔπεμψε, πρωτεύοντακολακείᾳ τῶν αὐλικῶν ἁπάντων, καὶ τότεπαρεσκευασμένον ὡς ἔοικε τῶν κολακευ-μάτων τὸ μέγιστον ἐπενεγκεῖν τοῖς πράγ-μασιν. ὡς γὰρ ἐπέρασεν ἀπὸ τῆς Κύπρου,προσέχειν μὲν οὐκ εἴασε τῇ γῇ τὸ πλοῖον,ἀγκύρας δ' ἀφεῖναι κελεύσας καὶ κατὰ ναῦνἔχειν ἀτρέμα πάντας, αὐτὸς ἐμβὰς εἰς τὸἐφόλκιον ἐξῆλθε μόνος καὶ πρὸς τὸν Ἀντί-γονον ἀνέβαινε, μετέωρον ὄντα τῇ προσδο-κίᾳ τῆς μάχης καὶ διακείμενον ὡς εἰκόςἐστι διακεῖσθαι τοὺς περὶ πραγμάτων τηλι-κούτων ἀγωνιῶντας. τότε γε μὴν ἀκούσαςἐκεῖνον ἥκειν, ἔτι μᾶλλον ἢ πρότερον ἔσχεταραχωδῶς, καὶ μόλις μὲν αὑτὸν οἴκοι κα-τεῖχεν, ἄλλους δ' ἐπ' ἄλλοις ἔπεμπεν ὑπη-ρέτας καὶ φίλους πευσομένους τοῦ Ἀριστο-δήμου περὶ τῶν γεγονότων. ἀποκριναμένου

32

ῖναι τὰς πόλεις. οὐ προσδεξαμένου δ' ἐκεί-νου, διὰ ταχέων ἀναχθεὶς καὶ προσλαβὼνδύναμιν ἐπέπλευσε Κύπρῳ, καὶ Μενέλαονμὲν ἀδελφὸν Πτολεμαίου μάχην συνάψαςεὐθὺς ἐνίκησεν· αὐτοῦ δὲ Πτολεμαίου μετὰδυνάμεως πεζικῆς ἅμα καὶ ναυτικῆς με-γάλης ἐπιφανέντος, ἐγένοντο μὲν ἀπειλαίτινες καὶ διάλογοι κομπώδεις, τοῦ μὲνἀποπλεῖν Δημήτριον κελεύοντος πρὶν ὑπὸτῆς δυνάμεως πάσης ἀθροισθείσης κατα-πατηθῆναι, Δημητρίου δ' ἐκεῖνον ἀφεῖναιφάσκοντος, ἂν ὁμολογήσῃ Σικυῶνα καὶΚόρινθον ἀπαλλάξειν τῆς φρουρᾶς. ὁ δ'ἀγὼν οὐ μόνον αὐτοῖς ἐκείνοις, ἀλλὰ καὶτοῖς ἄλλοις ἅπασι δυνάσταις πολλὴν εἶχεπροσδοκίαν τῆς ἐπικρεμαμένης ἀδηλότη-τος, ὡς οὐ Κύπρον οὐδὲ Συρίαν, ἀλλὰ τὸμέγιστον εὐθὺς εἶναι πάντων τῷ κρατοῦντιτῆς νίκης προστιθείσης.[16] Αὐτὸς μὲν οὖν ὁ Πτολεμαῖος ἐπέπλειπεντήκοντα καὶ ἑκατὸν ναῦς ἔχων, ἐκ δὲ

29

ῖσαρ ἧκεν εἰρηνικῶς εἰς Τάραντα, καὶ θέα-μα κάλλιστον οἱ παρόντες ἐθεῶντο, πολὺνμὲν ἐκ γῆς στρατὸν ἡσυχάζοντα, πολλὰς δὲναῦς ἀτρέμα πρὸς τοῖς αἰγιαλοῖς ἐχούσας,αὐτῶν δὲ καὶ φίλων ἀπαντήσεις καὶ φιλο-φροσύνας. εἱστία δ' Ἀντώνιος πρότερος,καὶ τοῦτο τῇ ἀδελφῇ Καίσαρος δόντος.ἐπεὶ δ' ὡμολόγητο Καίσαρα μὲν Ἀντωνίῳδοῦναι δύο τάγματα πρὸς τὸν Παρθικὸνπόλεμον, Ἀντώνιον δὲ Καίσαρι χαλκεμ-βόλους ἑκατόν, Ὀκταουία τῶν ὡμολογη-μένων χωρὶς ᾐτήσατο τῷ μὲν ἀδελφῷπαρὰ τοῦ ἀνδρὸς εἴκοσι μυοπάρωνας, τῷ δ'ἀνδρὶ παρὰ τοῦ ἀδελφοῦ στρατιώτας χιλί-ους. οὕτω δ' ἀλλήλων διακριθέντες, ὁ μὲνεὐθὺς εἴχετο τοῦ πρὸς Πομπήιον πολέμουΣικελίας ἐφιέμενος, Ἀντώνιος δ' Ὀκταουί-αν μετὰ τῶν ἐξ ἐκείνης καὶ τοὺς ἐκ Φουλ-βίας παῖδας αὐτῷ παρακαταθέμενος, εἰςτὴν Ἀσίαν ἀπεπέρασεν.

172

τοῦτο τὸ ἔργον ἐν τοῖς ἀοιδιμωτάτοις γε-νόμενον, Ῥωμαίοις τε τῶν κατὰ Κράσσονἀτυχημάτων ἔκπλεω ποινὴν παρέσχε, καὶΠάρθους αὖθις εἴσω Μηδίας καὶ Μεσοπο-ταμίας συνέστειλε, τρισὶ μάχαις ἐφεξῆςκατὰ κράτος ἡττημένους. Οὐεντίδιος δὲΠάρθους μὲν προσωτέρω διώκειν ἀπέγνω,φθόνον Ἀντωνίου δείσας, τοὺς δ' ἀφε-στῶτας ἐπιὼν κατεστρέφετο καὶ τὸν Κομ-μαγηνὸν Ἀντίοχον ἐν πόλει Σαμοσάτοιςἐπολιόρκει. δεομένου δὲ χίλια τάλαντα δο-ῦναι καὶ ποιεῖν Ἀντωνίῳ τὸ προσταττόμε-νον, ἐκέλευε πέμπειν πρὸς Ἀντώνιον. ἤδηγὰρ ἐγγὺς ἦν ἐπιών, καὶ τὸν Οὐεντίδιονοὐκ εἴα σπένδεσθαι τῷ Ἀντιόχῳ, βουλόμε-νος ἕν γε τοῦτο τῶν ἔργων ἐπώνυμοναὑτοῦ γενέσθαι καὶ μὴ πάντα διὰ Οὐεντι-δίου κατορθοῦσθαι. τῆς δὲ πολιορκίαςμῆκος λαμβανούσης, καὶ τῶν ἔνδον ὡςἀπέγνωσαν τὰς διαλύσεις πρὸς ἀλκὴν τρε-πομένων, πράττων μὲν οὐδέν, ἐν αἰσχύνῃ

169

Σαλαμῖνος ἐκέλευσε Μενέλαον ἑξήκονταναυσίν, ὅταν μάλιστα σύστασιν ὁ ἀγὼνἔχῃ, προσφερόμενον τὰς Δημητρίουκόπτειν ἐξόπισθεν καὶ διαταράττειν τὴντάξιν. Δημήτριος δὲ ταῖς μὲν ἑξήκονταταύταις ἀντέταξε δέκα ναῦς -- τοσαῦταιγὰρ ἤρκουν στενὸν ὄντα τοῦ λιμένος ἐμ-φράξαι τὸν ἔκπλουν -- , αὐτὸς δὲ τὸ πεζὸνἐκτάξας καὶ τοῖς ἀνατείνουσιν εἰς τὴνθάλασσαν ἀκρωτηρίοις περιχεάμενος,οὕτως ἀνήχθη ναυσὶν ἑκατὸν ὀγδοήκοντα·προσμείξας δὲ ῥώμῃ καὶ βίᾳ πολλῇ, κατὰκράτος ἐτρέψατο τὸν Πτολεμαῖον, αὐτὸνμὲν ὡς ἐνικήθη διὰ ταχέων φυγόντα ναυσὶνὀκτὼ μόναις -- τοσαῦται γὰρ ἐκ πασῶν πε-ριεσώθησαν, τῶν δ' ἄλλων αἱ μὲν ἐν τῇναυμαχίᾳ διεφθάρησαν, ἑβδομήκοντα δ'ἥλωσαν αὔτανδροι -- , τοῦ δ' ἐν ὁλκάσι πα-ρορμοῦντος ὄχλου θεραπόντων καὶ φίλωνκαὶ γυναικῶν, ἔτι δ' ὅπλων καὶ χρημάτωνκαὶ μηχανημάτων, ἁπλῶς οὐδὲν ἐξέφυγε

30

τὸν Δημήτριον, ἀλλ' ἔλαβε πάντα καὶ κα-τήγαγεν εἰς τὸ στρατόπεδον. ἐν δὲ τούτοιςἡ περιβόητος ἦν Λάμια, τὴν μὲν ἀρχὴνσπουδασθεῖσα διὰ τὴν τέχνην -- ἐδόκει γὰραὐλεῖν οὐκ εὐκαταφρονήτως -- , ὕστερον δὲκαὶ τοῖς ἐρωτικοῖς λαμπρὰ γενομένη. τότεγοῦν ἤδη λήγουσα τῆς ὥρας καὶ πολὺ νε-ώτερον ἑαυτῆς λαβοῦσα τὸν Δημήτριον,ἐκράτησε τῇ χάριτι καὶ κατέσχεν, ὥστ'ἐκείνης εἶναι μόνης ἐραστήν, τῶν δ' ἄλλωνἐρώμενον γυναικῶν. μετὰ δὲ τὴν ναυμαχί-αν οὐδ' ὁ Μενέλαος ἀντέσχεν, ἀλλὰ τήν τεΣαλαμῖνα παρέδωκε τῷ Δημητρίῳ καὶ τὰςναῦς καὶ τὸ πεζόν, ἱππεῖς τε χιλίους καὶδιακοσίους καὶ μυρίους καὶ δισχιλίουςὁπλίτας.[17] Οὕτω δὲ λαμπρὰν καὶ καλὴν τὴν νί-κην γενομένην ἔτι μᾶλλον ἐπικοσμῶν ὁ Δη-μήτριος εὐγνωμοσύνῃ καὶ φιλανθρωπίᾳ,τοὺς νεκροὺς τῶν πολεμίων ἔθαψε μεγαλο-πρεπῶς καὶ τοὺς αἰχμαλώτους ἀφῆκεν,

31

δὲ καὶ μεταγνώσει γενόμενος, ἀγαπητῶςἐπὶ τριακοσίοις σπένδεται ταλάντοις πρὸςτὸν Ἀντίοχον. καὶ μικρὰ τῶν ἐν Συρίᾳ κα-ταστησάμενος εἰς Ἀθήνας ἐπανῆλθε, καὶτὸν Οὐεντίδιον οἷς ἔπρεπε τιμήσας ἔπεμ-ψεν ἐπὶ τὸν θρίαμβον. οὗτος ἀπὸ Πάρθωνἄχρι δεῦρο τεθριάμβευκε μόνος, ἀνὴρ γένειμὲν ἀφανής, ἀπολαύσας δὲ τῆς Ἀντωνίουφιλίας τὸ λαβεῖν ἀφορμὰς πράξεων με-γάλων, αἷς κάλλιστα χρησάμενος ἐβεβαίω-σε τὸν περὶ Ἀντωνίου λεγόμενον καὶ Καί-σαρος λόγον, ὡς εὐτυχέστεροι δι' ἑτέρωνἦσαν ἢ δι' αὑτῶν στρατηγεῖν. καὶ γὰρ Σόσ-σιος Ἀντωνίου στρατηγὸς ἐν Συρίᾳ πολλὰδιεπράττετο, καὶ Κανίδιος ἀπολειφθεὶς ὑπ'αὐτοῦ περὶ Ἀρμενίαν, τούτους τε νικῶν καὶτοὺς Ἰβήρων καὶ Ἀλβανῶν βασιλέας ἄχριτοῦ Καυκάσου προῆλθεν. ἀφ' ὧν ἐν τοῖςβαρβάροις ὄνομα καὶ κλέος ηὔξετο τῆςἈντωνίου δυνάμεως.

170

[35] Αὐτὸς δὲ πάλιν ἔκ τινων διαβολῶν πα-ροξυνθεὶς πρὸς Καίσαρα, ναυσὶ τριακοσί-αις ἔπλει πρὸς τὴν Ἰταλίαν· οὐ δεξαμένωνδὲ τῶν Βρεντεσινῶν τὸν στόλον εἰς Τάρα-ντα περιώρμισεν. ἐνταῦθα τὴν Ὀκταουίαν-- συνέπλει γὰρ ἀπὸ τῆς Ἑλλάδος αὐτῷ --δεηθεῖσαν ἀποπέμπει πρὸς τὸν ἀδελφόν,ἔγκυον μὲν οὖσαν, ἤδη δὲ καὶ δεύτερον ἐξαὐτοῦ θυγάτριον ἔχουσαν. ἡ δ' ἀπαντήσα-σα καθ' ὁδὸν Καίσαρι καὶ παραλαβοῦσατῶν ἐκείνου φίλων Ἀγρίππαν καὶ Μαική-ναν, ἐνετύγχανε πολλὰ ποτνιωμένη καὶπολλὰ δεομένη μὴ περιιδεῖν αὐτὴν ἐκ μα-καριωτάτης γυναικὸς ἀθλιωτάτην γενο-μένην. νῦν μὲν γὰρ ἅπαντας ἀνθρώπους εἰςαὐτὴν ἀποβλέπειν, αὐτοκρατόρων δυεῖντοῦ μὲν γυναῖκα τοῦ δ' ἀδελφὴν οὖσαν· "εἰδὲ τὰ χείρω κρατήσειεν " ἔφη "καὶ γένοιτοπόλεμος, ὑμῶν μὲν ἄδηλον ὅτῳ κρατεῖν ἢκρατεῖσθαι πέπρωται, τὰ ἐμὰ δ' ἀμφο-τέρως ἄθλια." τούτοις ἐπικλασθεὶς ὁ Κα-

171

ἀφαιρεῖ τὴν πίστιν ὁ φόβος· τὰ γὰρ αὐτὰκαὶ δεδιότες ψηφίζονται καὶ φιλοῦντες.διόπερ οἱ νοῦν ἔχοντες οὐκ εἰς ἀνδριάνταςοὐδὲ γραφὰς οὐδ' ἀποθεώσεις, ἀλλὰ μᾶλ-λον εἰς τὰ ἔργα καὶ τὰς πράξεις τὰς ἑαυ-τῶν ἀποβλέποντες, ἢ πιστεύουσιν ὡς τιμα-ῖς, ἢ ἀπιστοῦσιν ὡς ἀνάγκαις· ὡς οἵ γεδῆμοι πολλάκις ἐν αὐταῖς μάλιστα ταῖς τι-μαῖς μισοῦσι τοὺς ἀμέτρως καὶ ὑπερόγκωςκαὶ παρ' ἀκόντων λαμβάνοντας.[31] Ὁ γοῦν Δημήτριος τότε δεινὰ μὲνἡγούμενος πάσχειν, ἀδύνατος δ' ὢν ἀμύνα-σθαι, προσέπεμψε τοῖς Ἀθηναίοις ἐγκαλῶνμετρίως, ἀξιῶν δὲ τὰς ναῦς ἀπολαβεῖν, ἐναἷς ἦν καὶ ἡ τρισκαιδεκήρης. κομισάμενοςδὲ παρέπλευσεν εἰς Ἰσθμόν, καὶ τῶν πραγ-μάτων αὐτῷ κακῶς ἐχόντων -- ἐξέπιπτονγὰρ ἑκασταχόθεν αἱ φρουραὶ καὶ πάντα με-θίστατο πρὸς τοὺς πολεμίους -- , ἀπολιπὼνἐπὶ τῆς Ἑλλάδος Πύρρον, αὐτὸς ἄρας ἐπὶτὴν Χερρόνησον ἔπλευσε, καὶ κακῶς ἅμα

60

ρεῖχε. πρὸς δὲ τοῦτον τὸν πόλεμον αὐτῷκαὶ θώρακες ἐκομίσθησαν ἐκ Κύπρου δύοσιδηροῖ, μνῶν ὁλκῆς ἑκάτερος τεσσαράκο-ντα. δυσπάθειαν δὲ καὶ ῥώμην αὐτῶν ἐπι-δεικνύμενος ὁ τεχνίτης Ζωίλος ἐκέλευσενἐξ εἴκοσι βημάτων ἀφεῖναι καταπελτικὸνβέλος, οὗ προσπεσόντος ἀρραγὴς διέμεινενὁ σίδηρος, ἀμυχὴν δὲ μόλις ἔσχεν ἀμβλεῖανοἷον ἀπὸ γραφείου. τοῦτον αὐτὸς ἐφόρει,τὸν δ' ἕτερον Ἄλκιμος ὁ Ἠπειρώτης, ἀνὴρπολεμικώτατος τῶν σὺν αὐτῷ καὶ ῥωμαλε-ώτατος, ὃς μόνος ἐχρῆτο διταλάντῳ πανο-πλίᾳ, τῶν ἄλλων χρωμένων ταλαντιαίᾳ,καὶ μαχόμενος ἐν Ῥόδῳ περὶ τὸ θέατρονἔπεσεν.[22] Εὐρώστως δὲ τῶν Ῥοδίων ἀμυνο-μένων, οὐδὲν ἄξιον λόγου πράττων ὁ Δη-μήτριος ὅμως ἐθυμομάχει πρὸς αὐτούς, ὅτιΦίλας τῆς γυναικὸς αὐτῷ γράμματα καὶστρώματα καὶ ἱμάτια πεμψάσης, λαβόντεςτὸ πλοῖον ὥσπερ εἶχε πρὸς Πτολεμαῖον

41

ποταμόν, τάς τε νευρὰς ἀνῆκαν καὶ θαρρο-ῦντας ἐκέλευον διαπερᾶν τοὺς Ῥωμαίους,πολλὰ τὴν ἀρετὴν αὐτῶν ἐγκωμιάζοντες.διαβάντες οὖν καθ' ἡσυχίαν αὑτοὺς ἀνελάμ-βανον, εἶθ' ὥδευον οὐ πάνυ τι τοῖς Πάρθοιςπιστεύοντες.Ἕκτῃ δ' ἡμέρᾳ μετὰ τὴν τελευταίανμάχην ἐπὶ τὸν Ἀράξην ποταμὸν ἧκον, ὁρί-ζοντα Μηδίαν καὶ Ἀρμενίαν. ἐφάνη δὲ καὶβάθει καὶ τραχύτητι χαλεπός, καὶ λόγοςδιῆλθεν ἐνεδρεύοντας αὐτόθι τοὺς πολεμί-ους ἐπιθήσεσθαι διαβαίνουσιν αὐτοῖς. ἐπεὶδ' ἀσφαλῶς διαπεράσαντες ἐπέβησαν τῆςἈρμενίας, ὥσπερ ἄρτι γῆν ἐκείνην ἰδόντεςἐκ πελάγους, προσεκύνουν καὶ πρὸςδάκρυα καὶ περιβολὰς ἀλλήλων ὑπὸ χαρᾶςἐτρέποντο. προϊόντες δὲ διὰ χώρας εὐδαί-μονος καὶ χρώμενοι πᾶσιν ἀνέδην ἐκ πολ-λῆς ἀπορίας, ὑδερικοῖς καὶ κοιλιακοῖς πε-ριέπιπτον ἀρρωστήμασιν.

200

ὥσπερ ἀηττήτοις καὶ νεαλέσι, προκαλου-μένοις καὶ προσβάλλουσι πανταχόθεν, μο-χθηρῶς καὶ πολυπόνως ἀπεσώθησαν εἰς τὸστρατόπεδον. τῶν δὲ Μήδων ἐκδρομήντινα ποιησαμένων ἐπὶ τὸ χῶμα καὶ τοὺςπρομαχομένους φοβησάντων, ὀργισθεὶς ὁἈντώνιος ἐχρήσατο τῇ λεγομένῃ δεκατείᾳπρὸς τοὺς ἀποδειλιάσαντας· διελὼν γὰρ εἰςδεκάδας τὸ πλῆθος, ἀφ' ἑκάστης ἕνα τὸνλαχόντα κλήρῳ διέφθειρε, τοῖς δ' ἄλλοιςἀντὶ πυρῶν ἐκέλευε κριθὰς μετρεῖσθαι.[40] Χαλεπὸς δ' ἀμφοτέροις ἦν ὁ πόλεμος,καὶ τὸ μέλλον αὐτοῦ φοβερώτερον, Ἀντω-νίῳ μὲν προσδοκῶντι λιμόν· οὐκέτι γὰρ ἦνἄνευ τραυμάτων καὶ νεκρῶν πολλῶν ἐπισι-τίσασθαι· Φραάτης δὲ τοὺς Πάρθους ἐπι-στάμενος πάντα μᾶλλον ἢ χειμῶνος ἔξωπροσταλαιπωρεῖν καὶ θυραυλεῖν δυνα-μένους, ἐφοβεῖτο μὴ τῶν Ῥωμαίων ἐγκαρ-τερούντων καὶ παραμενόντων ἀπολίπωσιναὐτόν, ἤδη τοῦ ἀέρος συνισταμένου μετὰ

181

ἀπέστειλαν, καὶ τὴν Ἀθηναίων οὐκ ἐμιμή-σαντο φιλανθρωπίαν, οἳ Φιλίππου πολεμο-ῦντος αὐτοῖς γραμματοφόρους ἑλόντες, τὰςμὲν ἄλλας ἀνέγνωσαν ἐπιστολάς, μόνην δὲτὴν Ὀλυμπιάδος οὐκ ἔλυσαν, ἀλλ' ὥσπερἦν κατασεσημασμένη πρὸς ἐκεῖνον ἀπέ-στειλαν.Οὐ μὴν ἀλλὰ καίπερ ἐπὶ τούτῳ σφόδρα δη-χθεὶς ὁ Δημήτριος εὐθὺς παρασχόντας λα-βὴν οὐχ ὑπέμεινεν ἀντιλυπῆσαι τοὺς Ῥοδί-ους. ἔτυχε γὰρ αὐτοῖς ὁ Καύνιος Πρωτο-γένης γράφων τὴν περὶ τὸν Ἰάλυσον διάθε-σιν, καὶ τὸν πίνακα μικρὸν ἀπολείποντατοῦ τέλος ἔχειν ἔν τινι τῶν προαστίων ἔλα-βεν ὁ Δημήτριος. πεμψάντων δὲ κήρυκατῶν Ῥοδίων καὶ δεομένων φείσασθαι καὶμὴ διαφθεῖραι τὸ ἔργον, ἀπεκρίνατο τὰςτοῦ πατρὸς ἂν εἰκόνας ἐμπρῆσαι μᾶλλον ἢτέχνης πόνον τοσοῦτον. ἑπτὰ γὰρ ἔτεσιλέγεται συντελέσαι τὴν γραφὴν ὁ Πρωτο-γένης. καί φησιν Ἀπελλῆς οὕτως ἐκπλα-

42

ναῖκα Δηιδάμειαν ἐτύγχανε καταλελοιπώς,καὶ βεβαιοτέραν οὐκ ἐνόμιζε καταφυγὴνεἶναι τοῖς πράγμασι τῆς Ἀθηναίων εὐνοίας.ὅθεν ἐπεὶ γενομένῳ περὶ τὰς Κυκλάδαςαὐτῷ πρέσβεις Ἀθηναίων ἀπήντησαν,ἀπέχεσθαι τῆς πόλεως παρακαλοῦντες, ὡςἐψηφισμένου τοῦ δήμου μηδένα δέχεσθαιτῇ πόλει τῶν βασιλέων, τὴν δὲ Δηιδάμειανεἰς Μέγαρα ἐξέπεμψαν μετὰ τιμῆς καὶ πο-μπῆς πρεπούσης, τοῦ καθεστηκότοςἐξέστη δι' ὀργὴν [αὐτοῦ], καίπερ ἐνηνοχὼςῥᾷστα τὴν ἄλλην ἀτυχίαν καὶ γεγονὼς ἐντοιαύτῃ μεταβολῇ πραγμάτων οὐ ταπεινὸςοὐδ' ἀγεννής. ἀλλὰ τὸ παρ' ἐλπίδα διεψε-ῦσθαι τῶν Ἀθηναίων, καὶ τὴν δοκοῦσανεὔνοιαν ἐξεληλέγχθαι τοῖς πράγμασι κενὴνκαὶ πεπλασμένην οὖσαν, ὀδυνηρὸν ἦναὐτῷ. τὸ γὰρ φαυλότατον ὡς ἔοικεν εὐνοί-ας ὄχλων βασιλεῦσι καὶ δυνάσταις τεκμή-ριόν ἐστιν ὑπερβολὴ τιμῶν, ἧς ἐν τῇ προαι-ρέσει τῶν ἀποδιδόντων ἐχούσης τὸ καλὸν

59

φθινοπωρινὴν ἰσημερίαν. δόλον οὖν συντί-θησι τοιόνδε. Πάρθων οἱ γνωριμώτατοιπερὶ τὰς σιτολογίας καὶ τὰς ἄλλας ἀπαντή-σεις μαλακώτερον τοῖς Ῥωμαίοις προσε-φέροντο, λαμβάνειν τε παριέντες αὐτοῖςἔνια καὶ τὴν ἀρετὴν ἐπαινοῦντες, ὡς πολε-μικωτάτων ἀνδρῶν καὶ θαυμαζομένων ὑπὸτοῦ σφετέρου βασιλέως δικαίως. ἐκ δὲ τού-του προσελαύνοντες ἐγγυτέρω καὶ τοὺς ἵπ-πους ἀτρέμα παραβάλλοντες, ἐλοιδόρουντὸν Ἀντώνιον, ὅτι βουλομένῳ Φραάτῃδιαλλαγῆναι καὶ φείσασθαι τοιούτων ἀν-δρῶν καὶ τοσούτων ἀφορμὴν οὐ δίδωσιν,ἀλλὰ τοὺς χαλεποὺς καὶ μεγάλους κάθηταιπολεμίους ἀναμένων, λιμὸν καὶ χειμῶνα,δι' ὧν ἔργον ἐστὶ καὶ προπεμπομένους ὑπὸΠάρθων ἀποφεύγειν. πολλῶν δὲ ταῦταπρὸς τὸν Ἀντώνιον ἀναφερόντων, μαλασ-σόμενος ὑπὸ τῆς ἐλπίδος, ὅμως οὐ πρότε-ρον ἐπεκηρυκεύσατο πρὸς τὸν Πάρθον, ἢπυθέσθαι τῶν φιλοφρονουμένων ἐκείνων

182

γὰρ ἦν πολὺ τὸ λειπόμενον τῆς νυκτός.ἅμα δ' ἀπήγγελλον ἕτεροι τὸν θόρυβον ἐκτῆς πρὸς αὑτοὺς ἀδικίας καὶ πλεονεξίαςεἶναι. διὸ καὶ καταστῆσαι τὸ πλῆθος εἰςτάξιν ἐκ τῆς πλάνης καὶ τοῦ διασπασμοῦβουλόμενος, ἐκέλευσε σημαίνειν κατάζευ-ξιν.[49] Ἤδη δ' ὑπέλαμπεν ἡμέρα, καὶ τοῦστρατοῦ κόσμον ἀρχομένου τινὰ λαμβάνεινκαὶ ἡσυχίαν, προσέπιπτε τοῖς τελευταίοιςτὰ τῶν Πάρθων τοξεύματα, καὶ μάχης ση-μεῖον ἐδόθη τοῖς ψιλοῖς. οἱ δ' ὁπλῖται πάλινὁμοίως κατερέψαντες ἀλλήλους τοῖς θυρεο-ῖς, ὑπέμενον τοὺς βάλλοντας, ἐγγὺς οὐ τολ-μῶντας συνελθεῖν. ὑπαγόντων δὲ κατὰ μι-κρὸν οὕτως τῶν πρώτων, ὁ ποταμὸςἐφάνη, καὶ τοὺς ἱππεῖς ἐπ' αὐτῷ παρα-τάξας Ἀντώνιος ἐναντίους τοῖς πολεμίοις,διεβίβαζε τοὺς ἀσθενεῖς πρώτους. ἤδη δὲκαὶ τοῖς μαχομένοις ἄδεια καὶ ῥᾳστώνητοῦ πιεῖν ἦν. ὡς γὰρ εἶδον οἱ Πάρθοι τὸν

199

Δημήτριος ἀφίξεται βοηθῶν." καὶ τοῦτομέχρι παντὸς ἐλπίζων καὶ περισκοπῶν τὸνυἱόν, ἅμα πολλῶν ἀκοντισμάτων εἰς αὐτὸνἀφεθέντων ἔπεσε, καὶ τῶν ἄλλων ἀπολι-πόντων ὀπαδῶν καὶ φίλων μόνος παρέμεινετῷ νεκρῷ Θώραξ ὁ Λαρισσαῖος.[30] Οὕτω δὲ κριθείσης τῆς μάχης, οἱ μὲννενικηκότες βασιλεῖς τὴν ὑπ' Ἀντιγόνῳ καὶΔημητρίῳ πᾶσαν ἀρχὴν ὥσπερ μέγα σῶμακατακόπτοντες ἐλάμβανον μερίδας, καὶπροσδιενείμαντο τὰς ἐκείνων ἐπαρχίας αἷςεἶχον αὐτοὶ πρότερον. Δημήτριος δὲ μετὰπεντακισχιλίων πεζῶν καὶ τετρακισχιλίωνἱππέων φεύγων καὶ συντόνως ἐλάσας εἰςἜφεσον, οἰομένων ἁπάντων ἀποροῦνταχρημάτων αὐτὸν οὐκ ἀφέξεσθαι τοῦ ἱεροῦ,φοβηθεὶς τοὺς στρατιώτας μὴ τοῦτο ποιή-σωσιν, ἀνέστη διὰ ταχέων καὶ τὸν πλοῦνἐπὶ τῆς Ἑλλάδος ἐποιεῖτο, τῶν λοιπῶν ἐλ-πίδων ἐν Ἀθηναίοις ἔχων τὰς μεγίστας.καὶ γὰρ καὶ ναῦς ἐκεῖ καὶ χρήματα καὶ γυ-

58

γῆναι θεασάμενος τὸ ἔργον, ὥστε καὶ φω-νὴν ἐπιλιπεῖν αὐτόν, ὀψὲ δ' εἰπεῖν ὅτι"μέγας ὁ πόνος καὶ θαυμαστὸν τὸ ἔργον",οὐ μὴν ἔχειν γε χάριτας δι' ἃς οὐρανοῦψαύειν τὰ ὑπ' αὐτοῦ γραφόμενα. ταύτηνμὲν οὖν τὴν γραφὴν εἰς ταὐτὸ ταῖς ἄλλαιςσυνωσθεῖσαν ἐν Ῥώμῃ τὸ πῦρ ἐπενείματο.Τῶν δὲ Ῥοδίων κατεξανισταμένων τοῦ πο-λέμου, δεόμενον προφάσεως τὸν Δημή-τριον Ἀθηναῖοι παραγενόμενοι διήλλαξανἐπὶ τῷ συμμαχεῖν Ῥοδίους Ἀντιγόνῳ καὶΔημητρίῳ πλὴν ἐπὶ Πτολεμαῖον.[23] Ἐκάλουν δὲ τὸν Δημήτριον οἱ Ἀθηνα-ῖοι, Κασσάνδρου τὸ ἄστυ πολιορκοῦντος. ὁδὲ ναυσὶν ἐπιπλεύσας τριακοσίαις τριάκο-ντα καὶ πολλοῖς ὁπλίταις, οὐ μόνον ἐξήλα-σε τῆς Ἀττικῆς τὸν Κάσσανδρον, ἀλλὰ καὶφεύγοντα μέχρι Θερμοπυλῶν διώξας καὶτρεψάμενος, Ἡράκλειαν ἔλαβεν ἑκουσίωςαὐτῷ προσθεμένην καὶ τῶν Μακεδόνωνἑξακισχιλίους μεταβαλομένους πρὸς αὐ-

43

τάτην ἀπεργασάμενοι. τοὺς γὰρ ἔχονταςἀργύριον ἢ χρυσίον ἀποκτιννύντες ἐσύλων,καὶ τὰ χρήματα τῶν ὑποζυγίων ἀφήρπα-ζον· τέλος δὲ τοῖς Ἀντωνίου σκευοφόροιςἐπιχειρήσαντες, ἐκπώματα καὶ τραπέζαςπολυτελεῖς κατέκοπτον καὶ διενέμοντο. θο-ρύβου δὲ πολλοῦ καὶ πλάνου τὸ στράτευμαπᾶν ἐπέχοντος -- ᾤοντο γὰρ ἐπιπεπτω-κότων τῶν πολεμίων τροπὴν γεγονέναι καὶδιασπασμόν -- , Ἀντώνιος καλέσας ἕνα τῶνδορυφορούντων αὐτὸν ἀπελευθέρων ὄνομαῬάμνον, ὥρκωσεν ὅταν κελεύσῃ τὸ ξίφοςαὐτοῦ διεῖναι καὶ τὴν κεφαλὴν ἀποτεμεῖν,ὡς μήθ' ἁλῴη ζῶν ὑπὸ τῶν πολεμίων μήτεγνωσθείη τεθνηκώς. ἐκδακρυσάντων δὲτῶν φίλων, ὁ Μάρδος ἐθάρρυνε τὸνἈντώνιον, ὡς ἐγγὺς ὄντος τοῦ ποταμοῦ·καὶ γὰρ αὔρα τις ἀπορρέουσα νοτερὰ καὶψυχρότερος ἀὴρ ἀπαντῶν ἡδίω τὴν ἀνα-πνοὴν ἐποίει, καὶ τὸν χρόνον ἔφη τῆς πο-ρείας οὕτω συμπεραίνειν τὸ μέτρον· οὐκέτι

198

βαρβάρων, εἰ τοῦ βασιλέως ταῦτα φρονο-ῦντος διαλέγοιντο. φασκόντων δὲ καὶ πα-ρακαλούντων μὴ δεδιέναι μηδ' ἀπιστεῖν,ἔπεμψέ τινας τῶν ἑταίρων, πάλιν τὰς ση-μαίας ἀξιῶν ἀπολαβεῖν καὶ τοὺς αἰχμα-λώτους, ὡς δὴ μὴ παντάπασιν ἀγαπᾶν τὸσωθῆναι καὶ διαφυγεῖν νομισθείη. τοῦ δὲΠάρθου ταῦτα μὲν ἐᾶν κελεύοντος, ἀπιόντιδ' εὐθὺς εἰρήνην καὶ ἀσφάλειαν εἶναι φήσα-ντος, ὀλίγαις ἡμέραις συσκευασάμενος ἀνε-ζεύγνυεν. ὢν δὲ καὶ δήμῳ πιθανὸς ἐντυχεῖνκαὶ στρατὸν ἄγειν διὰ λόγου παρ' ὁντινοῦντῶν τότε πεφυκώς, ἐξέλιπεν αὐτὸς αἰσχύνῃκαὶ κατηφείᾳ τὸ παραθαρρῦναι τὸ πλῆθος,Δομίτιον δ' Ἀηνόβαρβον ἐκέλευε τοῦτοποιῆσαι. καί τινες μὲν ἠγανάκτησαν ὡςὑπερορώμενοι, τὸ δὲ πλεῖστον ἐπεκλάσθηκαὶ συνεφρόνησε τὴν αἰτίαν· διὸ καὶ μᾶλ-λον ᾤοντο δεῖν ἀνταιδεῖσθαι καὶ πείθεσθαιτῷ στρατηγῷ.

183

τόν. ἐπανιὼν δὲ τοὺς ἐντὸς Πυλῶν Ἕλλη-νας ἠλευθέρου, καὶ Βοιωτοὺς ἐποιήσατοσυμμάχους, καὶ Κεγχρέας εἷλε· καὶ Φυλὴνκαὶ Πάνακτον, ἐπιτειχίσματα τῆς Ἀττικῆςὑπὸ Κασσάνδρου φρουρούμενα, καταστρε-ψάμενος ἀπέδωκε τοῖς Ἀθηναίοις. οἱ δὲκαίπερ ἐκκεχυμένοι πρότερον εἰς αὐτὸν καὶκατακεχρημένοι πᾶσαν φιλοτιμίαν, ἐξε-ῦρον ὅμως καὶ τότε πρόσφατοι καὶ καινοὶταῖς κολακείαις φανῆναι. τὸν γὰρ ὀπι-σθόδομον τοῦ Παρθενῶνος ἀπέδειξαν αὐτῷκατάλυσιν, κἀκεῖ δίαιταν εἶχε, τῆς Ἀθηνᾶςλεγομένης ὑποδέχεσθαι καὶ ξενίζειν αὐτόν,οὐ πάνυ κόσμιον ξένον οὐδ' ὡς παρθένῳπράως ἐπισταθμεύοντα. καίτοι τὸν ἀδελ-φὸν αὐτοῦ Φίλιππον αἰσθόμενός ποθ' ὁ πα-τὴρ ἐν οἰκίᾳ καταλύοντα τρεῖς ἐχούσῃ νέαςγυναῖκας, πρὸς ἐκεῖνον μὲν οὐδὲν ἐφθέγξα-το, παρόντος δ' ἐκείνου τὸν σταθμοδότηνμεταπεμψάμενος "οὗτος" εἶπεν, "οὐκἐξάξεις μου τὸν υἱὸν ἐκ τῆς στενοχωρίας;"

44

τὸν οὐρανόν, ᾐτήσατο νίκην παρὰ τῶνθεῶν ἢ θάνατον ἀναίσθητον πρὸ τῆς ἥττης.γενομένης δὲ τῆς μάχης ἐν χερσί, Δημή-τριος ἔχων τοὺς πλείστους καὶ κρατίστουςτῶν ἱππέων Ἀντιόχῳ τῷ Σελεύκου συνέπε-σε, καὶ μέχρι τροπῆς τῶν πολεμίων λα-μπρῶς ἀγωνισάμενος, ἐν τῇ διώξει σοβαρᾷκαὶ φιλοτίμῳ παρὰ καιρὸν γενομένῃ τὴν νί-κην διέφθειρεν. αὐτὸς μὲν γὰρ οὐκ ἔσχεπάλιν ἀναστρέψας συμμεῖξαι τοῖς πεζοῖς,τῶν ἐλεφάντων ἐν μέσῳ γενομένων, τὴν δὲφάλαγγα γυμνὴν ἱππέων κατιδόντες οἱπερὶ Σέλευκον οὐκ ἐνέβαλον μέν, ὡς δ' ἐμ-βαλοῦντες ἐφόβουν καὶ περιήλαυνον, μετα-βάλλεσθαι διδόντες αὐτοῖς. ὃ καὶ συνέβη·πολὺ γὰρ μέρος ἀπορραγὲν ἑκουσίως μετε-χώρησε πρὸς ἐκείνους, τὸ δὲ λοιπὸνἐτράπη. φερομένων δὲ πολλῶν ἐπὶ τὸνἈντίγονον, καί τινος τῶν περὶ αὐτὸνεἰπόντος· "ἐπὶ σὲ οὗτοι βασιλεῦ" "τίνα γάρ"εἶπε "<πλὴν> ἐμοῦ σκοπὸν ἔχουσιν; ἀλλὰ

57

[41] Μέλλοντος δ' αὐτοῦ τὴν αὐτὴν ὁδὸνἄγειν ὀπίσω πεδινὴν καὶ ἄδενδρον οὖσαν,ἀνὴρ τῷ γένει Μάρδος, πολλὰ τοῖς Πάρ-θων ἤθεσιν ἐνωμιληκώς, ἤδη δὲ Ῥωμαίοιςπιστὸς ἐν τῇ μάχῃ τῇ περὶ τὰς μηχανὰς γε-γονώς, Ἀντωνίῳ προσελθὼν ἐκέλευε φεύ-γειν ἐν δεξιᾷ τῶν ὀρῶν ἐπιλαβόμενον, καὶμὴ στρατὸν ὁπλίτην καὶ βαρὺν ἐν δρόμοιςγυμνοῖς καὶ ἀναπεπταμένοις ὑποβάλλεινἵππῳ τοσαύτῃ καὶ τοξεύμασιν, ὃ δὴ τε-χνώμενον τὸν Φραάτην ἀναστῆσαι τῆς πο-λιορκίας αὐτὸν ὁμολογίαις φιλανθρώποις·ἔσεσθαι δ' αὐτὸς ἡγεμὼν ὁδοῦ βραχυτέραςκαὶ μᾶλλον εὐπορίαν τῶν ἐπιτηδείων ἐχού-σης. ταῦτ' ἀκούσας ὁ Ἀντώνιος ἐβουλεύε-το, καὶ Πάρθοις μὲν οὐκ ἐβούλετο δοκεῖνἀπιστεῖν μετὰ σπονδάς, τὴν δὲ συντομίαντῆς ὁδοῦ καὶ τὸ παρὰ κώμας οἰκουμέναςἔσεσθαι τὴν πορείαν ἐπαινῶν, πίστιν ᾔτειτὸν Μάρδον. ὁ δὲ δῆσαι παρεῖχεν αὑτὸνἄχρι οὗ καταστήσαι τὸν στρατὸν εἰς Ἀρμε-

184

οὐ πόρρω ποταμὸν εἶναι πότιμον, εἶτα τὴνλοιπὴν ἄφιππον καὶ τραχεῖαν, ὥστε πα-ντάπασιν ἀποστρέψεσθαι τοὺς πολεμίους.ἅμα δὲ καὶ τοὺς μαχομένους ἀνεκαλεῖτοκαὶ κατάζευξιν ἐσήμαινεν, ὡς σκιᾶς γοῦνμεταλάβοιεν οἱ στρατιῶται.[48] Πηγνυμένων οὖν τῶν σκηνῶν, καὶ τῶνΠάρθων εὐθὺς ὥσπερ εἰώθεισαν ἀπαλλατ-τομένων, ἧκεν αὖθις ὁ Μιθριδάτης, καὶ τοῦἈλεξάνδρου προελθόντος παρῄνει μικρὸνἡσυχάσαντα τὸν στρατὸν ἀνιστάναι καὶσπεύδειν ἐπὶ τὸν ποταμόν, ὡς οὐ διαβησο-μένων Πάρθων, ἄχρι δ' ἐκείνου διωξόντων.ταῦτ' ἀπαγγείλας πρὸς Ἀντώνιον ὁἈλέξανδρος ἐκφέρει παρ' αὐτοῦ χρυσᾶ πο-τήρια πάμπολλα καὶ φιάλας, ὧν ἐκεῖνοςὅσα τῇ ἐσθῆτι κατακρύψαι δυνατὸς ἦν λα-βὼν ἀπήλαυνεν. ἔτι δ' ἡμέρας οὔσης ἀνα-ζεύξαντες ἐπορεύοντο, τῶν πολεμίων οὐπαρενοχλούντων, αὐτοὶ δ' ἑαυτοῖς νύκταχαλεπωτάτην πασῶν ἐκείνην καὶ φοβερω-

197

πρὸς αὐτόν, οὐκ εἰθισμένος ἔχειν οὐδὲ πρὸςἐκεῖνον ἀπορρήτους κοινολογίας, ἀλλ' ἴδιοςὢν γνώμῃ, εἶτα προστάττων φανερῶς καὶχρώμενος οἷς βουλεύσαιτο καθ' ἑαυτόν.λέγεται γοῦν μειράκιον ἔτι ὄντα τὸν Δημή-τριον αὐτοῦ πυθέσθαι, πότε μέλλουσιν ἀνα-ζευγνύειν· τὸν δ' εἰπεῖν πρὸς ὀργήν· "ἀγω-νιᾷς μὴ μόνος σὺ τῆς σάλπιγγος οὐκ ἀκού-σῃς;"[29] Τότε μέντοι καὶ σημεῖα μοχθηρὰ κα-τεδουλοῦτο τὴν γνώμην αὐτῶν. Δημήτριοςμὲν γὰρ ἔδοξε κατὰ τοὺς ὕπνους Ἀλέξαν-δρον ὡπλισμένον λαμπρῶς ἐρωτᾶν, ὁποῖόντι σύνθημα διδόναι πρὸς τὴν μάχην μέλ-λουσιν· αὐτοῦ δὲ φήσαντος "Δία καὶ Νί-κην", "ἄπειμι τοίνυν" φάναι "πρὸς τοὺς ἐνα-ντίους· ἐκεῖνοι γάρ με παραλαμβάνουσιν."Ἀντίγονος δὲ παραταττομένης ἤδη τῆςφάλαγγος ἐξιὼν προσέπταισεν, ὥστε πεσε-ῖν ὅλος ἐπὶ στόμα καὶ διατεθῆναι χαλεπῶς·ἀναστὰς δὲ καὶ τὰς χεῖρας ἀνατείνας πρὸς

56

[24] Δημήτριος δέ, τὴν Ἀθηνᾶν αὐτῷ προ-σῆκον εἰ δι' ἄλλο μηδὲν ὥς γε πρεσβυτέρανἀδελφὴν αἰσχύνεσθαι (τοῦτο γὰρ ἐβούλετολέγεσθαι), τοσαύτην ὕβριν εἰς παῖδας ἐλευ-θέρους καὶ γυναῖκας ἀστὰς κατεσκέδασετῆς ἀκροπόλεως, ὥστε δοκεῖν τότε μάλι-στα καθαρεύειν τὸν τόπον, ὅτε Χρυσίδι καὶΛαμίᾳ καὶ Δημοῖ καὶ Ἀντικύρᾳ ταῖς πόρ-ναις ἐκείναις συνακολασταίνοι. τὰ μὲν οὖνἄλλα σαφῶς ἀπαγγέλλειν οὐ πρέπει διὰτὴν πόλιν, τὴν δὲ Δημοκλέους ἀρετὴν καὶσωφροσύνην ἄξιόν ἐστι μὴ παρελθεῖν. ἐκε-ῖνος γὰρ ἦν ἔτι παῖς ἄνηβος, οὐκ ἔλαθε δὲτὸν Δημήτριον ἔχων τῆς εὐμορφίας τὴνἐπωνυμίαν κατήγορον· ἐκαλεῖτο γὰρ Δημο-κλῆς ὁ καλός. ὡς δὲ πολλὰ πειρώντων καὶδιδόντων καὶ φοβούντων ὑπ' οὐδενὸς ἡλί-σκετο, τέλος δὲ φεύγων τὰς παλαίστραςκαὶ τὸ γυμνάσιον εἴς τι βαλανεῖον ἰδιωτι-κὸν ἐφοίτα λουσόμενος, ἐπιτηρήσας τὸνκαιρὸν ὁ Δημήτριος ἐπεισῆλθεν αὐτῷ

45

φέρεσθαι κελεύσας. ἀγγείων δ' ἦν ἀπορίατοῖς πολλοῖς· διὸ καὶ τὰ κράνη πιμπλάντεςὕδατος ἐκόμιζον, οἱ δὲ διφθέραις ὑπολαμ-βάνοντες. ἤδη δὲ προχωρῶν ἀγγέλλεταιτοῖς Πάρθοις· καὶ παρὰ τὸ εἰωθὸς ἔτι νυ-κτὸς ἐδίωκον. ἡλίου δ' ἀνίσχοντος ἥπτοντοτῶν ἐσχάτων, ἀγρυπνίᾳ καὶ πόνῳ κακῶςδιακειμένων· τεσσαράκοντα γὰρ καὶ διακο-σίους ἐν τῇ νυκτὶ σταδίους κατηνύκεισαν·καὶ τὸ μὴ προσδοκῶσιν οὕτω ταχέως ἐπελ-θεῖν τοὺς πολεμίους ἀθυμίαν παρεῖχε, καὶτὸ δίψος δ' ἐπέτεινεν ὁ ἀγών· ἀμυνόμενοιγὰρ ἅμα προῆγον. οἱ δὲ πρῶτοι βαδίζοντεςἐντυγχάνουσι ποταμῷ, ψυχρὸν μὲν ἔχοντικαὶ διαυγές, ἁλμυρὸν δὲ καὶ φαρμακῶδεςὕδωρ, ὃ ποθὲν εὐθὺς ὀδύνας ἑλκομένης τῆςκοιλίας καὶ τοῦ δίψους ἀναφλεγομένου πα-ρεῖχε. καὶ ταῦτα τοῦ Μάρδου προλέγοντος,οὐδὲν ἧττον ἐκβιαζόμενοι τοὺς ἀνείργο-ντας ἔπινον. Ἀντώνιος δὲ περιιὼν ἐδεῖτοβραχὺν ἐγκαρτερῆσαι χρόνον· ἕτερον γὰρ

196

νίαν, καὶ δεθεὶς ἡγεῖτο δύο ἡμέρας καθ'ἡσυχίαν. τῇ δὲ τρίτῃ παντάπασι τοὺς Πάρ-θους ἀπεγνωκότος Ἀντωνίου καὶ βαδίζο-ντος ἀνειμένως διὰ τὸ θαρρεῖν, ἰδὼν ὁΜάρδος ἀπόχωσιν ἐμβολῆς ποταμοῦ νεω-στὶ διεσπασμένην καὶ τὸ ῥεῦμα πολὺ πρὸςτὴν ὁδὸν ᾗ πορευτέον ἦν ἐκχεόμενον, συ-νῆκεν ὅτι τῶν Πάρθων ἔργον εἴη τοῦτο, δυ-σκολίας ἕνεκα καὶ διατριβῆς ἐμποδὼναὐτοῖς τὸν ποταμὸν τιθεμένων, καὶ τὸνἈντώνιον ὁρᾶν ἐκέλευε καὶ προσέχειν, ὡςτῶν πολεμίων ἐγγὺς ὄντων. ἄρτι δ' αὐτοῦκαθιστάντος εἰς τάξιν τὰ ὅπλα καὶ δι'αὐτῶν τοῖς ἀκοντισταῖς καὶ σφενδονήταιςἐκδρομὴν ἐπὶ τοὺς πολεμίους παρα-σκευάζοντος, ἐπεφάνησαν οἱ Πάρθοι καὶπεριήλαυνον, ὡς κυκλωσόμενοι καὶ συντα-ράξοντες πανταχόθεν τὸν στρατόν. ἐκδρα-μόντων δὲ τῶν ψιλῶν ἐπ' αὐτούς, πολλὰςμὲν δόντες ἀπὸ τόξων, οὐκ ἐλάττονας δὲταῖς μολυβδίσι καὶ τοῖς ἀκοντίοις πληγὰς

185

μόνῳ. καὶ ὁ παῖς ὡς συνεῖδε τὴν περὶαὑτὸν ἐρημίαν καὶ τὴν ἀνάγκην, ἀφελὼν τὸπῶμα τοῦ χαλκώματος εἰς ζέον ὕδωρ ἐνή-λατο καὶ διέφθειρεν αὑτόν, ἀνάξια μὲν πα-θών, ἄξια δὲ τῆς πατρίδος καὶ τοῦ κάλλουςφρονήσας, οὐχ ὡς Κλεαίνετος ὁ Κλεομέδο-ντος, ὃς ὠφληκότι τῷ πατρὶ δίκην πεντή-κοντα ταλάντων ἀφεθῆναι διαπραξάμενος,καὶ γράμματα παρὰ Δημητρίου κομίσαςπρὸς τὸν δῆμον, οὐ μόνον ἑαυτὸν κατῄσχυ-νεν, ἀλλὰ καὶ τὴν πόλιν συνετάραξε. τὸνμὲν γὰρ Κλεομέδοντα τῆς δίκης ἀφῆκαν,ἐγράφη δὲ ψήφισμα μηδένα τῶν πολιτῶνἐπιστολὴν παρὰ Δημητρίου κομίζειν. ἐπεὶδ' ἀκούσας ἐκεῖνος οὐκ ἤνεγκε μετρίως,ἀλλ' ἠγανάκτησε, δείσαντες αὖθις οὐ μόνοντὸ ψήφισμα καθεῖλον, ἀλλὰ καὶ τῶν εἰση-γησαμένων καὶ συνειπόντων τοὺς μὲνἀπέκτειναν, τοὺς δ' ἐφυγάδευσαν· ἔτι δὲπροσεψηφίσαντο, δεδόχθαι τῷ δήμῳ τῶνἈθηναίων, πᾶν ὅ τι ἂν ὁ βασιλεὺς Δημή-

46

σύστασιν καὶ κοινωνίαν αὐτῶν ἔλεγενὥσπερ ὀρνίθων σπερμολόγων συνδρομὴνἑνὶ λίθῳ καὶ ψόφῳ συνδιαταράξειν. ἦγε δὲπεζοὺς μὲν ἑπτακισμυρίων πλείους, ἱππεῖςδὲ μυρίους, ἐλέφαντας δ' ἑβδομήκονταπέντε, τῶν ἐναντίων ἐχόντων πεζοὺς μὲνἑξακισμυρίους καὶ τετρακισχιλίους, ἱππεῖςδὲ πεντακοσίοις τῶν ἐκείνου πλείονας,ἐλέφαντας δὲ τετρακοσίους, ἅρματα δ' ἑκα-τὸν εἴκοσι. γενομένῳ δ' ἐγγὺς αὐτῶν τρο-πὴν ἔσχεν ἡ διάνοια τῆς ἐλπίδος μᾶλλον ἢτῆς γνώμης. ὑψηλὸς γὰρ εἶναι καὶ γαῦροςεἰωθὼς ἐν τοῖς ἀγῶσι, καὶ χρώμενος φωνῇτε μεγάλῃ καὶ λόγοις σοβαροῖς, πολλάκιςδὲ καὶ τῷ παρασκῶψαί τι καὶ γελοῖον εἰπε-ῖν τῶν πολεμίων ἐν χερσὶν ὄντων ἐπιδει-ξάμενος εὐστάθειαν καὶ καταφρόνησιν,τότε σύννους ἑωρᾶτο καὶ σιωπηλὸς τὰ πολ-λά, καὶ τὸν υἱὸν ἀπέδειξε τῷ πλήθει καὶσυνέστησε διάδοχον. ὃ δὲ μάλιστα πάντεςἐθαύμασαν, ἐν τῇ σκηνῇ μόνος διελέχθη

55

λαβόντες, ἀνεχώρουν. εἶτ' ἐπῆγον αὖθις,ἄχρι οὗ συστρέψαντες οἱ Κελτοὶ τοὺς ἵπ-πους ἐνέβαλον καὶ διεσκέδασαν αὐτούς,οὐκέτι τῆς ἡμέρας ἐκείνης ὑπόδειγμα γενο-μένους.[42] Ἐκ τούτου μαθὼν ὁ Ἀντώνιος ὃ ποιε-ῖν ἔδει, πολλοῖς ἀκοντισταῖς καὶ σφενδονή-ταις οὐ μόνον τὴν οὐραγίαν, ἀλλὰ καὶ τὰςπλευρὰς ἑκατέρας στομώσας, ἐν πλαισίῳτὸν στρατὸν ἦγε, καὶ τοῖς ἱππόταις εἴρητοπροσβάλλοντας τρέπεσθαι, τρεψαμένους δὲμὴ πόρρω διώκειν, ὥστε τοὺς Πάρθους τὰςἐφεξῆς τέσσαρας ἡμέρας οὐθὲν πλέονδράσαντας ἢ παθόντας ἀμβλυτέρους γε-νέσθαι καὶ τὸν χειμῶνα ποιουμένουςπρόφασιν ἀπιέναι διανοεῖσθαι. Τῇ δὲ πέμ-πτῃ Φλαούϊος Γάλλος, ἀνὴρ πολεμικὸς καὶδραστήριος ἐφ' ἡγεμονίας τεταγμένος,ᾔτησεν Ἀντώνιον προσελθὼν πλείονας ψι-λοὺς ἀπ' οὐρᾶς καὶ τῶν ἀπὸ τοῦ στόματοςἱππέων τινάς, ὡς μέγα κατόρθωμα ποιή-

186

τὴν χάριν ἀνάπτων, ἠρώτησε τὸν Ἀλέξαν-δρον, εἰ λόφους συνεχεῖς καὶ ὑψηλοὺς ὁρᾷπρόσωθεν. φήσαντος δ' ὁρᾶν, "ὑπ' ἐκείνοις"ἔφη "πανστρατιᾷ Πάρθοι λοχῶσιν ὑμᾶς. τὰγὰρ μεγάλα πεδία τῶν λόφων τούτωνἐξήρτηται, καὶ προσδοκῶσιν ὑμᾶς ἐξηπα-τημένους ὑπ' αὐτῶν ἐνταῦθα τρέψεσθαι,τὴν διὰ τῶν ὀρῶν ἀπολιπόντας. ἐκείνη μὲνοὖν ἔχει δίψος καὶ πόνον ὑμῖν συνήθη, ταύ-τῃ δὲ χωρῶν Ἀντώνιος ἴστω τὰς Κράσσουτύχας αὐτὸν ἐκδεχομένας."[47] Ὁ μὲν οὕτω φράσας ἀπῆλθεν·Ἀντώνιος δ' ἀκούσας καὶ διαταραχθεὶς συ-νεκάλει τοὺς φίλους καὶ τὸν ἡγεμόνα τῆςὁδοῦ Μάρδον, οὐδ' αὐτὸν ἄλλως φρονο-ῦντα. καὶ γὰρ καὶ ἄνευ πολεμίων ἐγίνωσκετὰς διὰ τῶν πεδίων ἀνοδίας καὶ πλάνας χα-λεπὰς καὶ δυστεκμάρτους οὔσας, τὴν δὲτραχεῖαν ἀπέφαινεν οὐδὲν ἄλλο δυσχερὲς ἢμιᾶς ἡμέρας ἀνυδρίαν ἔχουσαν. οὕτω δὴτραπόμενος ταύτην ἦγε νυκτός, ὕδωρ ἐπι-

195

καίαν· οὐ γὰρ ἀπέλυσεν ἡ σκιὰ τῆς ἐπιθυ-μίας τοῦ ἀργυρίου τὴν ἑταίραν, τὸ δ' ὄναρἔπαυσεν ἐρῶντα τὸν νεανίσκον. ταῦτα μὲνοὖν περὶ Λαμίας.[28] Τὴν δὲ διήγησιν ὥσπερ ἐκ κωμικῆςσκηνῆς πάλιν εἰς τραγικὴν μετάγουσιν αἱτύχαι καὶ αἱ πράξεις τοῦ ἀνδρὸς ὃν διηγού-μεθα. τῶν γὰρ ἄλλων βασιλέων ἁπάντωνσυνισταμένων ἐπὶ τὸν Ἀντίγονον καὶ συμ-φερόντων εἰς ταὐτὸ τὰς δυνάμεις, ἀπῆρεν ὁΔημήτριος ἐκ τῆς Ἑλλάδος, καὶ τῷ πατρὶσυμμείξας φιλοτιμουμένῳ παρ' ἡλικίανπρὸς τὸν πόλεμον, ἔτι μᾶλλον αὐτὸς ἐπερ-ρώσθη. καίτοι δοκεῖ γ' Ἀντίγονος, εἰ μι-κρῶν τινων ὑφεῖτο καὶ τῆς ἄγαν φιλαρχίαςἐχάλασε, μέχρι παντὸς ἂν αὑτῷ διαφυ-λάξαι κἀκείνῳ καταλιπεῖν τὸ πρῶτον εἶναι.φύσει δὲ βαρὺς ὢν καὶ ὑπερόπτης καὶ τοῖςλόγοις οὐχ ἧττον ἢ τοῖς πράγμασι τραχύς,πολλοὺς καὶ νέους καὶ δυνατοὺς ἄνδραςἐξηγρίαινε καὶ παρώξυνε· καὶ τήν γε τότε

54

τριος κελεύσῃ, τοῦτο καὶ πρὸς θεοὺς ὅσιονκαὶ πρὸς ἀνθρώπους εἶναι δίκαιον.εἰπόντος δέ τινος τῶν καλῶν κἀγαθῶν μαί-νεσθαι τὸν Στρατοκλέα τοιαῦτα γράφοντα,Δημοχάρης ὁ Λευκονοεὺς "μαίνοιτομέντἂν" εἶπεν "εἰ μὴ μαίνοιτο". πολλὰ γὰρὁ Στρατοκλῆς ὠφελεῖτο διὰ τὴν κολακείαν.ὁ δὲ Δημοχάρης ἐπὶ τούτῳ διαβληθεὶς ἐφυ-γαδεύθη. τοιαῦτα ἔπραττον Ἀθηναῖοι,φρουρᾶς ἀπηλλάχθαι καὶ τὴν ἐλευθερίανἔχειν δοκοῦντες.[25] Δημήτριος δὲ παρελθὼν εἰς Πελοπόν-νησον, οὐδενὸς ὑφισταμένου τῶν ἐναντίων,ἀλλὰ φευγόντων καὶ προϊεμένων τὰςπόλεις, προσηγάγετο τήν τε καλουμένηνἈκτὴν καὶ Ἀρκαδίαν πλὴν Μαντινείας, καὶἌργος καὶ Σικυῶνα καὶ Κόρινθον ἐλύσατο,τάλαντα δοὺς ἑκατὸν τοῖς φρουροῦσιν. ἐνἌργει μὲν οὖν τῆς τῶν Ἡραίων ἑορτῆςκαθηκούσης ἀγωνοθετῶν καὶ συμπανηγυ-ρίζων τοῖς Ἕλλησιν, ἔγημε τὴν Αἰακίδου

47

τοῖς ἐπὶ χιλὸν ἢ σῖτον προερχομένοις, καὶτῶν τόξων τὰς νευρὰς ἐπιδεικνύντες ἀνει-μένας ἔλεγον, ὡς αὐτοὶ μὲν ἀπίασιν ὀπίσωκαὶ τοῦτο ποιοῦνται πέρας ἀμύνης, ὀλίγοιδὲ Μήδων ἀκολουθήσουσιν ἔτι μιᾶς ἢ δευ-τέρας ὁδὸν ἡμέρας, οὐδὲν παρενοχλοῦντες,ἀλλὰ τὰς ἀπωτέρω κώμας φυλάττοντες.τούτοις τοῖς λόγοις ἀσπασμοί τε καὶ φιλο-φροσύναι προσῆσαν, ὥστε πάλιν τοὺς Ῥω-μαίους εὐθαρσεῖς γενέσθαι, καὶ τὸνἈντώνιον ἀκούσαντα τῶν πεδίων ἐφίεσθαιμᾶλλον, ἀνύδρου λεγομένης εἶναι τῆς διὰτῶν ὀρῶν. οὕτω δὲ ποιεῖν μέλλοντος, ἧκενἀνὴρ ἐπὶ τὸ στρατόπεδον ἐκ τῶν πολεμίωνὄνομα Μιθριδάτης, ἀνεψιὸς Μοναίσου τοῦπαρ' Ἀντωνίῳ γενομένου καὶ τὰς τρεῖςπόλεις δωρεὰν λαβόντος. ἠξίου δ' αὐτῷπροσελθεῖν τινα τῶν Παρθιστὶ διαλεχθῆναιδυναμένων ἢ Συριστί. καὶ προσελθόντοςἈλεξάνδρου τοῦ Ἀντιοχέως, ὃς ἦν Ἀντω-νίῳ συνήθης, ὑπειπὼν ὃς εἴη, καὶ Μοναίσῃ

194

σων. δόντος δέ, προσβάλλοντας ἀνέκοπτετοὺς πολεμίους, οὐχ ὡς πρότερον ὑπάγωνἅμα πρὸς τοὺς ὁπλίτας καὶ ἀναχωρῶν,ἀλλ' ὑφιστάμενος καὶ συμπλεκόμενος πα-ραβολώτερον. ὁρῶντες δ' αὐτὸν οἱ τῆςοὐραγίας ἡγεμόνες ἀπορρηγνύμενον, ἐκά-λουν πέμποντες· ὁ δ' οὐκ ἐπείθετο. Τίτιονδέ φασι τὸν ταμίαν καὶ τῶν σημαιῶν ἐπι-λαβόμενον στρέφειν ὀπίσω καὶ λοιδορεῖντὸν Γάλλον ὡς ἀπολλύντα πολλοὺς καὶἀγαθοὺς ἄνδρας. ἀντιλοιδοροῦντος δ' ἐκεί-νου καὶ διακελευομένου τοῖς περὶ αὑτὸνμένειν, ὁ μὲν Τίτιος ἀπεχώρει· τὸν δὲ Γάλ-λον ὠθούμενον εἰς τοὺς κατὰ στόμα λαν-θάνουσι πολλοὶ περισχόντες ἐκ τῶν ὄπι-σθεν. βαλλόμενος δὲ πανταχόθεν ἐκάλειπέμπων ἀρωγήν. οἱ δὲ τοὺς ὁπλίτας ἄγο-ντες, ὧν καὶ Κανίδιος ἦν, ἀνὴρ παρ' Ἀντω-νίῳ δυνάμενος μέγιστον, οὐ μικρὰ δοκοῦσιδιαμαρτεῖν. δέον γὰρ ἀθρόαν ἐπιστρέψαιτὴν φάλαγγα, πέμποντες κατ' ὀλίγους ἐπι-

187

θυγατέρα τοῦ Μολοττῶν βασιλέως, ἀδελ-φὴν δὲ Πύρρου, Δηιδάμειαν. Σικυωνίους δὲφήσας παρὰ τὴν πόλιν οἰκεῖν τὴν πόλιν,ἔπεισεν οὗ νῦν οἰκοῦσι μετοικίσασθαι· τῷδὲ τόπῳ καὶ τοὔνομα τὴν πόλιν συμμετα-βαλοῦσαν ἀντὶ Σικυῶνος Δημητριάδα προ-σηγόρευσεν. ἐν δ' Ἰσθμῷ κοινοῦ συνεδρίουγενομένου καὶ πολλῶν ἀνθρώπων συνελ-θόντων, ἡγεμὼν ἀνηγορεύθη τῆς Ἑλλάδοςὡς πρότερον οἱ περὶ Φίλιππον καὶ Ἀλέξαν-δρον· ὧν ἐκεῖνος οὐ παρὰ μικρὸν ἐνόμιζενἑαυτὸν εἶναι βελτίονα, τῇ τύχῃ τῇ παρούσῃκαὶ τῇ δυνάμει τῶν πραγμάτων ἐπαιρόμε-νος. Ἀλέξανδρος γοῦν οὐδένα τῶν ἄλλωνβασιλέων ἀπεστέρησε τῆς ὁμωνυμίας οὐδ'ἑαυτὸν ἀνεῖπε βασιλέων βασιλέα, καίτοιπολλοῖς τὸ καλεῖσθαι καὶ εἶναι βασιλέαςαὐτὸς δεδωκώς· ἐκεῖνος δὲ χλευάζων καὶγελῶν τοὺς ἄλλον τινὰ πλὴν τοῦ πατρὸςκαὶ αὐτοῦ βασιλέα προσαγορεύοντας,ἡδέως ἤκουε τῶν παρὰ πότον ἐπιχύσεις

48

λουμένη Μανία, παρὰ δεῖπνον αὐλούσηςτῆς Λαμίας καὶ τοῦ Δημητρίου πυθομένου"τί σοι δοκεῖ;" "γραῦς" εἶπεν "ὦ βασιλεῦ."πάλιν δὲ τραγημάτων παρατεθέντων,κἀκείνου πρὸς αὐτὴν εἰπόντος· "ὁρᾷς ὅσαμοι Λάμια πέμπει;" "πλείονα" ἔφη "πεμ-φθήσεταί σοι παρὰ τῆς ἐμῆς μητρός, ἐὰνθέλῃς καὶ μετ' αὐτῆς καθεύδειν." ἀπομνη-μονεύεται δὲ τῆς Λαμίας καὶ πρὸς τὴν λε-γομένην Βοκχώρεως κρίσιν ἀντίρρησις.ἐπεὶ γάρ τις ἐρῶν ἐν Αἰγύπτῳ τῆς ἑταίραςΘώνιδος ᾐτεῖτο συχνὸν χρυσίον, εἶτα κατὰτοὺς ὕπνους δόξας αὐτῇ συγγενέσθαι τῆςἐπιθυμίας ἐπαύσατο, δίκην ἔλαχεν ἡΘῶνις αὐτῷ τοῦ μισθώματος. ἀκούσας δὲτὸν λόγον ὁ Βόκχωρις ἐκέλευσε τὸν ἄνθρω-πον ὅσον ᾐτήθη χρυσίον ἠριθμημένον ἐντῷ ἀγγείῳ διαφέρειν δεῦρο κἀκεῖσε τῇ χει-ρί, τὴν δ' ἑταίραν ἔχεσθαι τῆς σκιᾶς, ὡςτὴν δόξαν τῆς ἀληθείας σκιὰν οὖσαν. οὐκᾤετο ταύτην εἶναι τὴν κρίσιν ἡ Λάμια δι-

53

βοηθοῦντας, καὶ πάλιν ἡττωμένων τούτωνἑτέρους ἀποστέλλοντες, ἔλαθον ὀλίγου δεῖνἥττης καὶ φυγῆς ὅλον ἀναπλήσαντες τὸστρατόπεδον, εἰ μὴ ταχὺ μὲν αὐτὸςἈντώνιος μετὰ τῶν ὅπλων ἀπὸ τοῦ στόμα-τος ἦγεν ὑπαντιάζων, ταχὺ δὲ τὸ τρίτοντάγμα διὰ τῶν φευγόντων ἐπὶ τοὺς πολεμί-ους ὠσάμενον ἔσχε τοῦ πρόσω διώκειν.[43] Ἀπέθανον δὲ τρισχιλίων οὐκ ἐλάτ-τους, ἐκομίσθησαν δ' ἐπὶ σκηνὰς τραυματί-αι πεντακισχίλιοι· καὶ Γάλλος ἦν ἐν τού-τοις, τέτταρσιν ἐναντίοις διαπεπαρμένοςτοξεύμασιν. ἀλλ' οὗτος μὲν ἐκ τῶν τραυ-μάτων οὐκ ἀνήνεγκε, τοὺς δ' ἄλλους περιι-ὼν ὁ Ἀντώνιος ἐπεσκόπει καὶ παρεθάρρυνεδεδακρυμένος καὶ περιπαθῶν. οἱ δὲ φαι-δροὶ τῆς δεξιᾶς αὐτοῦ λαμβανόμενοι, παρε-κάλουν ἀπιόντα θεραπεύειν αὑτὸν καὶ μὴκακοπαθεῖν, αὐτοκράτορα καλοῦντες καὶσῴζεσθαι λέγοντες, ἂν ἐκεῖνος ὑγιαίνῃ.Καθόλου μὲν γὰρ οὔτ' ἀλκαῖς οὔθ' ὑπομο-

188

καὶ τῶν ἀγεύστων πρότερον, ἥψαντό τινοςπόας ἐπὶ θάνατον διὰ μανίας ἀγούσης. ὁγὰρ φαγὼν οὐδὲν ἐμέμνητο τῶν ἄλλων οὐδ'ἐγίνωσκεν, ἓν δ' ἔργον εἶχε κινεῖν καὶστρέφειν πάντα λίθον, ὥς τι μεγάλης σπου-δῆς ἄξιον διαπραττόμενος. ἦν δὲ μεστὸν τὸπεδίον κεκυφότων χαμᾶζε καὶ τοὺς λίθουςπεριορυττόντων καὶ μεθιστάντων· τέλος δὲχολὴν ἐμοῦντες ἔθνῃσκον, ἐπεὶ καὶ τὸμόνον ἀντιπαθές, οἶνος, ἐξέλιπε. φθειρο-μένων δὲ πολλῶν καὶ τῶν Πάρθων οὐκἀφισταμένων, πολλάκις ἀναφθέγξασθαιτὸν Ἀντώνιον ἱστοροῦσιν "ὦ μύριοι", θαυ-μάζοντα τοὺς μετὰ Ξενοφῶντος, ὅτι καὶπλείονα καταβαίνοντες ὁδὸν ἐκ τῆς Βαβυ-λωνίας καὶ πολλαπλασίοις μαχόμενοι πο-λεμίοις ἀπεσώθησαν.[46] Οἱ δὲ Πάρθοι διαπλέξαι μὲν οὐ δυ-νάμενοι τὸν στρατὸν οὐδὲ διασπάσαι τὴντάξιν, ἤδη δὲ πολλάκις ἡττημένοι καὶ πε-φευγότες, αὖθις εἰρηνικῶς ἀνεμείγνυντο

193

γκέως τοῦ Σαμίου συγγεγράφθαι. διὸ καὶτῶν κωμικῶν τις οὐ φαύλως τὴν ΛάμιανἙλέπολιν ἀληθῶς προσεῖπε. Δημοχάρης δ'ὁ Σόλιος τὸν Δημήτριον αὐτὸν ἐκάλειΜῦθον· εἶναι γὰρ αὐτῷ καὶ Λάμιαν. οὐμόνον δὲ ταῖς γαμεταῖς, ἀλλὰ καὶ τοῖς φί-λοις τοῦ Δημητρίου ζῆλον καὶ φθόνον εὐη-μεροῦσα καὶ στεργομένη παρεῖχεν. ἀφίκο-ντο γοῦν τινες παρ' αὐτοῦ κατὰ πρεσβείανπρὸς Λυσίμαχον, οἷς ἐκεῖνος ἄγων σχολὴνἐπέδειξεν ἔν τε τοῖς μηροῖς καὶ τοῖς βραχί-οσιν ὠτειλὰς βαθείας ὀνύχων λεοντείων,καὶ διηγεῖτο τὴν γενομένην αὐτῷ μάχηνπρὸς τὸ θηρίον, ὑπ' Ἀλεξάνδρου συγκα-θειρχθέντι τοῦ βασιλέως. οἱ δὲ γελῶντεςἔφασαν καὶ τὸν αὑτῶν βασιλέα δεινοῦ θηρί-ου δήγματα φέρειν ἐν τῷ τραχήλῳ, Λαμί-ας. ἦν δὲ θαυμαστόν, ὅτι τῆς Φίλας ἐνἀρχῇ τὸ μὴ καθ' ἡλικίαν δυσχεραίνων, ἥτ-τητο τῆς Λαμίας καὶ τοσοῦτον ἤρα χρόνονἤδη παρηκμακυίας. Δημὼ γοῦν ἡ ἐπικα-

52

λαμβανόντων Δημητρίου βασιλέως, Σελεύ-κου δ' ἐλεφαντάρχου, Πτολεμαίου δὲναυάρχου, Λυσιμάχου δὲ γαζοφύλακος,Ἀγαθοκλέους δὲ τοῦ Σικελιώτου νησιάρ-χου. τούτων δὲ πρὸς τοὺς βασιλεῖς ἐκφερο-μένων, οἱ μὲν ἄλλοι [βασιλεῖς] κατεγέλων,Λυσίμαχος δ' ἠγανάκτει μόνος εἰ σπάδο-ντα νομίζει Δημήτριος αὐτόν· ἐπιεικῶςγὰρ εἰώθεισαν εὐνούχους ἔχειν γαζοφύλα-κας. ἦν δὲ καὶ πάντων ἀπεχθέστατος ὁ Λυ-σίμαχος αὐτῷ, καὶ λοιδορῶν εἰς τὸν ἔρωτατῆς Λαμίας ἔλεγε νῦν πρῶτον ἑωρακέναιπόρνην προερχομένην ἐκ τραγικῆς σκηνῆς·ὁ δὲ Δημήτριος ἔφη τὴν ἑαυτοῦ πόρνην σω-φρονεστέραν εἶναι τῆς ἐκείνου Πηνελόπης.[26] Τότε δ' οὖν ἀναζευγνύων εἰς τὰς Ἀθή-νας ἔγραψεν, ὅτι βούλεται παραγενόμενοςεὐθὺς μυηθῆναι καὶ τὴν τελετὴν ἅπασανἀπὸ τῶν μικρῶν ἄχρι τῶν ἐποπτικῶν πα-ραλαβεῖν. τοῦτο δ' οὐ θεμιτὸν ἦν οὐδὲ γε-γονὸς πρότερον, ἀλλὰ τὰ μικρὰ τοῦ Ἀνθε-

49

Πάρθοι τὴν εἰς γόνυ κλίσιν τῶν Ῥωμαίωνἀπαγόρευσιν ἡγούμενοι καὶ κάματον εἶναι,τὰ μὲν τόξα κατέθεντο, τοὺς δὲ κοντοὺςδιαλαβόντες ἐγγὺς προσέμειξαν. οἱ δὲ Ῥω-μαῖοι συναλαλάξαντες ἐξαίφνης ἀνέθορον,καὶ τοῖς ὑσσοῖς παίοντες ἐκ χειρὸς ἔκτει-νάν τε τοὺς πρώτους καὶ τροπὴν ἔθεντοτῶν ἄλλων ἁπάντων. ἐγίνετο δὲ ταῦτα καὶταῖς ἄλλαις ἡμέραις, ἐπὶ μικρὸν ἀνυόντωντῆς ὁδοῦ. καὶ λιμὸς ἥπτετο τοῦ στρατοῦ,σῖτόν τε βραχὺν καὶ διὰ μάχης ποριζο-μένου καὶ τῶν πρὸς ἀλετὸν σκευῶν οὐκεὐποροῦντος. τὰ γὰρ πολλὰ κατελείπετο,τῶν μὲν ἀποθνῃσκόντων ὑποζυγίων, τῶνδὲ τοὺς νοσοῦντας καὶ τραυματίας φε-ρόντων. λέγεται δὲ χοῖνιξ Ἀττικὴ πυρῶνπεντήκοντα δραχμῶν ὤνιος γενέσθαι, τοὺςδὲ κριθίνους ἄρτους πρὸς ἀργύριονἱστάντες ἀπεδίδοντο. τραπόμενοι δὲ πρὸςλάχανα καὶ ῥίζας, ὀλίγοις μὲν ἐνετύγχανοντῶν συνήθων, ἀναγκαζόμενοι δὲ πειρᾶσθαι

192

ναῖς οὐθ' ἡλικίᾳ λαμπρότερον ἄλλος αὐτο-κράτωρ στρατὸν ἐκείνου δοκεῖ συναγαγεῖνἐν τοῖς τότε χρόνοις· ἡ δὲ πρὸς αὐτὸναἰδὼς τὸν ἡγεμόνα καὶ πειθαρχία μετ'εὐνοίας, καὶ τὸ πάντας ὁμαλῶς, ἐνδόξουςἀδόξους, ἄρχοντας ἰδιώτας, τὴν παρ'Ἀντωνίῳ τιμὴν καὶ χάριν μᾶλλον αἱρεῖσθαιτῆς σωτηρίας καὶ τῆς ἀσφαλείας, οὐδὲ τοῖςπάλαι Ῥωμαίοις ἀπέλιπεν ὑπερβολήν. τού-του δ' αἰτίαι πλείονες ἦσαν, ὡς προειρήκα-μεν· εὐγένεια, λόγου δύναμις, ἁπλότης, τὸφιλόδωρον καὶ μεγαλόδωρον, ἥ τε περὶ τὰςπαιδιὰς καὶ τὰς ὁμιλίας εὐτραπελία. τότεδὲ καὶ συμπονῶν καὶ συναλγῶν τοῖς κακο-παθοῦσι καὶ μεταδιδοὺς οὗ τις δεηθείη,προθυμοτέρους τῶν ἐρρωμένων τοὺς νοσο-ῦντας καὶ τετρωμένους ἐποίησε.[44] Τοὺς μέντοι πολεμίους ἀπαγορεύο-ντας ἤδη καὶ κάμνοντας οὕτως ἐπῆρεν ἡνίκη, καὶ τοσοῦτον τῶν Ῥωμαίων κατε-φρόνησαν, ὥστε καὶ νυκτὸς ἐπαυλίσασθαι

189

στηριῶνος ἐτελοῦντο, τὰ δὲ μεγάλα τοῦΒοηδρομιῶνος· ἐπώπτευον δὲ τοὐλάχιστονἀπὸ τῶν μεγάλων ἐνιαυτὸν διαλείποντες.ἀναγνωσθέντων δὲ τῶν γραμμάτων, μόνοςἐτόλμησεν ἀντειπεῖν Πυθόδωρος ὁ δᾳδο-ῦχος, ἐπέρανε δ' οὐδέν· ἀλλὰ Στρατοκλέουςγνώμην εἰπόντος, Ἀνθεστηριῶνα τὸν Μου-νυχιῶνα ψηφισαμένους καλεῖν καὶ νομί-ζειν, ἐτέλουν τῷ Δημητρίῳ τὰ πρὸςἌγραν· καὶ μετὰ ταῦτα πάλιν ἐξ Ἀνθεστη-ριῶνος ὁ Μουνυχιὼν γενόμενος Βοηδρομι-ὼν ἐδέξατο τὴν λοιπὴν τελετήν, ἅμα καὶτὴν ἐποπτείαν τοῦ Δημητρίου προσεπιλα-βόντος. διὸ καὶ Φιλιππίδης τὸν Στρατο-κλέα λοιδορῶν ἐποίησεν·

ὁ τὸν ἐνιαυτὸν συντεμὼν εἰς μῆν' ἕνα,

καὶ περὶ τῆς ἐν τῷ Παρθενῶνι κατασκη-νώσεως·

50

ὁ τὴν ἀκρόπολιν πανδοκεῖον ὑπολαβών,

καὶ τὰς ἑταίρας εἰσαγαγὼν τῇ παρθένῳ.

[27] Πολλῶν δὲ γενομένων ἐν τῇ πόλειτότε πλημμελημάτων καὶ παρανομημάτωνἐκεῖνο μάλιστα λέγεται λυπῆσαι τοὺς Ἀθη-ναίους, ὅτι διακόσια καὶ πεντήκοντα τάλα-ντα πορίσαι ταχὺ καὶ δοῦναι προσταχθὲναὐτοῖς, καὶ τῆς εἰσπράξεως συντόνου καὶἀπαραιτήτου γενομένης, ἰδὼν ἠθροισμένοντὸ ἀργύριον ἐκέλευσε Λαμίᾳ καὶ ταῖς περὶαὐτὴν ἑταίραις εἰς σμῆγμα δοθῆναι. ἡ γὰραἰσχύνη τῆς ζημίας καὶ τὸ ῥῆμα τοῦ πράγ-ματος μᾶλλον ἠνώχλησε τοὺς ἀνθρώπους.ἔνιοι δὲ τοῦτο Θετταλοῖς, οὐκ Ἀθηναίοις,ὑπ' αὐτοῦ συμβῆναι λέγουσι. χωρὶς δὲ τού-των αὐτὴ καθ' ἑαυτὴν ἡ Λάμια τῷ βασιλεῖπαρασκευάζουσα δεῖπνον ἠργυρολόγησεπολλούς, καὶ τὸ δεῖπνον οὕτως ἤνθησε τῇδόξῃ διὰ τὴν πολυτέλειαν, ὥσθ' ὑπὸ Λυ-

51

τῷ στρατοπέδῳ, προσδοκῶντες αὐτίκαμάλα σκηνὰς ἐρήμους καὶ χρήματα διαρ-πάσειν ἀποδιδρασκόντων. ἅμα δ' ἡμέρᾳπολὺ πλείονες ἐπηθροίζοντο, καὶ λέγονταιτετρακισμυρίων οὐκ ἐλάττονες ἱππόται γε-νέσθαι, βασιλέως καὶ τοὺς περὶ αὐτὸν ἀεὶτεταγμένους ὡς ἐπὶ σαφεῖ καὶ βεβαίῳ κα-τορθώματι πέμψαντος· αὐτὸς μὲν γὰροὐδεμιᾷ μάχῃ παρέτυχεν. Ἀντώνιος δὲβουλόμενος προσαγορεῦσαι τοὺς στρα-τιώτας, ᾔτησε φαιὸν ἱμάτιον, ὡς οἰκτρότε-ρος ὀφθείη. τῶν δὲ φίλων ἐναντιωθέντων,ἐν τῇ στρατηγικῇ φοινικίδι προελθὼν ἐδη-μηγόρησε, τοὺς μὲν νενικηκότας ἐπαινῶν,ὀνειδίζων δὲ τοὺς φυγόντας. τῶν δ' οἱ μὲνπαρεκελεύοντο θαρρεῖν, οἱ δ' ἀπολογούμε-νοι σφᾶς αὐτοὺς παρεῖχον, εἴτε βούλοιτοδεκατεύειν εἴτ' ἄλλῳ τρόπῳ κολάζειν·μόνον παύσασθαι δυσφοροῦντα καὶ λυπού-μενον ἐδέοντο. πρὸς ταῦτα τὰς χεῖρας ἀνα-τείνας ἐπεύξατο τοῖς θεοῖς, εἴ τις ἄρα νέμε-

190

σις τὰς πρόσθεν εὐτυχίας αὐτοῦ μέτεισιν,εἰς αὐτὸν ἐλθεῖν, τῷ δ' ἄλλῳ στρατῷ σωτη-ρίαν δοῦναι καὶ νίκην.[45] Τῇ δ' ὑστεραίᾳ φραξάμενοι βέλτιονπροῆγον, καὶ τοῖς Πάρθοις ἐπιχειροῦσι πο-λὺς ἀπήντα παράλογος. οἰόμενοι γὰρ ἐφ'ἁρπαγὴν καὶ λεηλασίαν, οὐ μάχην, ἐλαύ-νειν, εἶτα πολλοῖς βέλεσιν ἐντυγχάνοντες,ἐρρωμένους δὲ καὶ νεαλεῖς ταῖς προθυμίαιςὁρῶντες, αὖθις ἐξέκαμνον. ἐπεὶ δὲ κατα-βαίνουσιν αὐτοῖς ἀπὸ λόφων τινῶν ἐπικλι-νῶν ἐπέθεντο καὶ βραδέως ὑπεξάγονταςἔβαλλον, ἐπιστρέψαντες οἱ θυρεοφόροι συ-νέκλεισαν εἴσω τῶν ὅπλων τοὺς ψιλούς,αὐτοὶ δὲ καθέντες εἰς γόνυ προὐβάλοντοτοὺς θυρεούς· οἱ δ' ὄπισθεν ὑπερέσχοναὐτῶν τὰ ὅπλα, κἀκείνων ὁμοίως ἕτεροι.τὸ δὲ σχῆμα παραπλήσιον ἐρέψει γινόμε-νον ὄψιν τε θεατρικὴν παρέχει, καὶ τῶνπροβλημάτων στεγανώτατόν ἐστι πρὸςτοὺς ὀιστοὺς ἀπολισθάνοντας. οἱ μέντοι

191

ρῶμεν;" ὁ δὲ παροξυνθεὶς "σὺ δέ" ἔφη "τίδυσχεραίνεις; ἢ διάμετρον ὀφείλεις τοῖςἀποθνῄσκουσιν;" οὐ μὴν ἀλλὰ καὶ βουλόμε-νός γε μὴ δοκεῖν ἑτέρων ἀφειδεῖν μόνον,ἀλλὰ καὶ συγκινδυνεύειν τοῖς μαχομένοις,διελαύνεται τὸν τράχηλον ὀξυβελεῖ. καὶδεινῶς μὲν ἔσχεν, οὐ μὴν ἀνῆκεν, ἀλλ' εἷλετὰς Θήβας πάλιν. καὶ παρελθὼν ἀνάτασινμὲν καὶ φόβον ὡς τὰ δεινότατα πεισο-μένοις παρέσχεν, ἀνελὼν δὲ τρισκαίδεκακαὶ μεταστήσας τινάς, ἀφῆκε τοὺς ἄλλους.ταῖς μὲν οὖν Θήβαις οὔπω δέκατον οἰκου-μέναις ἔτος ἁλῶναι δὶς ἐν τῷ χρόνῳ συ-νέπεσε.Τῶν δὲ Πυθίων καθηκόντων, πρᾶγμα και-νότατον ἐπέτρεψεν αὑτῷ ποιεῖν ὁ Δημή-τριος. ἐπεὶ γὰρ Αἰτωλοὶ τὰ περὶ Δελφοὺςστενὰ κατεῖχον, ἐν Ἀθήναις αὐτὸς ἦγε τὸνἀγῶνα καὶ τὴν πανήγυριν, ὡς δὴ προσῆκοναὐτόθι μάλιστα τιμᾶσθαι τὸν θεόν, οἷς καὶπατρῷός ἐστι καὶ λέγεται τοῦ γένους ἀρ-

80

ποιῶν Λυσίμαχον, ὠφέλει καὶ συνεῖχε τὴνπερὶ αὑτὸν δύναμιν, ἀρχομένην ἀναλαμ-βάνειν καὶ γίνεσθαι πάλιν οὐκ εὐκατα-φρόνητον. ὁ δὲ Λυσίμαχος ὑπὸ τῶν ἄλλωνβασιλέων ἠμελεῖτο, μηδὲν ἐπιεικέστεροςἐκείνου δοκῶν εἶναι, τῷ <δὲ> μᾶλλον ἰσχύ-ειν καὶ φοβερώτερος.Οὐ πολλῷ δ' ὕστερον Σέλευκος ἐμνᾶτοπέμπων τὴν Δημητρίου καὶ Φίλας θυγα-τέρα Στρατονίκην, ἔχων μὲν ἐξ Ἀπάμαςτῆς Περσίδος υἱὸν Ἀντίοχον, οἰόμενος δὲτὰ πράγματα καὶ διαδόχοις ἀρκεῖν πλείοσικαὶ δεῖσθαι τῆς πρὸς ἐκεῖνον οἰκειότητος,ἐπεὶ καὶ Λυσίμαχον ἑώρα τῶν Πτολεμαίουθυγατέρων τὴν μὲν ἑαυτῷ, τὴν δ' Ἀγαθο-κλεῖ τῷ υἱῷ λαμβάνοντα. Δημητρίῳ δ' ἦνἀνέλπιστος εὐτυχία κηδεῦσαι Σελεύκῳ,καὶ τὴν κόρην ἀναλαβὼν ἔπλει ταῖς ναυσὶπάσαις εἰς Συρίαν, τῇ τ' ἄλλῃ γῇ προσέχωνἀναγκαίως καὶ τῆς Κιλικίας ἁπτόμενος, ἣνΠλείσταρχος εἶχε, μετὰ τὴν πρὸς Ἀντίγο-

61

ὑπήκοοι συνεμάχουν Βόκχος ὁ Λιβύων καὶΤαρκόνδημος ὁ τῆς ἄνω Κιλικίας, καὶΚαππαδοκίας μὲν Ἀρχέλαος, Παφλαγονίαςδὲ Φιλάδελφος, Κομμαγηνῆς δὲ Μιθρι-δάτης, Σαδάλας δὲ Θρᾴκης. οὗτοι μὲναὐτῷ παρῆσαν, ἐκ δὲ Πόντου Πολέμωνστρατὸν ἔπεμπε, καὶ Μάλχος ἐξ Ἀραβίαςκαὶ Ἡρώδης ὁ Ἰουδαῖος, ἔτι δ' Ἀμύντας ὁΛυκαόνων καὶ Γαλατῶν βασιλεύς· ἦν δὲκαὶ παρὰ τοῦ Μήδων βασιλέως ἀπεσταλ-μένη βοήθεια. Καίσαρι δὲ νῆες ἦσαν πρὸςἀλκὴν πεντήκοντα καὶ διακόσιαι, στρατοῦδ' ὀκτὼ μυριάδες, ἱππεῖς δὲ παραπλήσιοιτὸ πλῆθος τοῖς πολεμίοις. ἦρχον δ'Ἀντώνιος μὲν τῆς ἀπ' Εὐφράτου καὶ Ἀρμε-νίας μέχρι πρὸς τὸν Ἰόνιον καὶ Ἰλλυριούς,Καῖσαρ δ' ἀπ' Ἰλλυριῶν τῆς ἐπὶ τὸνἑσπέριον ὠκεανὸν καθηκούσης καὶ τῆς ἀπ'ὠκεανοῦ πάλιν ἐπὶ τὸ Τυρρηνικὸν καὶ Σι-κελικὸν πέλαγος. Λιβύης δὲ τὴν Ἰταλίᾳκαὶ Γαλατίᾳ καὶ Ἰβηρίᾳ μέχρι στηλῶν

220

[50] Ἐνταῦθα ποιησάμενος ἐξέτασιν αὐτῶνἈντώνιος, εὗρε δισμυρίους πεζοὺς καὶ τε-τρακισχιλίους ἱππεῖς ἀπολωλότας, οὐπάντας ὑπὸ τῶν πολεμίων, ἀλλ' ὑπὲρ ἡμί-σεις νοσήσαντας. ὥδευσαν μὲν οὖν ἀπὸΦραάτων ἡμέρας ἑπτὰ καὶ εἴκοσι, μάχαιςδ' ὀκτὼ καὶ δέκα Πάρθους ἐνίκησαν, αἱ δὲνῖκαι κράτος οὐκ εἶχον οὐδὲ βεβαιότητα,μικρὰς ποιουμένων καὶ ἀτελεῖς τὰςδιώξεις. ᾧ καὶ μάλιστα κατάδηλος ἦν Ἀρ-ταουάσδης ὁ Ἀρμένιος Ἀντώνιον ἐκείνουτοῦ πολέμου τὸ τέλος ἀφελόμενος. εἰ γὰροὓς ἀπήγαγεν ἐκ Μηδίας ἱππεῖς ἑξακισχί-λιοι καὶ μύριοι παρῆσαν, ἐσκευασμένοι πα-ραπλησίως Πάρθοις καὶ συνήθεις μάχεσθαιπρὸς αὐτούς, Ῥωμαίων μὲν μαχομένουςτρεπομένων, ἐκείνων δὲ φεύγοντας αἱρού-ντων, οὐκ ἂν ὑπῆρξεν αὐτοῖς ἡττωμένοιςἀναφέρειν καὶ ἀνατολμᾶν τοσαυτάκις. ἅπα-ντες οὖν ὀργῇ παρώξυνον ἐπὶ τὴν τιμωρίαντοῦ Ἀρμενίου τὸν Ἀντώνιον. ὁ δὲ λογισμῷ

201

νον μάχην ἐξαίρετον αὐτῷ δοθεῖσαν ὑπὸτῶν βασιλέων· ἦν δὲ Κασσάνδρου Πλεί-σταρχος ἀδελφός. ἀδικεῖσθαι δὲ τὴν χώραναὑτοῦ νομίζων ὑπὸ Δημητρίου κατὰ τὰςἀποβάσεις καὶ μέμψασθαι βουλόμενος τὸνΣέλευκον, ὅτι τῷ κοινῷ διαλλάττεται πο-λεμίῳ δίχα τῶν ἄλλων βασιλέων, ἀνέβηπρὸς αὐτόν.[32] Αἰσθόμενος δὲ τοῦτο Δημήτριος ὥρ-μησεν ἀπὸ θαλάσσης ἐπὶ Κυΐνδων, καὶ τῶνχρημάτων εὑρὼν ἔτι λοιπὰ χίλια καὶ δια-κόσια τάλαντα, ταῦτα συσκευασάμενος καὶφθάσας ἐμβαλέσθαι διὰ ταχέων ἀνήχθη.καὶ παρούσης ἤδη Φίλας τῆς γυναικὸςαὐτῷ περὶ Ῥωσσὸν ἀπήντησε Σέλευκος,καὶ τὴν ἔντευξιν εὐθὺς ἄδολον καὶ ἀνύπο-πτον καὶ βασιλικὴν ἐποιοῦντο, πρότερονμὲν Σέλευκος ἑστιάσας ἐπὶ σκηνῆς ἐν τῷστρατοπέδῳ Δημήτριον, αὖθις δὲ Δημή-τριος ἐκεῖνον ἐν τῇ τρισκαιδεκήρει δεξάμε-νος. ἦσαν δὲ καὶ σχολαὶ καὶ κοινολογίαι

62

ταχέως οὖν καὶ πρὸς ὀργὴν ἀναστρέψας ὁΔημήτριος εὗρεν ἡττημένους ὑπὸ τοῦ παι-δὸς Ἀντιγόνου μάχῃ τοὺς Βοιωτούς, καὶτὰς Θήβας αὖθις ἐπολιόρκει.[40] Πύρρου δὲ Θεσσαλίαν κατατρέχοντοςκαὶ μέχρι Θερμοπυλῶν παραφανέντος,Ἀντίγονον ἐπὶ τῆς πολιορκίας ἀπολιπὼναὐτὸς ὥρμησεν ἐπ' ἐκεῖνον. ὀξέως δὲ φυ-γόντος, ἐν Θεσσαλίᾳ καταστήσας μυρίουςὁπλίτας καὶ χιλίους ἱππεῖς, αὖθις ἐνέκειτοταῖς Θήβαις καὶ προσῆγε τὴν λεγομένηνἑλέπολιν, πολυπόνως καὶ κατὰ μικρὸν ὑπὸβρίθους καὶ μεγέθους μοχλευομένην, ὡςμόλις ἐν δυσὶ μησὶ δύο σταδίους προελθεῖν.τῶν δὲ Βοιωτῶν ἐρρωμένως ἀμυνομένων,καὶ τοῦ Δημητρίου πολλάκις φιλονικίαςἕνεκα μᾶλλον ἢ χρείας μάχεσθαι καὶ κινδυ-νεύειν τοὺς στρατιώτας ἀναγκάζοντος,ὁρῶν ὁ Ἀντίγονος πίπτοντας οὐκ ὀλίγουςκαὶ περιπαθῶν "τί ὦ πάτερ" ἔφη "παρανα-λισκομένους οὐκ ἀναγκαίως τούτους περιο-

79

χρησάμενος, οὔτ' ἐμέμψατο τὴν προδοσίανοὔτ' ἀφεῖλε τῆς συνήθους φιλοφροσύνηςκαὶ τιμῆς πρὸς αὐτόν, ἀσθενὴς τῷ στρατῷκαὶ ἄπορος γεγονώς. Ὕστερον μέντοιπάλιν ἐμβαλὼν εἰς Ἀρμενίαν, καὶ πολλαῖςὑποσχέσεσι καὶ προκλήσεσι πείσας αὐτὸνἐλθεῖν εἰς χεῖρας, συνέλαβε καὶ δέσμιον κα-ταγαγὼν εἰς Ἀλεξάνδρειαν ἐθριάμβευσεν.ᾧ μάλιστα Ῥωμαίους ἐλύπησεν, ὡς τὰκαλὰ καὶ σεμνὰ τῆς πατρίδος Αἰγυπτίοιςδιὰ Κλεοπάτραν χαριζόμενος. ταῦτα μὲνοὖν ὕστερον ἐπράχθη.[51] Τότε δὲ διὰ πολλοῦ χειμῶνος ἤδη καὶνιφετῶν ἀπαύστων ἐπειγόμενος, ὀκτακι-σχιλίους ἀπέβαλε καθ' ὁδόν. αὐτὸς δὲ κα-ταβὰς ὀλιγοστὸς ἐπὶ θάλασσαν, ἐν χωρίῳτινὶ μεταξὺ Βηρυτοῦ κειμένῳ καὶ Σιδῶνος-- Λευκὴ κώμη καλεῖται -- Κλεοπάτραν πε-ριέμενε· καὶ βραδυνούσης ἀδημονῶν ἤλυε,ταχὺ μὲν εἰς τὸ πίνειν καὶ μεθύσκεσθαι δι-δοὺς ἑαυτόν, οὐ καρτερῶν δὲ κατακείμε-

202

τὸ Ἡράκλειον· καὶ τῆς Ἀθήνησι γιγαντο-μαχίας ὑπὸ πνευμάτων ὁ Διόνυσος ἐκσει-σθεὶς εἰς τὸ θέατρον κατηνέχθη· προσῳκεί-ου δ' ἑαυτὸν Ἀντώνιος Ἡρακλεῖ κατὰγένος καὶ Διονύσῳ κατὰ τὸν τοῦ βίουζῆλον ὥσπερ εἴρηται, Διόνυσος νέος προ-σαγορευόμενος. ἡ δ' αὐτὴ θύελλα καὶ τοὺςΕὐμένους καὶ Ἀττάλου κολοσσοὺς ἐπιγε-γραμμένους Ἀντωνιείους Ἀθήνησιν ἐμπε-σοῦσα μόνους ἐκ πολλῶν ἀνέτρεψε. ἡ δὲΚλεοπάτρας ναυαρχὶς ἐκαλεῖτο μὲν Ἀντω-νιάς, σημεῖον δὲ περὶ αὐτὴν δεινὸν ἐφάνη·χελιδόνες γὰρ ὑπὸ τὴν πρύμναν ἐνεόττευ-σαν, ἕτεραι δ' ἐπελθοῦσαι καὶ ταύτας ἐξή-λασαν καὶ τὰ νεόττια διέφθειραν.[61]Συνιόντων δὲ πρὸς τὸν πόλεμον, Ἀντω-νίῳ μὲν ἦσαν αἱ μάχιμοι νῆες οὐκ ἐλάττουςπεντακοσίων, ἐν αἷς ὀκτήρεις πολλαὶ καὶδεκήρεις, κεκοσμημέναι σοβαρῶς καὶ πα-νηγυρικῶς, στρατοῦ δὲ μυριάδες δέκα, δι-σχίλιοι δ' ἱππεῖς ἐπὶ μυρίοις. βασιλεῖς δ'

219

βαλόντος εἰς Θήβας μετὰ στρατιᾶς, ἐπαρ-θέντες οἱ Βοιωτοί, καὶ Πείσιδος ἅμα τοῦΘεσπιέως, ὃς ἐπρώτευε δόξῃ καὶ δυνάμειτότε, συμπαρορμῶντος αὐτούς, ἀπέστη-σαν. ὡς δὲ ταῖς Θήβαις ἐπαγαγὼν τὰς μη-χανὰς ὁ Δημήτριος ἐπολιόρκει καὶ φοβηθε-ὶς ὑπεξῆλθεν ὁ Κλεώνυμος, καταπλαγέντεςοἱ Βοιωτοὶ παρέδωκαν ἑαυτούς. ὁ δὲ ταῖςπόλεσιν ἐμβαλὼν φρουρὰν καὶ πραξάμενοςπολλὰ χρήματα καὶ καταλιπὼν αὐτοῖς ἐπι-μελητὴν καὶ ἁρμοστὴν Ἱερώνυμον τὸνἱστορικόν, ἔδοξεν ἠπίως κεχρῆσθαι, καὶμάλιστα διὰ Πεῖσιν. ἑλὼν γὰρ αὐτὸν οὐδὲνκακὸν ἐποίησεν, ἀλλὰ καὶ προσαγορεύσαςκαὶ φιλοφρονηθεὶς πολέμαρχον ἐν Θεσπια-ῖς ἀπέδειξεν. οὐ πολλῷ δ' ὕστερον ἁλίσκε-ται Λυσίμαχος ὑπὸ Δρομιχαίτου, καὶ πρὸςτοῦτο Δημητρίου κατὰ τάχος ἐξορμήσα-ντος ἐπὶ Θρᾴκην ὥσπερ ἔρημα καταληψο-μένου, πάλιν ἀπέστησαν οἱ Βοιωτοί, καὶΛυσίμαχος ἅμα διειμένος ἀπηγγέλλετο.

78

καὶ συνδιημερεύσεις ἀφρούρων καὶ ἀν-όπλων, ἄχρι οὗ Σέλευκος τὴν Στρατονίκηνἀναλαβὼν λαμπρῶς εἰς Ἀντιόχειαν ἀνέβη.Δημήτριος δὲ Κιλικίαν κατέσχε, καὶ Φίλαντὴν γυναῖκα πρὸς Κάσσανδρον ἔπεμψε τὸνἀδελφόν, ἀπολυσομένην τὰς Πλειστάρχουκατηγορίας. ἐν δὲ τούτῳ Δηιδάμεια πλεύ-σασα πρὸς αὐτὸν ἀπὸ τῆς Ἑλλάδος καὶσυγγενομένη χρόνον οὐ πολύν, ἐξ ἀρρωστί-ας τινὸς ἐτελεύτησε. γενομένης δ' <αὐτῷ>πρὸς Πτολεμαῖον διὰ Σελεύκου φιλίας[αὐτῷ], ὡμολογήθη Πτολεμαΐδα τὴν Πτο-λεμαίου θυγατέρα λαβεῖν αὐτὸν γυναῖκα.καὶ ταῦτα μὲν ἀστεῖα τοῦ Σελεύκου. Κιλι-κίαν δ' ἀξιῶν χρήματα λαβόντα παραδο-ῦναι Δημήτριον, ὡς <δ'> οὐκ ἔπειθε Σι-δῶνα καὶ Τύρον ἀπαιτῶν πρὸς ὀργήν,ἐδόκει βίαιος εἶναι καὶ δεινὰ ποιεῖν, εἰ τὴνἀπ' Ἰνδῶν ἄχρι τῆς κατὰ Συρίαν θαλάσσηςἅπασαν ὑφ' αὑτῷ πεποιημένος, οὕτως ἐνδε-ής ἐστιν ἔτι πραγμάτων καὶ πτωχός, ὡς

63

εἰπών, αὐτοῖς μὲν ὀξίνην ἐγχεῖσθαι, Σάρ-μεντον δὲ πίνειν ἐν Ῥώμῃ Φαλερῖνον· ὁ δὲΣάρμεντος ἦν τῶν Καίσαρος παιγνίων παι-δάριον, ἃ δηλίκια Ῥωμαῖοι καλοῦσιν.[60] Ἐπεὶ δὲ παρεσκεύαστο Καῖσαρ ἱκα-νῶς, ψηφίζεται Κλεοπάτρᾳ πολεμεῖν, ἀφε-λέσθαι δὲ τῆς ἀρχῆς Ἀντώνιον ἧς ἐξέστηγυναικί· καὶ προσεπεῖπε Καῖσαρ, ὡςἈντώνιος μὲν ὑπὸ φαρμάκων οὐδ' αὑτοῦκρατοίη, πολεμοῦσι δ' αὐτοῖς Μαρδίων ὁεὐνοῦχος καὶ Ποθεινὸς καὶ Εἰρὰς ἡ Κλεο-πάτρας κουρεύτρια καὶ Χάρμιον, ὑφ' ὧν τὰμέγιστα διοικεῖται τῆς ἡγεμονίας. Σημεῖαδὲ πρὸ τοῦ πολέμου τάδε γενέσθαι λέγεται.Πείσαυρα μέν, Ἀντωνίου πόλις κληρουχίαᾠκισμένη παρὰ τὸν Ἀδρίαν, χασμάτωνὑπορραγέντων κατεπόθη. τῶν δὲ περὶ Ἄλ-βαν Ἀντωνίου λιθίνων ἀνδριάντων ἑνὸςἱδρὼς ἀνεπίδυεν ἡμέρας πολλάς, ἀποματ-τόντων τινῶν οὐ παυόμενος. ἐν δὲ Πάτραιςδιατρίβοντος αὐτοῦ, κεραυνοῖς ἐνεπρήσθη

218

νος, ἀλλὰ μεταξὺ πινόντων ἀνιστάμενοςκαὶ ἀναπηδῶν πολλάκις ἐπὶ σκοπήν, ἕωςἐκείνη κατέπλευσεν ἐσθῆτα πολλὴν καὶχρήματα κομίζουσα τοῖς στρατιώταις. εἰσὶδ' οἱ λέγοντες ὅτι τὴν μὲν ἐσθῆτα παρ'ἐκείνης λαβών, τὸ δ' ἀργύριον ἐκ τῶν ἰδίωνδιένειμεν ὡς ἐκείνης διδούσης.[52] Τῷ δὲ βασιλεῖ τῶν Μήδων γίνεταιδιαφορὰ πρὸς Φραάτην τὸν Πάρθον, ἀρξα-μένη μὲν ὥς φασιν ὑπὲρ τῶν Ῥωμαϊκῶνλαφύρων, ὑπόνοιαν δὲ τῷ Μήδῳ καὶ φόβονἀφαιρέσεως τῆς ἀρχῆς παρασχοῦσα. διὸκαὶ πέμπων ἐκάλει τὸν Ἀντώνιον, ἐπαγ-γελλόμενος συμπολεμήσειν μετὰ τῆς ἑαυ-τοῦ δυνάμεως. γενόμενος οὖν ἐπ' ἐλπίδοςμεγάλης ὁ Ἀντώνιος -- ᾧ γὰρ ἐδόκει μόνῳτοῦ κατεργάσασθαι Πάρθους ἀπολιπεῖν,ἱππέων πολλῶν καὶ τοξοτῶν ἐνδεὴς ἐλθών,τοῦθ' ἑώρα προσγινόμενον αὐτῷ χαριζο-μένῳ μᾶλλον ἢ δεομένῳ -- παρεσκευάζετοδι' Ἀρμενίας αὖθις ἀναβαίνειν καὶ συγγε-

203

ὑπὲρ δυεῖν πόλεων ἄνδρα κηδεστὴν καὶ με-ταβολῇ τύχης κεχρημένον ἐλαύνειν, λα-μπρὰν τῷ Πλάτωνι μαρτυρίαν διδούς, δια-κελευομένῳ μὴ τὴν οὐσίαν πλείω, τὴν δ'ἀπληστίαν ποιεῖν ἐλάσσω τόν γε βουλόμε-νον ὡς ἀληθῶς εἶναι πλούσιον, ὡς ὅ γε μὴπαύων φιλοπλουτίαν [οὗτος] οὔτε πενίαςοὔτ' ἀπορίας ἀπήλλακται.[33] Οὐ μὴν ὑπέπτηξε Δημήτριος, ἀλλὰφήσας οὐδ' ἂν μυρίας ἡττηθῇ μάχας ἄλλαςἐν Ἴψῳ γαμβρὸν ἀγαπήσειν ἐπὶ μισθῷΣέλευκον, τὰς μὲν πόλεις ἐκρατύνατοφρουραῖς, αὐτὸς δὲ πυθόμενος Λαχάρηστασιάζουσιν Ἀθηναίοις ἐπιθέμενον τυραν-νεῖν, ἤλπιζε ῥᾳδίως ἐπιφανεὶς λήψεσθαιτὴν πόλιν. καὶ τὸ μὲν πέλαγος ἀσφαλῶςδιεπεραιώθη μεγάλῳ στόλῳ, παρὰ δὲ τὴνἈττικὴν παραπλέων ἐχειμάσθη, καὶ τὰςπλείστας ἀπέβαλε τῶν νεῶν, καὶ συνδιε-φθάρη πλῆθος ἀνθρώπων οὐκ ὀλίγον.αὐτὸς δὲ σωθεὶς ἥψατο μέν τινος πολέμου

64

του τὸν Σέλευκον ἐκκλησίαν ἀθροίσανταπάνδημον εἰπεῖν, ὅτι βούλεται καὶ διέγνω-κε τῶν ἄνω πάντων τόπων Ἀντίοχον ἀπο-δεῖξαι βασιλέα καὶ Στρατονίκην βασιλίδα,ἀλλήλοις συνοικοῦντας· οἴεσθαι δὲ τὸν μὲνυἱὸν εἰθισμένον ἅπαντα πείθεσθαι καὶ κα-τήκοον ὄντα μηθὲν ἀντερεῖν αὐτῷ πρὸς τὸνγάμον· εἰ δ' ἡ γυνὴ τῷ μὴ νενομισμένῳ δυ-σκολαίνοι, παρακαλεῖν τοὺς φίλους, ὅπωςδιδάσκωσιν αὐτὴν καὶ πείθωσι καλὰ καὶ δί-καια τὰ δοκοῦντα βασιλεῖ μετὰ τοῦ συμ-φέροντος ἡγεῖσθαι. τὸν μὲν οὖν Ἀντιόχουκαὶ Στρατονίκης γάμον ἐκ τοιαύτης γε-νέσθαι προφάσεως λέγουσι.[39] Δημήτριος δὲ μετὰ Μακεδονίαν καὶΘετταλίαν ἦν παρειληφώς. ἔχων δὲ καὶΠελοποννήσου τὰ πλεῖστα καὶ τῶν ἐντὸςἸσθμοῦ Μέγαρα καὶ Ἀθήνας, ἐπὶ Βοιωτοὺςἐστράτευσε. καὶ πρῶτον μὲν ἐγένοντο συμ-βάσεις μέτριαι περὶ φιλίας πρὸς αὐτόν·ἔπειτα Κλεωνύμου τοῦ Σπαρτιάτου παρα-

77

νόμενος τῷ Μήδῳ περὶ ποταμὸν Ἀράξηνοὕτω κινεῖν τὸν πόλεμον.[53] Ἐν δὲ Ῥώμῃ βουλομένης Ὀκταουίαςπλεῦσαι πρὸς Ἀντώνιον, ἐπέτρεψε Καῖσαρ,ὡς οἱ πλείους λέγουσιν οὐκ ἐκείνῃ χαρι-ζόμενος, ἀλλ' ὅπως περιυβρισθεῖσα καὶ κα-ταμεληθεῖσα πρὸς τὸν πόλεμον αἰτίανεὐπρεπῆ παράσχοι. γενομένη δ' ἐν Ἀθή-ναις, ἐδέξατο γράμματα παρ' Ἀντωνίου,κελεύοντος αὐτόθι προσμένειν καὶ τὰ περὶτὴν ἀνάβασιν δηλοῦντος. ἡ δὲ καίπερ ἀχθο-μένη καὶ νοοῦσα τὴν πρόφασιν, ὅμως ἔγρα-ψε πυνθανομένη ποῦ κελεύει πεμφθῆναι τὰκομιζόμενα πρὸς αὐτόν. ἐκόμιζε δὲ πολλὴνμὲν ἐσθῆτα στρατιωτικήν, πολλὰ δ' ὑποζύ-για καὶ χρήματα καὶ δῶρα τοῖς περὶ αὐτὸνἡγεμόσι καὶ φίλοις· ἐκτὸς δὲ τούτων στρα-τιώτας ἐπιλέκτους δισχιλίους, εἰς στρατη-γικὰς σπείρας κεκοσμημένους ἐκπρεπέσιπανοπλίαις. ταῦτα Νίγρος τις Ἀντωνίουφίλος ἀποσταλεὶς παρ' αὐτῆς ἔφραζε, καὶ

204

πάτρᾳ μὲν ἦν ὕποπτος ὡς ὑπὲρ Ὀκταουί-ας πράττων, σκωπτόμενος δὲ παρὰ δεῖπνονἀεὶ καὶ κλισίαις ἀτίμοις προπηλακιζόμε-νος, ἠνείχετο καιρὸν ἐντεύξεως ἀναμένων·κελευσθεὶς δὲ λέγειν ἐφ' οἷς ἥκει παρὰ τὸδεῖπνον, τὴν μὲν ἄλλην ἔφη νήφοντος εἶναιδιάλεξιν, ἓν δὲ καὶ νήφων ἐπίστασθαι καὶμεθύων, ὅτι καλῶς ἕξει πάντα Κλεοπάτραςεἰς Αἴγυπτον ἀπαλλαγείσης. πρὸς τοῦτοτοῦ Ἀντωνίου χαλεπήναντος, ἡ Κλεοπάτρα"καλῶς" ἔφη "πεποίηκας ὦ Γεμίνιε, τὴνἀλήθειαν ἄνευ βασάνων ἐξομολογησάμε-νος." Γεμίνιος μὲν οὖν μετ' ὀλίγας ἡμέραςἀποδρὰς εἰς Ῥώμην ᾤχετο. πολλοὺς δὲ καὶτῶν ἄλλων φίλων οἱ Κλεοπάτρας κόλακεςἐξέβαλον, τὰς παροινίας καὶ βωμολοχίαςοὐχ ὑπομένοντας, ὧν καὶ Μᾶρκος ἦν Σιλα-νὸς καὶ Δέλλιος ὁ ἱστορικός. οὗτος δὲ καὶδεῖσαί φησιν ἐπιβουλὴν ἐκ Κλεοπάτρας,Γλαύκου τοῦ ἰατροῦ φράσαντος αὐτῷ. προ-σέκρουσε δὲ Κλεοπάτρᾳ παρὰ δεῖπνον

217

εἰπεῖν, ὡς ἔρως μὲν εἴη τοῦ νεανίσκου τὸπάθος, ἔρως δ' ἀδύνατος καὶ ἀνίατος. ἐκ-πλαγέντος δ' ἐκείνου καὶ πυθομένου πῶςἀνίατος, "ὅτι νὴ Δία" φάναι τὸν Ἐρασί-στρατον "ἐρᾷ τῆς ἐμῆς γυναικός." "εἶτ' οὐκἄν" εἰπεῖν τὸν Σέλευκον "ἐπιδοίης Ἐρασί-στρατε τῷ ἐμῷ παιδὶ φίλος ὢν τὸν γάμον,καὶ ταῦθ' ὁρῶν ἡμᾶς ἐπὶ τούτῳ μόνῳ σα-λεύοντας;" "οὐδὲ γὰρ ἂν σύ" φάναι "τοῦτοπατὴρ ὢν ἐποίησας, εἰ Στρατονίκης Ἀντίο-χος ἐπεθύμησε." καὶ τὸν Σέλευκον "εἴθεγὰρ ἑταῖρε" εἰπεῖν "ταχὺ μεταστρέψαι τιςἐπὶ ταῦτα καὶ μεταβάλοι θεῶν ἢ ἀνθρώπωντὸ πάθος· ὡς ἐμοὶ καὶ τὴν βασιλείαν ἀφε-ῖναι καλὸν Ἀντιόχου περιεχομένῳ." ταῦτ'ἐμπαθῶς σφόδρα τοῦ Σελεύκου καὶ μετὰπολλῶν δακρύων λέγοντος, ἐμβαλόντα τὴνδεξιὰν αὐτῷ τὸν Ἐρασίστρατον εἰπεῖν, ὡςοὐδὲν Ἐρασιστράτου δέοιτο· καὶ γὰρ πα-τὴρ καὶ ἀνὴρ ὢν καὶ βασιλεὺς αὐτὸς ἅμακαὶ ἰατρὸς εἴη τῆς οἰκίας ἄριστος. ἐκ τού-

76

πρὸς τοὺς Ἀθηναίους, ὡς δ' οὐδὲν ἐπέραι-νε, πέμψας ναυτικὸν αὖθις ἀθροίσοντας,αὐτὸς εἰς Πελοπόννησον παρῆλθε καὶ Μεσ-σήνην ἐπολιόρκει. καὶ προσμαχόμενος τοῖςτείχεσιν ἐκινδύνευσε, καταπελτικοῦ βέλουςεἰς τὸ πρόσωπον αὐτῷ καὶ τὸ στόμα διὰτῆς σιαγόνος ἐμπεσόντος. ἀναληφθεὶς δὲκαὶ πόλεις τινὰς ἀφεστώσας προσαγαγόμε-νος, πάλιν εἰς τὴν Ἀττικὴν ἐνέβαλε, καὶκρατήσας Ἐλευσῖνος καὶ Ῥαμνοῦντοςἔφθειρε τὴν χώραν, καὶ ναῦν τινα λαβὼνἔχουσαν σῖτον καὶ εἰσάγουσαν τοῖς Ἀθη-ναίοις, ἐκρέμασε τὸν ἔμπορον καὶ τὸν κυ-βερνήτην, ὥστε τῶν ἄλλων ἀποτρεπο-μένων διὰ φόβον σύντονον λιμὸν ἐν ἄστειγενέσθαι, πρὸς δὲ τῷ λιμῷ καὶ τῶν ἄλλωνἀπορίαν. ἁλῶν γοῦν μέδιμνον ὠνοῦντο τετ-ταράκοντα δραχμῶν, ὁ δὲ τῶν πυρῶν[μόδιος] ὤνιος ἦν τριακοσίων. μικρὰν δὲτοῖς Ἀθηναίοις ἀναπνοὴν παρέσχον ἑκατὸνπεντήκοντα νῆες φανεῖσαι περὶ Αἴγιναν, ἃς

65

γενομένης· Ἐφεσίους δ' ἀνασχέσθαι πα-ρόντος αὐτοῦ κυρίαν τὴν Κλεοπάτρανἀσπασαμένους· δικάζοντα δὲ πολλάκις τε-τράρχαις καὶ βασιλεῦσιν ἐπὶ βήματος, δελ-τάρια τῶν ἐρωτικῶν ὀνύχινα καὶ κρυστάλ-λινα δέχεσθαι παρ' αὐτῆς καὶ ἀναγι-νώσκειν· Φουρνίου δὲ λέγοντος, ὃς ἦνἀξιώματος μεγάλου καὶ δεινότατος εἰπεῖνῬωμαίων, τὴν μὲν Κλεοπάτραν ἐν φορείῳδιὰ τῆς ἀγορᾶς κομίζεσθαι, τὸν δ'Ἀντώνιον ὡς εἶδεν ἀναπηδήσαντα τὴν μὲνδίκην ἀπολιπεῖν, ἐκκρεμαννύμενον δὲ τοῦφορείου παραπέμπειν ἐκείνην.[59] Ἀλλὰ τούτων μὲν ἐδόκει τὰ πλεῖστακαταψεύδεσθαι Καλουΐσιος. -- οἱ δὲ φίλοιτοῦ Ἀντωνίου περιιόντες ἐν Ῥώμῃ τὸνδῆμον ἱκέτευον, ἕνα δ' ἐξ αὑτῶν ἔπεμψανΓεμίνιον, δεόμενοι τοῦ Ἀντωνίου μὴ περιι-δεῖν αὑτὸν ἀποψηφισθέντα τῆς ἀρχῆς καὶπολέμιον Ῥωμαίων ἀναγορευθέντα. Γεμί-νιος δὲ πλεύσας εἰς τὴν Ἑλλάδα, Κλεο-

216

προσετίθει τοὺς ἀξίους καὶ πρέπονταςἐπαίνους. αἰσθομένη δ' ἡ Κλεοπάτρα τὴνὈκταουίαν ὁμόσε χωροῦσαν αὑτῇ, καὶ φο-βηθεῖσα μὴ τοῦ τρόπου τῇ σεμνότητι καὶτῇ Καίσαρος δυνάμει προσκτησαμένη τὸκαθ' ἡδονὴν ὁμιλεῖν καὶ θεραπεύεινἈντώνιον, ἄμαχος γένηται καὶ κρατήσῃπαντάπασι τοῦ ἀνδρός, ἐρᾶν αὐτὴ προσε-ποιεῖτο τοῦ Ἀντωνίου, καὶ τὸ σῶμα λεπτα-ῖς καθῄρει διαίταις· τὸ δὲ βλέμμα προ-σιόντος ἐκπεπληγμένον, ἀπερχομένου δὲτηκόμενον καὶ ταπεινούμενον ὑπεφαίνετο.πραγματευομένη δὲ πολλάκις ὀφθῆναι δα-κρύουσα, ταχὺ τὸ δακρῦον ἀφῄρει καὶἀπέκρυπτεν, ὡς δὴ βουλομένη λανθάνεινἐκεῖνον. ἐπράττετο δὲ ταῦτα μέλλοντος τοῦἀνδρὸς ἐκ Συρίας ἀναβαίνειν πρὸς τὸνΜῆδον. οἱ δὲ κόλακες σπουδάζοντες ὑπὲραὐτῆς ἐλοιδόρουν τὸν Ἀντώνιον ὡς σκλη-ρὸν καὶ ἀπαθῆ καὶ παραπολλύντα γύναιονεἰς ἕνα καὶ μόνον ἐκεῖνον ἀνηρτημένον.

205

ἔπεμψεν ἐπικούρους αὐτοῖς Πτολεμαῖος.εἶτα Δημητρίῳ πολλῶν μὲν ἐκ Πελοποννή-σου, πολλῶν δ' ἀπὸ Κύπρου νεῶν παραγε-νομένων, ὥστε συμπάσας ἀθροισθῆναιτριακοσίας, ἔφυγον ἄραντες οἱ Πτολεμαί-ου, καὶ Λαχάρης ὁ τύραννος ἀπέδρα προ-έμενος τὴν πόλιν.[34] Οἱ δ' Ἀθηναῖοι, καίπερ ψηφισάμενοιθάνατον εἰ μνησθείη τις εἰρήνης καὶ διαλ-λαγῆς πρὸς Δημήτριον, εὐθὺς ἀνεῴγνυσαντὰς ἐγγὺς πύλας καὶ πρέσβεις ἔπεμπον,οὐδὲν μὲν ἀπ' ἐκείνου χρηστὸν προσδο-κῶντες, ἐκβιαζομένης δὲ τῆς ἀπορίας· ἐν ᾗδυσχερῶν πολλῶν συμπεσόντων λέγεταί τικαὶ τοιοῦτον γενέσθαι· πατέρα καὶ υἱὸν ἐνοἰκήματι καθέζεσθαι τὰ καθ' ἑαυτοὺς ἀπε-γνωκότας, ἐκ δὲ τῆς ὀροφῆς μῦν νεκρὸν ἐκ-πεσεῖν, τοὺς δ' ὡς εἶδον ἀναπηδήσανταςἀμφοτέρους διαμάχεσθαι περὶ αὐτοῦ. τότεκαὶ τὸν φιλόσοφον Ἐπίκουρον ἱστοροῦσιδιαθρέψαι τοὺς συνήθεις κυάμους πρὸς

66

μερεύειν, εἰ δέ τις εἰσίοι τῶν ἐν ὥρᾳ μειρα-κίων ἢ γυναικῶν, ἐγκαθορᾶν τε τῷ προ-σώπῳ τοῦ Ἀντιόχου καὶ τὰ συμπάσχεινμάλιστα τῇ ψυχῇ τρεπομένῃ πεφυκόταμέρη καὶ κινήματα τοῦ σώματος ἐπισκοπε-ῖν. ὡς οὖν τῶν μὲν ἄλλων εἰσιόντων ὁμοί-ως εἶχε, τῆς δὲ Στρατονίκης καὶ καθ' ἑαυ-τὴν καὶ μετὰ τοῦ Σελεύκου φοιτώσης πολ-λάκις ἐγίνετο τὰ τῆς Σαπφοῦς ἐκεῖνα περὶαὐτὸν πάντα, φωνῆς ἐπίσχεσις, ἐρύθημαπυρῶδες, ὄψεων ὑπολείψεις, ἱδρῶτες ὀξεῖς,ἀταξία καὶ θόρυβος ἐν τοῖς σφυγμοῖς,τέλος δὲ τῆς ψυχῆς κατὰ κράτος ἡττη-μένης ἀπορία καὶ θάμβος καὶ ὠχρίασις,ἐπὶ τούτοις προσλογιζόμενον τὸν Ἐρασί-στρατον κατὰ τὸ εἰκός, ὡς οὐκ ἂν ἑτέραςἐρῶν βασιλέως υἱὸς ἐνεκαρτέρει τῷ σιω-πᾶν μέχρι θανάτου, χαλεπὸν μὲν ἡγεῖσθαιτὸ φράσαι ταῦτα καὶ κατειπεῖν, οὐ μὴνἀλλὰ πιστεύοντα τῇ πρὸς τὸν υἱὸν εὐνοίᾳτοῦ Σελεύκου παρακινδυνεῦσαί ποτε καὶ

75

Ὀκταουίαν μὲν γὰρ πραγμάτων ἕνεκα διὰτὸν ἀδελφὸν συνελθεῖν καὶ τὸ τῆς γαμετῆςὄνομα καρποῦσθαι· Κλεοπάτραν δὲ τοσού-των ἀνθρώπων βασιλεύουσαν ἐρωμένηνἈντωνίου καλεῖσθαι, καὶ τοὔνομα τοῦτομὴ φεύγειν μηδ' ἀπαξιοῦν, ἕως ὁρᾶν ἐκε-ῖνον ἔξεστι καὶ συζῆν· ἀπελαυνομένην δὲτούτου μὴ περιβιώσεσθαι. τέλος δ' οὖνοὕτω τὸν ἄνθρωπον ἐξέτηξαν καὶ ἀπεθήλυ-ναν, ὥστε δείσαντα μὴ Κλεοπάτρα πρόη-ται τὸν βίον, εἰς Ἀλεξάνδρειαν ἐπανελθεῖν,τὸν δὲ Μῆδον εἰς ὥραν ἔτους ἀναβαλέσθαι,καίπερ ἐν στάσει τῶν Παρθικῶν εἶναι λε-γομένων. οὐ μὴν ἀλλὰ τοῦτον μὲν ἀναβὰςαὖθις εἰς φιλίαν προσηγάγετο, καὶ λαβὼνἑνὶ τῶν ἐκ Κλεοπάτρας υἱῶν γυναῖκα μίαναὐτοῦ τῶν θυγατέρων ἔτι μικρὰν οὖσαν[ἐγγυήσας] ἐπανῆλθεν, ἤδη πρὸς τὸν ἐμφύ-λιον πόλεμον τετραμμένος.[54] Ὀκταουίαν δὲ Καῖσαρ ὑβρίσθαι δοκο-ῦσαν, ὡς ἐπανῆλθεν ἐξ Ἀθηνῶν, ἐκέλευσε

206

ῦντος οὐκ ἔδωκαν· εἰ δὲ βούλοιτο λαμ-βάνειν, ἐλθεῖν αὐτὸν ἐκέλευον. ἔλαβεν οὖνἐλθών, καὶ πρῶτον μὲν αὐτὸς ἰδίᾳ τὰ γε-γραμμένα διῆλθε, καὶ παρεσημήνατοτόπους τινὰς εὐκατηγορήτους, ἔπειτα τὴνβουλὴν ἀθροίσας ἀνεγίνωσκε, τῶν πλεί-στων ἀηδῶς ἐχόντων. ἀλλόκοτον γὰρ ἔδο-ξεν εἶναι καὶ δεινόν, εὐθύνας τινὰ διδόναιζῶντα περὶ ὧν ἐβουλήθη γενέσθαι μετὰτὴν τελευτήν. ἐπεφύετο δὲ τῶν γεγραμ-μένων μάλιστα τῷ περὶ τῆς ταφῆς. ἐκέλευεγὰρ αὑτοῦ τὸ σῶμα, κἂν ἐν Ῥώμῃ τελευτή-σῃ, δι' ἀγορᾶς πομπευθὲν εἰς Ἀλεξάνδρειανὡς Κλεοπάτραν ἀποσταλῆναι. Καλουΐσιοςδὲ Καίσαρος ἑταῖρος ἔτι καὶ ταῦτα τῶν εἰςΚλεοπάτραν ἐγκλημάτων Ἀντωνίῳ προ-ὔφερε· χαρίσασθαι μὲν αὐτῇ τὰς ἐκ Περ-γάμου βυβλιοθήκας, ἐν αἷς εἴκοσι μυριάδεςβυβλίων ἁπλῶν ἦσαν· ἐν δὲ συνδείπνῳ πολ-λῶν παρόντων ἀναστάντα τρίβειν αὐτῆςτοὺς πόδας ἔκ τινος ὁρισμοῦ καὶ συνθήκης

215

[38] Οὕτω δὲ λαμπρᾷ κεχρημένος εὐτυχίᾳ,πυνθάνεται μὲν περὶ τῶν τέκνων καὶ τῆςμητρὸς ὡς μεθεῖνται, δῶρα καὶ τιμὰς Πτο-λεμαίου προσθέντος αὐτοῖς, πυνθάνεται δὲπερὶ τῆς Σελεύκῳ γαμηθείσης θυγατρός,ὡς Ἀντιόχῳ τῷ Σελεύκου συνοικεῖ καὶ βα-σίλισσα τῶν ἄνω βαρβάρων ἀνηγόρευται.συνέβη γάρ, ὡς ἔοικε, τὸν Ἀντίοχον ἐρα-σθέντα τῆς Στρατονίκης νέας οὔσης, ἤδηδὲ παιδίον ἐχούσης ἐκ τοῦ Σελεύκου, δια-κεῖσθαι κακῶς καὶ πολλὰ ποιεῖν τῷ πάθειδιαμαχόμενον, τέλος δ' ἑαυτοῦ καταγνόνταδεινῶν μὲν ἐπιθυμεῖν, ἀνήκεστα δὲ νοσεῖν,κεκρατῆσθαι δὲ τῷ λογισμῷ, τρόπον ἀπαλ-λαγῆς τοῦ βίου ζητεῖν καὶ παραλύεινἀτρέμα καὶ θεραπείας ἀμελείᾳ καὶ τροφῆςἀποχῇ τὸ σῶμα, νοσεῖν τινα νόσον σκη-πτόμενον. Ἐρασίστρατον δὲ τὸν ἰατρὸναἰσθέσθαι μὲν οὐ χαλεπῶς ἐρῶντος αὐτοῦ,τὸ δ' οὗτινος ἐρᾷ δυστόπαστον ὂν ἐξανευρε-ῖν βουλόμενον ἀεὶ μὲν ἐν τῷ δωματίῳ διη-

74

ἀριθμὸν μετ' αὐτῶν διανεμόμενον. οὕτωςοὖν τῆς πόλεως ἐχούσης, εἰσελθὼν ὁ Δημή-τριος καὶ κελεύσας εἰς τὸ θέατρον ἀθροι-σθῆναι πάντας, ὅπλοις μὲν συνέφραξε τὴνσκηνὴν καὶ δορυφόροις τὸ λογεῖον περιέλα-βεν, αὐτὸς δὲ καταβὰς ὥσπερ οἱ τραγῳδοὶδιὰ τῶν ἄνω παρόδων, ἔτι μᾶλλον ἐκπε-πληγμένων τῶν Ἀθηναίων, τὴν ἀρχὴν τοῦλόγου πέρας ἐποιήσατο τοῦ δέους αὐτῶν.καὶ γὰρ τόνου φωνῆς καὶ ῥημάτων πικρίαςφεισάμενος, ἐλαφρῶς δὲ καὶ φιλικῶς μεμ-ψάμενος αὐτοῖς διηλλάσσετο, καὶ δέκα μυ-ριάδας σίτου μεδίμνων ἐπέδωκε, καὶ κα-τέστησεν ἀρχὰς αἳ μάλιστα τῷ δήμῳ προ-σφιλεῖς ἦσαν. συνιδὼν δὲ Δρομοκλείδης ὁῥήτωρ ὑπὸ χαρᾶς τὸν δῆμον ἔν τε φωναῖςὄντα παντοδαπαῖς καὶ τοὺς ἀπὸ τοῦ βήμα-τος ἐπαίνους τῶν δημαγωγῶν ἁμιλλώμε-νον ὑπερβαλέσθαι, γνώμην ἔγραψε Δημη-τρίῳ τῷ βασιλεῖ τὸν Πειραιᾶ παραδοθῆναικαὶ τὴν Μουνυχίαν. ἐπιψηφισθέντων δὲ

67

σθῇ. καὶ γὰρ ἐνέδει πολλά, καὶ τοὺς ἀν-θρώπους ἐλύπουν αἱ τῶν χρημάτωνεἰσπράξεις· ἀναγκαζόμενοι γὰρ οἱ μὲν ἄλ-λοι τὰ τέταρτα τῶν καρπῶν, οἱ δ' ἐξελευθε-ρικοὶ τῶν κτημάτων αὐτῶν τὰς ὀγδόαςἀποφέρειν, κατεβόων αὐτοῦ, καὶ ταραχαὶκατεῖχον ἐκ τούτων ἅπασαν τὴν Ἰταλίαν.ὅθεν ἐν τοῖς μεγίστοις ἁμαρτήμασιν Ἀντω-νίου τὴν ἀναβολὴν τοῦ πολέμου τίθενται.καὶ γὰρ παρασκευάσασθαι χρόνον ἔδωκεΚαίσαρι, καὶ τὰς ταραχὰς τῶν ἀνθρώπωνἐξέλυσε. πραττόμενοι γὰρ ἠγριαίνοντο,πραχθέντες δὲ καὶ δόντες ἡσύχαζον. Τίτιοςδὲ καὶ Πλάγκος, Ἀντωνίου φίλοι τῶν ὑπα-τικῶν, ὑπὸ Κλεοπάτρας προπηλακιζόμενοι-- πλεῖστα γὰρ ἠναντιώθησαν αὐτῇ περὶτοῦ συστρατεύειν --, ἀποδράντες ᾤχοντοπρὸς Καίσαρα καὶ περὶ τῶν Ἀντωνίου δια-θηκῶν ἐγίνοντο μηνυταί, τὰ γεγραμμένασυνειδότες. ἀπέκειντο δ' αὗται παρὰ ταῖςἙστιάσι παρθένοις, καὶ Καίσαρος αἰτο-

214

καθ' ἑαυτὴν οἰκεῖν. ἡ δ' οὐκ ἔφη τὸν οἶκονἀπολείψειν τοῦ ἀνδρός, ἀλλὰ κἀκεῖνοναὐτόν, εἰ μὴ δι' ἑτέρας αἰτίας ἔγνωκε πολε-μεῖν Ἀντωνίῳ, παρεκάλει τὰ καθ' ἑαυτὴνἐᾶν, ὡς οὐδ' ἀκοῦσαι καλόν, εἰ τῶν μεγί-στων αὐτοκρατόρων ὁ μὲν δι' ἔρωτα γυναι-κός, ὁ δὲ διὰ ζηλοτυπίαν εἰς ἐμφύλιονπόλεμον Ῥωμαίους κατέστησε. ταῦτα δὲλέγουσα μᾶλλον ἐβεβαίου δι' ἔργων. καὶγὰρ ᾤκει τὴν οἰκίαν ὥσπερ αὐτοῦ πα-ρόντος ἐκείνου, καὶ τῶν τέκνων οὐ μόνοντῶν ἐξ ἑαυτῆς, ἀλλὰ καὶ τῶν ἐκ Φουλβίαςγεγονότων καλῶς καὶ μεγαλοπρεπῶς ἐπε-μελεῖτο· καὶ τοὺς πεμπομένους ἐπ' ἀρχάςτινας ἢ πράγματα τῶν Ἀντωνίου φίλωνὑποδεχομένη, συνέπραττεν ὧν παρὰ Καί-σαρος δεηθεῖεν. ἄκουσα δ' ἔβλαπτε διὰτούτων Ἀντώνιον· ἐμισεῖτο γὰρ ἀδικῶν γυ-ναῖκα τοιαύτην. ἐμισήθη δὲ καὶ διὰ τὴνδιανέμησιν ἣν ἐποιήσατο τοῖς τέκνοις ἐνἈλεξανδρείᾳ, τραγικὴν καὶ ὑπερήφανον

207

τούτων ὁ Δημήτριος αὐτὸς ἐφ' ἑαυτοῦ προ-σενέβαλε φρουρὰν εἰς τὸ Μουσεῖον, ὡς μὴπάλιν ἀναχαιτίσαντα τὸν δῆμον ἀσχολίαςαὐτῷ πραγμάτων ἑτέρων παρασχεῖν.[35] Ἐχομένων δὲ τῶν Ἀθηνῶν, εὐθὺς ἐπε-βούλευε τῇ Λακεδαίμονι, καὶ περὶ Μαντί-νειαν Ἀρχιδάμου τοῦ βασιλέως ἀπαντήσα-ντος αὐτῷ, νικήσας μάχῃ καὶ τρεψάμενοςεἰς τὴν Λακωνικὴν ἐνέβαλε, καὶ πρὸς αὐτῇτῇ Σπάρτῃ πάλιν ἐκ παρατάξεως ἑλὼν πε-ντακοσίους καὶ διαφθείρας διακοσίους,ὅσον οὔπω τὴν πόλιν ἔχειν ἐδόκει, μέχριτῶν χρόνων ἐκείνων ἀνάλωτον οὖσαν. Ἀλλ'ἡ τύχη περὶ οὐδένα τῶν βασιλέων ἔοικενοὕτως τροπὰς λαβεῖν μεγάλας καὶ ταχείας,οὐδ' ἐν ἑτέροις πράγμασι τοσαυτάκις μι-κρὰ καὶ πάλιν μεγάλη, καὶ ταπεινὴ μὲν ἐκλαμπρᾶς, ἰσχυρὰ δ' αὖθις ἐκ φαύλης γε-νέσθαι. διὸ καί φασιν αὐτὸν ἐν ταῖς χείροσιμεταβολαῖς πρὸς τὴν Τύχην ἀναφθέγγε-σθαι τὸ Αἰσχύλειον·

68

Μακεδόσι καὶ φοβουμένοις τὴν τοῦ Δημη-τρίου δύναμιν, ὡς ἐπῄει μὲν οὐδεὶς φοβε-ρός, ὁ δὲ Δημήτριος ἔπεμπε βουλόμενοςἐντυχεῖν καὶ περὶ τῶν πεπραγμένων ἀπο-λογήσασθαι, θαρρεῖν παρέστη καὶ δέχεσθαιφιλανθρώπως αὐτόν. ὡς δ' ἦλθεν, οὐ μα-κρῶν ἐδέησεν αὐτῷ λόγων, ἀλλὰ τῷ μισεῖνμὲν τὸν Ἀντίπατρον φονέα μητρὸς ὄντα,βελτίονος δ' ἀπορεῖν, ἐκεῖνον ἀνηγόρευσανβασιλέα Μακεδόνων καὶ παραλαβόντεςεὐθὺς κατῆγον εἰς Μακεδονίαν. ἦν δὲ καὶτοῖς οἴκοι Μακεδόσιν οὐκ ἀκούσιος ἡ με-ταβολή, μεμνημένοις ἀεὶ καὶ μισοῦσιν ἃΚάσσανδρος εἰς Ἀλέξανδρον τεθνηκόταπαρηνόμησεν. εἰ δέ τις ἔτι μνήμη τῆςἈντιπάτρου τοῦ παλαιοῦ μετριότητος ὑπε-λείπετο, καὶ ταύτην Δημήτριος ἐκαρποῦτο,Φίλᾳ συνοικῶν καὶ τὸν ἐξ ἐκείνης υἱὸνἔχων διάδοχον τῆς ἀρχῆς, ἤδη τότε μει-ράκιον ὄντα καὶ τῷ πατρὶ συστρατευόμε-νον.

73

καὶ μισορρώμαιον φανεῖσαν. ἐμπλήσας γὰρὄχλου τὸ γυμνάσιον, καὶ θέμενος ἐπὶ βήμα-τος ἀργυροῦ δύο θρόνους χρυσοῦς, τὸν μὲνἑαυτῷ, τὸν δὲ Κλεοπάτρᾳ, καὶ τοῖς παισὶνἑτέρους ταπεινοτέρους, πρῶτον μὲν ἀπέφη-νε Κλεοπάτραν βασίλισσαν Αἰγύπτου καὶΚύπρου καὶ Λιβύης καὶ Κοίλης Συρίας,συμβασιλεύοντος αὐτῇ Καισαρίωνος, ὃς ἐκΚαίσαρος ἐδόκει τοῦ προτέρου γεγονέναι,Κλεοπάτραν ἔγκυον καταλιπόντος· δεύτε-ρον δὲ τοὺς ἐξ αὑτοῦ καὶ Κλεοπάτρας υἱοὺςβασιλεῖς βασιλέων ἀναγορεύσας, Ἀλεξάν-δρῳ μὲν Ἀρμενίαν ἀπένειμε καὶ Μηδίανκαὶ τὰ Πάρθων ὅταν ὑπαγάγηται, Πτολε-μαίῳ δὲ Φοινίκην καὶ Συρίαν καὶ Κιλικίαν.ἅμα δὲ καὶ προήγαγε τῶν παίδων Ἀλέξαν-δρον μὲν ἐσθῆτι [τε] Μηδικῇ τιάραν καὶ κί-ταριν ὀρθὴν ἐχούσῃ, Πτολεμαῖον δὲ κρη-πῖσι καὶ χλαμύδι καὶ καυσίᾳ διαδηματο-φόρῳ κεκοσμημένον· αὕτη γὰρ ἦν σκευὴτῶν ἀπ' Ἀλεξάνδρου βασιλέων, ἐκείνη δὲ

208

ῖς ἀνελάμβανε φιλοτιμίαις τὸν δῆμον. οἱ δὲτιμὰς αὐτῇ ψηφισάμενοι, πρέσβεις ἔπεμ-ψαν ἐπὶ τὴν οἰκίαν τὸ ψήφισμα κομίζο-ντας, ὧν εἷς ἦν Ἀντώνιος ὡς δὴ πολίτηςἈθηναῖος· καὶ δὴ καταστὰς ἐπ' αὐτῆςλόγον ὑπὲρ τῆς πόλεως διεξῆλθεν. εἰς δὲῬώμην ἔπεμψε τοὺς Ὀκταουίαν ἐκ τῆςοἰκίας ἐκβαλοῦντας. ἀπελθεῖν δέ φασιναὐτὴν τὰ μὲν τέκνα πάντα <τὰ> Ἀντωνίουμεθ' ἑαυτῆς ἔχουσαν ἄνευ τοῦ πρεσβυ-τάτου τῶν ἐκ Φουλβίας -- ἐκεῖνος γὰρ ἦνπαρὰ τῷ πατρί -- , κλαίουσαν δὲ καὶ δυ-σφοροῦσαν, εἰ δόξει μία τῶν αἰτιῶν τοῦπολέμου καὶ αὐτὴ γεγονέναι. Ῥωμαῖοι δ'ᾤκτιρον οὐκ ἐκείνην ἀλλ' Ἀντώνιον, καὶμᾶλλον οἱ Κλεοπάτραν ἑωρακότες οὔτεκάλλει τῆς Ὀκταουίας οὔθ' ὥρᾳ διαφέρου-σαν.[58] Καῖσαρ δὲ τὸ τάχος καὶ τὸ μέγεθοςτῆς παρασκευῆς ἀκούσας ἐθορυβήθη, μὴτοῦ θέρους ἐκείνου διαπολεμεῖν ἀναγκα-

213

αὖθις ἀλλήλοις ἐπήγγελλον ἑστιάσεις ἀντε-πιβουλεύοντες· ὃ δὴ μάλιστα τὸν Ἀλέξαν-δρον ὑποχείριον ἐποίησε τῷ Δημητρίῳ. φυ-λάττεσθαι γὰρ ὀκνῶν, ὡς μὴ κἀκεῖνονἀντιφυλάττεσθαι διδάξῃ, παθὼν ἔφθασε,δρᾶν μέλλοντος αὐτοῦ μὴ διαφυγεῖν ἐκε-ῖνον, ὃ ἐμηχανᾶτο. κληθεὶς γὰρ ἐπὶ δεῖπνονἦλθε πρὸς τὸν Δημήτριον. ὡς δ' ἐκεῖνοςἐξανέστη μεταξὺ δειπνῶν, φοβηθεὶς ὁἈλέξανδρος συνεξανέστη καὶ κατὰ πόδαςαὐτῷ πρὸς τὰς θύρας συνηκολούθει. γε-νόμενος οὖν ὁ Δημήτριος πρὸς ταῖς θύραιςκαὶ κατὰ τοὺς ἑαυτοῦ δορυφόρους καὶ το-ῦτο μόνον εἰπών· "κόπτε τὸν ἑπόμενον",αὐτὸς μὲν ὑπεξῆλθεν, ὁ δ' Ἀλέξανδρος ὑπ'ἐκείνων κατεκόπη καὶ τῶν φίλων οἱ προ-σβοηθοῦντες, ὧν ἕνα λέγουσι σφαττόμενονεἰπεῖν, ὡς ἡμέρᾳ μιᾷ φθάσειεν αὐτοὺς ὁΔημήτριος.[37] Ἡ μὲν οὖν νὺξ οἷον εἰκὸς θόρυβονἔσχεν. ἅμα δ' ἡμέρᾳ ταραττομένοις τοῖς

72

σύ τοί με φυσᾷς, σύ με καταίθειν μοι δοκε-ῖς.

καὶ γὰρ τότε τῶν πραγμάτων οὕτωςεὐπόρως αὐτῷ πρὸς ἀρχὴν καὶ δύναμιν ἐπι-διδόντων, ἀγγέλλεται Λυσίμαχος μὲνπρῶτος ἀφῃρημένος αὐτοῦ τὰς ἐν Ἀσίᾳπόλεις, Κύπρον δὲ Πτολεμαῖος ᾑρηκὼςἄνευ μιᾶς πόλεως Σαλαμῖνος, ἐν δὲ Σαλα-μῖνι πολιορκῶν τοὺς παῖδας αὐτοῦ καὶ τὴνμητέρα κατειλημμένους. οὐ μὴν ἀλλὰ καὶ ἡΤύχη, καθάπερ ἡ παρ' Ἀρχιλόχῳ γυνὴ

τῇ μὲν ὕδωρ ἐφόρειδολοφρονέουσα χειρί, θἠτέρῃ δὲ πῦρ,

δεινοῖς αὐτὸν οὕτω καὶ φοβεροῖς ἀγγέλμα-σιν ἀποστήσασα τῆς Λακεδαίμονος, εὐθὺςἑτέρας πραγμάτων καινῶν καὶ μεγάλωνἐπήνεγκεν ἐλπίδας ἐκ τοιαύτης αἰτίας.

69

παρασκευάς, οὕτω πᾶσι τοῖς περὶ τὸνΔιόνυσον τεχνίταις ἐπάναγκες ἦν εἰςΣάμον ἀπαντᾶν· καὶ τῆς ἐν κύκλῳ σχεδὸνἁπάσης οἰκουμένης περιθρηνουμένης καὶπεριστεναζομένης, μία νῆσος ἐφ' ἡμέραςπολλὰς κατηυλεῖτο καὶ κατεψάλλετο, πλη-ρουμένων θεάτρων καὶ χορῶν ἀγωνιζο-μένων. συνέθυε δὲ καὶ πόλις πᾶσα βοῦνπέμπουσα, καὶ βασιλεῖς διημιλλῶντο ταῖςὑποδοχαῖς καὶ δωρεαῖς πρὸς ἀλλήλους.ὥστε καὶ λόγος διῄει, τίνες ἔσονται κρατή-σαντες ἐν τοῖς ἐπινικίοις οἱ τοῦ πολέμουτὰς παρασκευὰς οὕτω πολυτελῶς ἑορτάζο-ντες.[57] Γενόμενος δ' ἀπὸ τούτων, τοῖς μὲνπερὶ τὸν Διόνυσον τεχνίταις Πριήνην ἔδω-κεν οἰκητήριον, αὐτὸς δὲ πλεύσας εἰς Ἀθή-νας πάλιν ἐν παιδιαῖς ἦν καὶ θεάτροις. ζη-λοτυποῦσα δὲ Κλεοπάτρα τὰς Ὀκταουίαςἐν τῇ πόλει τιμάς -- ἠγαπήθη γὰρ ὑπὸ τῶνἈθηναίων ἡ Ὀκταουία μάλιστα -- , πολλα-

212

Μήδων καὶ Ἀρμενίων. ἀσπασαμένων δὲτῶν παίδων τοὺς γονεῖς, τὸν μὲν Ἀρμενίωνφυλακὴ περιίστατο, τὸν δὲ Μακεδόνων.Κλεοπάτρα μὲν γὰρ καὶ τότε καὶ τὸν ἄλλονχρόνον εἰς πλῆθος ἐξιοῦσα στολὴν [ἑτέραν]ἱερὰν Ἴσιδος ἐλάμβανε καὶ νέα Ἶσις ἐχρη-μάτιζε.[55] Ταῦτα δ' εἰς σύγκλητον ἐκφέρων Κα-ῖσαρ καὶ πολλάκις ἐν τῷ δήμῳ κατηγορῶν,παρώξυνε τὸ πλῆθος ἐπ' Ἀντώνιον. ἔπεμπεδὲ καὶ Ἀντώνιος ἀντεγκαλῶν ἐκείνῳ. μέγι-στα δ' ἦν ὧν ἐνεκάλει, πρῶτον μὲν ὅτι Πο-μπηίου Σικελίαν ἀφελόμενος οὐκ ἔνειμεμέρος αὐτῷ τῆς νήσου· δεύτερον ὅτι χρη-σάμενος ναῦς παρ' αὐτοῦ πρὸς τὸν πόλεμονἀπεστέρησε· τρίτον ὅτι τὸν συνάρχονταΛέπιδον ἐκβαλὼν τῆς ἀρχῆς καὶ ποιήσαςἄτιμον, αὐτὸς ἔχει στρατὸν καὶ χώραν καὶπροσόδους τὰς ἐκείνῳ προσνεμηθείσας·ἐπὶ πᾶσιν ὅτι τοῖς αὑτοῦ στρατιώταις ἅπα-σαν ὀλίγου δεῖν Ἰταλίαν κατακεκληρούχη-

209

[36] Ἐπεὶ Κασσάνδρου τελευτήσαντος ὁπρεσβύτατος αὐτοῦ τῶν παίδων Φίλιπποςοὐ πολὺν χρόνον βασιλεύσας Μακεδόνωνἀπέθανεν, οἱ λοιποὶ δύο πρὸς ἀλλήλουςἐστασίαζον, θατέρου δ' αὐτῶν Ἀντιπάτρουτὴν μητέρα Θεσσαλονίκην φονεύσαντος,ἅτερος ἐκάλει βοηθοὺς ἐκ μὲν ἨπείρουΠύρρον, ἐκ δὲ Πελοποννήσου Δημήτριον.ἔφθασε δὲ Πύρρος ἐλθών, καὶ πολὺ μέροςΜακεδονίας ἀποτεμόμενος τῆς βοηθείαςμισθόν, φοβερὸς μὲν ἦν ἤδη παροικῶν Ἀλε-ξάνδρῳ· Δημητρίου δ' ὡς ἐδέξατο τὰγράμματα μετὰ τῆς δυνάμεως προσιόντος,ἔτι μᾶλλον ὁ νεανίας τοῦτον φοβηθεὶς διὰτὸ ἀξίωμα καὶ τὴν δόξαν, ἀπήντησεν αὐτῷπερὶ Δῖον, ἀσπαζόμενος μὲν καὶ φιλοφρο-νούμενος, οὐδὲν δὲ φάσκων ἔτι τῆς ἐκείνουδεῖσθαι τὰ πράγματα παρουσίας. ἦσαν οὖνἐκ τούτων ὑποψίαι πρὸς ἀλλήλους αὐτοῖς,καὶ βαδίζοντι Δημητρίῳ πρὸς δεῖπνον ὑπὸτοῦ νεανίσκου παρακεκλημένῳ μηνύει τις

70

ἐπιβουλήν, ὡς ἐν αὐτῷ τῷ πότῳ μελ-λόντων αὐτὸν ἀνελεῖν. ὁ δὲ μηδὲν διαταρα-χθείς, ἀλλὰ μικρὸν ὑφεὶς τῆς πορείαςἐκέλευσε τοὺς μὲν ἡγεμόνας ἐν τοῖς ὅπλοιςτὴν στρατιὰν ἔχειν, ἀκολούθους δὲ καὶ πα-ῖδας ὅσοι περὶ αὐτὸν ἦσαν -- ἦσαν δὲ πολὺπλείους τῶν Ἀλεξάνδρου -- συνεισελθεῖν εἰςτὸν ἀνδρῶνα καὶ παραμένειν ἄχρι ἂν ἐξα-ναστῇ. τοῦτο δείσαντες οἱ περὶ τὸνἈλέξανδρον οὐκ ἐτόλμησαν ἐπιχειρῆσαι·καὶ ὁ μὲν Δημήτριος οὐκ ἔχειν αὐτῷ τὸσῶμα ποτικῶς σκηψάμενος, διὰ ταχέωνἀπῆλθε. τῇ δ' ὑστεραίᾳ περὶ ἀναζυγὴνεἶχε, πράγματα νεώτερα προσπεπτωκέναιφάμενος αὐτῷ, καὶ παρῃτεῖτο συγγνώμηνἔχειν τὸν Ἀλέξανδρον εἰ τάχιον ἀπαίρει·συνέσεσθαι γὰρ αὐτῷ μᾶλλον ἄλλοτε σχο-λάζων. ἔχαιρεν οὖν ὁ Ἀλέξανδρος ὡς οὐπρὸς ἔχθραν, ἀλλ' ἑκουσίως ἐκ τῆς χώραςἀπαίροντος αὐτοῦ, καὶ προέπεμπεν ἄχριΘετταλίας. ἐπεὶ δ' εἰς Λάρισσαν ἧκον,

71

κε, μηδὲν λιπὼν τοῖς ἐκείνου. πρὸς ταῦταΚαῖσαρ ἀπελογεῖτο, Λέπιδον μὲν ὑβρίζο-ντα καταπαῦσαι τῆς ἀρχῆς, ἃ δ' ἔσχηκεπολεμήσας, νεμήσεσθαι πρὸς Ἀντώνιον,ὅταν κἀκεῖνος Ἀρμενίαν πρὸς αὐτόν· τοῖςδὲ στρατιώταις Ἰταλίας μὴ μετεῖναι· Μη-δίαν γὰρ ἔχειν καὶ Παρθίαν αὐτούς, ἃςπροσεκτήσαντο Ῥωμαίοις καλῶς ἀγωνι-σάμενοι μετὰ τοῦ αὐτοκράτορος.[56]Ταῦτ' ἐν Ἀρμενίᾳ διατρίβων Ἀντώνιοςἤκουσε· καὶ Κανίδιον εὐθὺς ἐκέλευσεν ἑκ-καίδεκα τέλη λαβόντα καταβαίνειν ἐπὶθάλατταν. αὐτὸς δὲ Κλεοπάτραν ἀναλαβὼνεἰς Ἔφεσον ἧκε. καὶ τὸ ναυτικὸν ἐκεῖ συ-νῄει πανταχόθεν, ὀκτακόσιαι σὺν ὁλκάσινῆες, ὧν Κλεοπάτρα παρεῖχε διακοσίας καὶτάλαντα δισμύρια καὶ τροφὴν τῷ στρατῷπαντὶ πρὸς τὸν πόλεμον. Ἀντώνιος δὲ πει-σθεὶς ὑπὸ Δομιτίου καί τινων ἄλλων,ἐκέλευε Κλεοπάτραν πλεῖν ἐπ' Αἰγύπτουκἀκεῖ διακαραδοκεῖν τὸν πόλεμον. ἡ δὲ φο-

210

βουμένη τὰς δι' Ὀκταουίας πάλιν αὐτοῦδιαλύσεις, ἔπεισε πολλοῖς Κανίδιον χρήμα-σιν Ἀντωνίῳ διαλεχθῆναι περὶ αὐτῆς, ὡςοὔτε δίκαιον ἀπελαύνεσθαι τοῦ πολέμουγυναῖκα συμβολὰς τηλικαύτας διδοῦσαν,οὔτε συμφέρον ἀθυμοτέρους ποιεῖν τοὺςΑἰγυπτίους, μέγα μέρος τῆς ναυτικῆς δυ-νάμεως ὄντας· ἄλλως δὲ μηδ' ὁρᾶν, οὗτινοςτῶν συστρατευόντων βασιλέων ἀπολείποι-το τὸ φρονεῖν Κλεοπάτρα, πολὺν μὲνχρόνον δι' αὑτῆς κυβερνῶσα βασιλείαν το-σαύτην, πολὺν δ' ἐκείνῳ συνοῦσα καὶ μαν-θάνουσα χρῆσθαι πράγμασι μεγάλοις.ταῦτ' -- ἔδει γὰρ εἰς Καίσαρα πάντα πε-ριελθεῖν -- ἐνίκα· καὶ συνιουσῶν τῶν δυ-νάμεων, πλεύσαντες εἰς Σάμον ἐν εὐπαθεί-αις ἦσαν. ὥσπερ γὰρ βασιλεῦσι καὶ δυ-νάσταις καὶ τετράρχαις ἔθνεσί τε καὶ πόλε-σι πάσαις ταῖς μεταξὺ Συρίας καὶ Μαιώτι-δος καὶ Ἀρμενίας καὶ Ἰλλυριῶν προείρητοπέμπειν καὶ κομίζειν τὰς εἰς τὸν πόλεμον

211

βουλόμενος εἰ δύναιτο τῆς ἐπὶ Καῦνον ὁδοῦλαβέσθαι καὶ διεκπεσεῖν ἐπὶ τὴν ἐκεῖθάλασσαν, οὗ τὸν ναύσταθμον εὑρήσειν ἤλ-πιζεν. ὡς δ' ἔγνω μηδ' ἐκείνης τῆς ἡμέραςἐφόδιον ἔχοντας αὐτούς, ἐπ' ἄλλων ἐγίνετολογισμῶν. εἶτα μέντοι Σωσιγένης ἐπῆλθενἑταῖρος αὐτοῦ, χρυσοῦς τετρακοσίους ὑπε-ζωσμένος, καὶ ἀπὸ τούτων ἐλπίζοντες ἄχριθαλάσσης διαγενήσεσθαι, πρὸς τὰς ὑπερβο-λὰς ἐχώρουν σκοταῖοι. πυρῶν δὲ καιο-μένων πρὸς αὐταῖς πολεμίων, ἀπογνόντεςἐκείνην τὴν ὁδὸν αὖθις ἀνεχώρησαν εἰς τὸναὐτὸν τόπον, οὔτε πάντες -- ἔνιοι γὰρἀπέδρασαν -- οὔθ' ὁμοίως οἱ παραμένοντεςπρόθυμοι. τολμήσαντος δέ τινος εἰπεῖν [τι]ὡς Σελεύκῳ χρὴ τὸ σῶμα παραδοῦναι Δη-μήτριον, ὥρμησε μὲν τὸ ξίφος σπασάμενοςἀνελεῖν ἑαυτόν, οἱ δὲ φίλοι περιστάντες καὶπαραμυθούμενοι συνέπεισαν οὕτω ποιῆσαι.καὶ πέμπει πρὸς Σέλευκον ἐπιτρέπων ἐκεί-νῳ τὰ καθ' ἑαυτόν.

100

χηγός.[41] Ἐντεῦθεν ἐπανελθὼν εἰς Μακεδονίαν,καὶ μήτ' αὐτὸς ἄγειν ἡσυχίαν πεφυκὼςτούς τ' ἄλλους ὁρῶν ἐν ταῖς στρατείαιςμᾶλλον αὐτῷ προσέχοντας, οἴκοι δὲ ταρα-χώδεις καὶ πολυπράγμονας ὄντας,ἐστράτευσεν ἐπ' Αἰτωλούς· καὶ τὴν χώρανκακώσας καὶ Πάνταυχον ἐν αὐτῇ μέροςἔχοντα τῆς δυνάμεως οὐκ ὀλίγον ἀπολι-πών, ἐπὶ Πύρρον αὐτὸς ἐχώρει, καὶ Πύρ-ρος ἐπ' ἐκεῖνον· ἀλλήλων δὲ διαμαρτόντες,ὁ μὲν ἐπόρθει τὴν Ἤπειρον, ὁ δὲ Πανταύ-χῳ περιπεσὼν καὶ μάχην συνάψας, αὐτὸνμὲν ἄχρι τοῦ δοῦναι καὶ λαβεῖν πληγὴν ἐνχερσὶ γενόμενον ἐτρέψατο, τῶν δ' ἄλλωνπολλοὺς μὲν ἀπέκτεινεν, ἐζώγρησε δὲ πε-ντακισχιλίους. καὶ τοῦτο μάλιστα Δημή-τριον ἐκάκωσεν· οὐ γὰρ οὕτως μισηθεὶς ὁΠύρρος ἀφ' ὧν ἔπραξεν, ὡς θαυμασθεὶςδιὰ τὸ πλεῖστα τῇ χειρὶ κατεργάσασθαι,μέγα καὶ λαμπρὸν ἔσχεν ἀπὸ τῆς μάχης

81

φθεὶς δ' ὑπὸ τῆς Κλεοπάτρας εἰς τὰ βασί-λεια, πρὸς δεῖπνα καὶ πότους καὶ διανομὰςἔτρεψε τὴν πόλιν, ἐγγράφων μὲν εἰς ἐφή-βους τὸν Κλεοπάτρας παῖδα καὶ Καίσαρος,τὸ δ' ἀπόρφυρον καὶ τέλειον ἱμάτιονἈντύλλῳ τῷ ἐκ Φουλβίας περιτιθείς, ἐφ'οἷς ἡμέρας πολλὰς συμπόσια καὶ κῶμοικαὶ θαλίαι τὴν Ἀλεξάνδρειαν κατεῖχον.αὐτοὶ δὲ τὴν μὲν τῶν Ἀμιμητοβίων ἐκείνηνσύνοδον κατέλυσαν, ἑτέραν δὲ συνέταξανοὐδέν τι λειπομένην ἐκείνης ἁβρότητι καὶτρυφαῖς καὶ πολυτελείαις, ἣν Συναποθα-νουμένων ἐκάλουν. ἀπεγράφοντο γὰρ οἱ φί-λοι συναποθανουμένους ἑαυτούς, καὶ δι-ῆγον εὐπαθοῦντες ἐν δείπνων περιόδοις.Κλεοπάτρα δὲ φαρμάκων θανασίμων συ-νῆγε παντοδαπὰς δυνάμεις, ὧν ἑκάστης τὸἀνώδυνον ἐλέγχουσα, προὔβαλλε τοῖς ἐπὶθανάτῳ φρουρουμένοις. ἐπεὶ δ' ἑώρα τὰςμὲν ὠκυμόρους τὴν ὀξύτητα τοῦ θανάτουδι' ὀδύνης ἐπιφερούσας, τὰς δὲ πραοτέρας

240

Ἡρακλείων ἀντιπαρήκουσαν εἶχε Καῖσαρ·τὰ δ' ἀπὸ Κυρήνης μέχρι ΑἰθιοπίαςἈντώνιος.[62] Οὕτω δ' ἄρα προσθήκη τῆς γυναικὸςἦν, ὥστε τῷ πεζῷ πολὺ διαφέρων ἐβούλε-το τοῦ ναυτικοῦ τὸ κράτος εἶναι διὰ Κλεο-πάτραν, καὶ ταῦτα πληρωμάτων ἀπορίᾳσυναρπαζομένους ὁρῶν ὑπὸ τῶν τριηραρ-χῶν ἐκ τῆς "πολλὰ δὴ τλάσης" Ἑλλάδοςὁδοιπόρους ὀνηλάτας θεριστὰς ἐφήβους,καὶ οὐδ' οὕτω πληρουμένας τὰς ναῦς, ἀλλὰτὰς πλείστας ἀποδεεῖς καὶ μοχθηρῶς πλε-ούσας. Καῖσαρ δ' οὐ πρὸς ὕψος οὐδ' ὄγκονἐπιδεικτικῶς πεπηγυίαις ναυσίν, εὐστρό-φοις δὲ καὶ ταχείαις καὶ πεπληρωμέναιςἀκριβῶς ἐξηρτυμένον ἐν Τάραντι καὶ Βρε-ντεσίῳ συνέχων ναυτικόν, ἔπεμπε πρὸςἈντώνιον ἀξιῶν μὴ διατρίβειν τὸν χρόνον,ἀλλ' ἔρχεσθαι μετὰ τῶν δυνάμεων· αὐτὸςδὲ τῷ μὲν στόλῳ παρέξειν ὅρμους ἀκωλύ-τους καὶ λιμένας, ὑποχωρήσειν δὲ τῷ πεζῷ

221

ἐκείνης ὄνομα παρὰ τοῖς Μακεδόσι· καὶπολλοῖς ἐπῄει λέγειν τῶν Μακεδόνων, ὡςἐν μόνῳ τούτῳ τῶν βασιλέων εἴδωλον ἐνο-ρῷτο τῆς Ἀλεξάνδρου τόλμης, οἱ δ' ἄλλοι,καὶ μάλιστα Δημήτριος, ὡς ἐπὶ σκηνῆς τὸβάρος ὑποκρίνοιντο καὶ τὸν ὄγκον τοῦ ἀν-δρός.Ἦν δ' ὡς ἀληθῶς τραγῳδία μεγάλη περὶτὸν Δημήτριον, οὐ μόνον ἀμπεχόμενον καὶδιαδούμενον περιττῶς καυσίαις διμίτροιςκαὶ χρυσοπαρύφοις ἁλουργίσιν, ἀλλὰ καὶπερὶ τοῖς ποσὶν ἐκ πορφύρας ἀκράτου συ-μπεπιλημένης χρυσοβαφεῖς πεποιημένονἐμβάδας. ἦν δέ τις ὑφαινομένη χλαμὺςαὐτῷ πολὺν χρόνον, ἔργον ὑπερήφανον,εἴκασμα τοῦ κόσμου καὶ τῶν κατ' οὐρανὸνφαινομένων· ὃ κατελείφθη μὲν ἡμιτελὲς ἐντῇ μεταβολῇ τῶν πραγμάτων, οὐδεὶς δ'ἐτόλμησεν αὐτῇ χρήσασθαι, καίπερ οὐκὀλίγων ὕστερον ἐν Μακεδονίᾳ σοβαρῶν γε-νομένων βασιλέων.

82

καὶ βοῶν πρὸς τοὺς ἑταίρους, ὡς θηρίῳδεινῷ συμπέπλεκται. Δημήτριος δὲ τῷ θο-ρύβῳ τῶν πολεμίων αἰσθόμενος ὅτι μεμή-νυται, κατὰ τάχος ἀπῆγεν. ἅμα δ' ἡμέρᾳπροσκειμένου τοῦ Σελεύκου, πέμψας τινὰτῶν περὶ αὑτὸν ἐπὶ θάτερον κέρας, ἐποίησέτινα τροπὴν τῶν ἐναντίων. εἶτα μέντοιΣέλευκος αὐτὸς ἀφεὶς τὸν ἵππον καὶ τὸκράνος ἀποθέμενος καὶ λαβὼν πέλτην ἀπή-ντα τοῖς μισθοφόροις, ἐπιδεικνύμενοςαὑτὸν καὶ μεταβαλέσθαι παρακαλῶν ἤδηποτὲ συμφρονήσαντας, ὅτι φειδόμενοςἐκείνων, οὐ Δημητρίου, χρόνον πολὺν δια-τετέλεκεν. ἐκ τούτου πάντες ἀσπαζόμενοικαὶ βασιλέα προσαγορεύοντες μεθίσταντο.Δημήτριος δὲ πολλῶν μεταβολῶν αἰσθόμε-νος ἐσχάτην ἐκείνην ἥκουσαν ἐπ' αὐτόν,ἐκκλίνας ἐπὶ τὰς Ἀμανίδας ἔφευγε πύλας,καὶ καταβαλὼν εἰς ὕλην τινὰ συνηρεφῆμετὰ φίλων τινῶν καὶ ἀκολούθων ὀλίγωνπαντάπασιν ὄντων, προσέμενε τὴν νύκτα,

99

τῆς παραλίας ἵππου δρόμον ἀπὸ θαλάσσης,μέχρι ἂν ἀσφαλῶς ἀποβῇ καὶ στρατοπε-δεύσηται. τούτοις ἀντικομπάζων Ἀντώνιοςαὐτὸν μὲν εἰς μονομαχίαν προὐκαλεῖτοκαίπερ ὢν πρεσβύτερος, εἰ δὲ φεύγοι το-ῦτο, περὶ Φάρσαλον ἠξίου τοῖς στρατεύμα-σιν ὡς πάλαι Καῖσαρ καὶ Πομπήιος διαγω-νίσασθαι. φθάνει δὲ Καῖσαρ, Ἀντωνίουπερὶ τὸ Ἄκτιον ὁρμοῦντος, ἐν ᾧ τόπῳ νῦνἡ Νικόπολις ἵδρυται, διαβαλὼν τὸν Ἰόνιονκαὶ τῆς Ἠπείρου χωρίον ὃ Τορύνη καλε-ῖται κατασχών· θορυβουμένων δὲ τῶν περὶτὸν Ἀντώνιον -- ὑστέρει γὰρ ὁ πεζὸς αὐτοῖς-- , ἡ μὲν Κλεοπάτρα σκώπτουσα "τί δει-νόν" ἔλεγεν "εἰ Καῖσαρ ἐπὶ τῇ τορύνῃ κάθη-ται;"[63] Ἀντώνιος δ' ἅμ' ἡμέρᾳ τῶν πολεμίωνἐπιπλεόντων, φοβηθεὶς μὴ τῶν ἐπιβατῶνἐρήμους ἕλωσι τὰς ναῦς, τοὺς μὲν ἐρέταςὁπλίσας ἐπὶ τῶν καταστρωμάτων παρέτα-ξεν ὄψεως ἕνεκα, τοὺς δὲ ταρσοὺς τῶν

222

γραμμένον·ἐνθάδ' ἀπορρήξας ψυχὴν βαρυδαίμονα κε-ῖμαι. τοὔνομα δ' οὐ πεύσεσθε, κακοὶ δὲ κα-κῶς ἀπόλοισθε.καὶ τοῦτο μὲν αὐτὸν ἔτι ζῶντα πεποιη-κέναι λέγουσι, τὸ δὲ περιφερόμενον Καλλι-μάχειόν ἐστι·Τίμων μισάνθρωπος ἐνοικέω. ἀλλὰ πάρελ-θε, οἰμώζειν εἴπας πολλά, πάρελθε μόνον.[71] Ταῦτα μὲν περὶ Τίμωνος ἀπὸ πολλῶνὀλίγα. Τῷ δ' Ἀντωνίῳ Κανίδιός τε τῆςἀποβολῆς τῶν ἐν Ἀκτίῳ δυνάμεων αὐτάγ-γελος ἦλθε, καὶ τὸν Ἰουδαῖον Ἡρώδηνἔχοντά τινα τάγματα καὶ σπείρας ἤκουσεΚαίσαρι προσκεχωρηκέναι, καὶ τοὺς ἄλ-λους ὁμοίως δυνάστας ἀφίστασθαι καὶ μη-δὲν ἔτι συμμένειν τῶν ἐκτός. οὐ μὴν διε-τάραξέ τι τούτων αὐτόν, ἀλλ' ὥσπερ ἄσμε-νος τὸ ἐλπίζειν ἀποτεθειμένος ἵνα καὶ τὸφροντίζειν, τὴν μὲν ἔναλον ἐκείνην δίαιτανἣν Τιμώνειον ὠνόμαζεν ἐξέλιπεν, ἀναλη-

239

τὰς μεγίστας εὐτυχίας ἐπιφέρουσαν. νόσοςμέντοι βαρεῖα τὸν Δημήτριον ἐν τούτῳ κα-ταλαβοῦσα, τό τε σῶμα δεινῶς ἐκάκωσεκαὶ τὰ πράγματα παντάπασι διέφθειρεν· οἱμὲν γὰρ ἀπεχώρησαν πρὸς τοὺς πολεμίους,οἱ δὲ διερρύησαν αὐτοῦ τῶν στρατιωτῶν.μόλις δ' ἐν ἡμέραις τεσσαράκοντα ῥαΐσαςκαὶ τοὺς ὑπολοίπους ἀναλαβὼν καὶ ὁρμή-σας, ὅσον ἰδεῖν καὶ δοξάσαι τοὺς πολεμί-ους, ἐπὶ Κιλικίας, εἶτα νυκτὸς ἄνευ σάλ-πιγγος ἄρας ἐπὶ θάτερα καὶ τὸν Ἀμανὸνὑπερβαλών, ἐπόρθει τὴν κάτω χώραν ἄχριτῆς Κυρρηστικῆς.[49] Ἐπιφανέντος δὲ τοῦ Σελεύκου καὶποιουμένου τὰς καταλύσεις ἐγγύς, ἀναστή-σας ὁ Δημήτριος τὸ στράτευμα νυκτὸςἐβάδιζεν ἐπ' αὐτόν, ἀγνοοῦντα μέχρι πολ-λοῦ καὶ κοιμώμενον. αὐτομόλων δέ τινωνπαραγενομένων καὶ φρασάντων τὸν κίνδυ-νον, ἐκπλαγεὶς καὶ ἀναπηδήσας ἐκέλευσεσημαίνειν, ἅμα τὰς κρηπῖδας ὑποδούμενος

98

[42] Οὐ μόνον δὲ τούτοις τοῖς θεάμασινἐλύπει τοὺς ἀνθρώπους ἀήθεις ὄντας, ἀλλὰκαὶ τρυφὴν καὶ δίαιταν ἐβαρύνοντο, καὶμάλιστα δὴ τὸ δυσόμιλον αὐτοῦ καὶ δυ-σπρόσοδον· ἢ γὰρ οὐ παρεῖχε καιρὸν ἐντυ-χεῖν, ἢ χαλεπὸς ἦν καὶ τραχὺς τοῖς ἐντυγ-χάνουσιν. Ἀθηναίων μὲν γάρ, περὶ οὓςἐσπουδάκει μάλιστα τῶν Ἑλλήνων, ἔτηδύο πρεσβείαν κατέσχεν, ἐκ Λακεδαίμονοςδ' ἑνὸς πρεσβευτοῦ παραγενομένου, κατα-φρονεῖσθαι δοκῶν ἠγανάκτησεν. ἀστείωςμέντοι καὶ Λακωνικῶς ἐκεῖνος, εἰπόντοςαὐτοῦ "τί σὺ λέγεις; ἕνα Λακεδαιμόνιοιπρεσβευτὴν ἔπεμψαν;" "ναί" εἶπεν "ὦ βασι-λεῦ, πρὸς ἕνα." δόξαντος δ' αὐτοῦ ποτε δη-μοτικώτερον ἐξελαύνειν καὶ πρὸς ἔντευξινἔχειν οὐκ ἀηδῶς, συνέδραμόν τινες ἐγ-γράφους ἀξιώσεις ἀναδιδόντες. δεξαμένουδὲ πάσας καὶ τῇ χλαμύδι συλλαβόντος,ἥσθησαν οἱ ἄνθρωποι καὶ παρηκολούθουν·ὡς δ' ἦλθεν ἐπὶ τὴν τοῦ Ἀξιοῦ γέφυραν,

83

κακῶν αἴτιος ἔσοιτο. τὸν δ' Ἀπήμαντονμόνον ὡς ὅμοιον αὐτῷ καὶ ζηλοῦντα τὴνδίαιταν ἔστιν ὅτε προσίετο· καί ποτε τῆςτῶν Χοῶν οὔσης ἑορτῆς, εἱστιῶντο καθ'αὑτοὺς οἱ δύο. τοῦ δ' Ἀπημάντου φήσαντος"ὡς καλὸν ὦ Τίμων τὸ συμπόσιον ἡμῶν""εἴγε σύ" ἔφη "μὴ παρῆς". λέγεται δ' Ἀθη-ναίων ἐκκλησιαζόντων ἀναβὰς ἐπὶ τὸ βῆμαποιῆσαι σιωπὴν καὶ προσδοκίαν μεγάληνδιὰ τὸ παράδοξον, εἶτ' εἰπεῖν· "ἔστι μοι μι-κρὸν οἰκόπεδον ὦ ἄνδρες Ἀθηναῖοι, καὶσυκῆ τις ἐν αὐτῷ πέφυκεν, ἐξ ἧς ἤδη συ-χνοὶ τῶν πολιτῶν ἀπήγξαντο. μέλλων οὖνοἰκοδομεῖν τὸν τόπον, ἐβουλήθην δημοσίᾳπροειπεῖν, ἵν', ἂν ἄρα τινὲς ἐθέλωσινὑμῶν, πρὶν ἐκκοπῆναι τὴν συκῆν ἀπάγξω-νται." τελευτήσαντος δ' αὐτοῦ καὶ τα-φέντος Ἁλῆσι παρὰ τὴν θάλασσαν, ὤλισθετὰ προὔχοντα τοῦ αἰγιαλοῦ, καὶ τὸ κῦμαπεριελθὸν ἄβατον καὶ ἀπροσπέλαστον ἀν-θρώπῳ πεποίηκε τὸν τάφον. ἦν δ' ἐπιγε-

238

νεῶν ἐγείρας καὶ πτερώσας ἑκατέρωθεν, ἐντῷ στόματι περὶ τὸ Ἄκτιον ἀντιπρῴρουςσυνεῖχεν, ὡς ἐνήρεις καὶ παρεσκευασμέναςἀμύνεσθαι. καὶ Καῖσαρ μὲν οὕτω κατα-στρατηγηθεὶς ἀπεχώρησεν. ἔδοξε δὲ καὶ τὸὕδωρ εὐμηχάνως ἐρύμασί τισιν ἐμπεριλα-βὼν ἀφελέσθαι τοὺς πολεμίους, τῶν ἐν κύ-κλῳ χωρίων ὀλίγον καὶ πονηρὸν ἐχόντων.εὐγνωμόνως δὲ καὶ Δομιτίῳ προσηνέχθηπαρὰ τὴν Κλεοπάτρας γνώμην. ἐπεὶ γὰρἐκεῖνος ἤδη πυρέττων εἰς μικρὸν ἐμβὰςἀκάτιον πρὸς Καίσαρα μετέστη, βαρέωςἐνεγκὼν ὁ Ἀντώνιος ὅμως πᾶσαν αὐτῷ τὴνἀποσκευὴν μετὰ τῶν φίλων καὶ τῶν θερα-πόντων ἀπέπεμψε. καὶ Δομίτιος μέν,ὥσπερ ἐπὶ τῷ μὴ λαθεῖν τὴν ἀπιστίαναὐτοῦ καὶ προδοσίαν, μεταβαλόμενοςεὐθὺς ἐτελεύτησεν. ἐγένοντο δὲ καὶ βασι-λέων ἀποστάσεις Ἀμύντου καὶ Δηιοτάρουπρὸς Καίσαρα. τὸ δὲ ναυτικὸν ἐν παντὶ δυ-σπραγοῦν καὶ πρὸς ἅπασαν ὑστερίζον βοή-

223

ἀναπτύξας τὴν χλαμύδα πάσας εἰς τὸν πο-ταμὸν ἐξέρριψε. καὶ τοῦτο δὴ δεινῶς ἠνία-σε τοὺς Μακεδόνας, ὑβρίζεσθαι δοκοῦντας,οὐ βασιλεύεσθαι, καὶ Φιλίππου μνημονεύο-ντας ἢ τῶν μνημονευόντων ἀκούοντας, ὡςμέτριος ἦν περὶ ταῦτα καὶ κοινός. καί ποτεπρεσβυτέρου γυναίου κόπτοντος αὐτὸν ἐνπαρόδῳ τινὶ καὶ δεομένου πολλάκις ἀκου-σθῆναι, φήσας μὴ σχολάζειν, ἐγκραγόντοςἐκείνου "καὶ μὴ βασίλευε" [εἰπόντος], δη-χθεὶς σφόδρα καὶ πρὸς τούτῳ γενόμενος,ἀνέστρεψεν εἰς τὴν οἰκίαν, καὶ πάντα ποιη-σάμενος ὕστερα τοῖς ἐντυχεῖν βουλομένοις,ἀρξάμενος ἀπὸ τῆς πρεσβύτιδος ἐκείνης,ἐπὶ πολλὰς ἡμέρας ἐσχόλασεν. οὐδὲν γὰροὕτως βασιλεῖ προσῆκον ὡς τὸ τῆς δίκηςἔργον. Ἄρης μὲν γὰρ τύραννος, ὥς φησιΤιμόθεος, νόμος δὲ πάντων βασιλεὺς κατὰΠίνδαρόν ἐστι· καὶ τοὺς βασιλεῖς Ὅμηρόςφησιν οὐχ ἑλεπόλεις οὐδὲ ναῦς χαλκήρεις,ἀλλὰ θέμιστας παρὰ τοῦ Διὸς λαμβάνοντας

84

μῆνας ἐν τῇ Καταονίᾳ χειμάσαι, δόντατοὺς πρώτους τῶν φίλων ὁμήρους, ἅμα δὲτὰς εἰς Συρίαν ἀπετείχιζεν ὑπερβολάς,ἐγκλειόμενος ὡς θηρίον ὁ Δημήτριος κύ-κλῳ καὶ περιβαλλόμενος, ὑπ' ἀνάγκηςτρέπεται πρὸς ἀλκήν, καὶ τήν τε χώραν κα-τέτρεχε καὶ τῷ Σελεύκῳ προσβάλλοντι συ-μπλεκόμενος ἀεὶ πλέον εἶχε. καί ποτε τῶνδρεπανηφόρων εἰς αὐτὸν ἀφεθέντων, ὑπο-στὰς τροπὴν ἐποιήσατο, καὶ τῶν εἰς Συρί-αν ὑπερβολῶν τοὺς ἀποτειχίζοντας ἐξε-λάσας ἐκράτησε. καὶ ὅλως ἐπῆρτο τῇγνώμῃ, καὶ τοὺς στρατιώτας ἀνατεθαρρη-κότας ὁρῶν παρεσκευάζετο διαγωνίσασθαιπρὸς τὸν Σέλευκον ἐπὶ τοῖς μεγίστοιςἄθλοις, ἠπορημένον ἤδη καὶ αὐτόν.ἀπέστρεψε μὲν γὰρ τὴν παρὰ Λυσιμάχουβοήθειαν ἀπιστῶν καὶ φοβούμενος, αὐτὸςδὲ καθ' ἑαυτὸν ὤκνει τῷ Δημητρίῳ συ-νάψαι, δεδιὼς τὴν ἀπόνοιαν αὐτοῦ καὶ τὴνἀεὶ μεταβολὴν ἐκ τῶν ἐσχάτων ἀποριῶν

97

θειαν, αὖθις ἠνάγκαζε τῷ πεζῷ προσέχειντὸν Ἀντώνιον. ἔσχε δὲ καὶ Κανίδιον τὸνἄρχοντα τοῦ πεζοῦ μεταβολὴ γνώμης παρὰτὰ δεινά, καὶ συνεβούλευε Κλεοπάτραν μὲνἀποπέμπειν, ἀναχωρήσαντα δ' εἰς Θρᾴκηνἢ Μακεδονίαν πεζομαχίᾳ κρῖναι. καὶ γὰρΔικόμης ὁ Γετῶν βασιλεὺς ὑπισχνεῖτο πολ-λῇ στρατιᾷ βοηθήσειν· οὐκ εἶναι δ'αἰσχρόν, εἰ Καίσαρι γεγυμνασμένῳ περὶτὸν Σικελικὸν πόλεμον ἐκστήσονται τῆςθαλάσσης, ἀλλὰ δεινόν, εἰ τῶν πεζῶνἀγώνων ἐμπειρότατος ὢν Ἀντώνιος οὐχρήσεται ῥώμῃ καὶ παρασκευῇ τοσούτωνὁπλιτῶν, εἰς ναῦς διανέμων καὶ καταναλί-σκων τὴν δύναμιν. οὐ μὴν ἀλλ' ἐξενίκησεΚλεοπάτρα διὰ τῶν νεῶν κριθῆναι τὸνπόλεμον, ἤδη πρὸς φυγὴν ὁρῶσα καὶ τιθε-μένη τὰ καθ' ἑαυτὴν οὐχ ὅπου πρὸς τὸ νι-κᾶν ἔσται χρήσιμος, ἀλλ' ὅθεν ἄπεισιῥᾷστα τῶν πραγμάτων ἀπολλυμένων. Ἦνδὲ μακρὰ σκέλη κατατείνοντα πρὸς τὸν

224

λὰς ἐφύλαττεν. Ἀντώνιος δὲ τὴν πόλινἐκλιπὼν καὶ τὰς μετὰ τῶν φίλων διατρι-βάς, οἴκησιν ἔναλον κατεσκεύαζεν αὑτῷπερὶ τὴν Φάρον, εἰς τὴν θάλασσαν χῶμαπροβαλών· καὶ διῆγεν αὐτόθι φυγὰς ἀν-θρώπων, καὶ τὸν Τίμωνος ἀγαπᾶν καὶ ζη-λοῦν βίον ἔφασκεν, ὡς δὴ πεπονθὼς ὅμοια·καὶ γὰρ αὐτὸς ἀδικηθεὶς ὑπὸ τῶν φίλωνκαὶ ἀχαριστηθείς, διὰ τοῦτο καὶ πᾶσιν ἀν-θρώποις ἀπιστεῖν καὶ δυσχεραίνειν.[70] Ὁ δὲ Τίμων ἦν Ἀθηναῖος [ὃς] καὶγέγονεν ἡλικίᾳ μάλιστα κατὰ τὸν Πελο-ποννησιακὸν πόλεμον, ὡς ἐκ τῶν Ἀριστο-φάνους καὶ Πλάτωνος δραμάτων λαβεῖνἔστι· κωμῳδεῖται γὰρ ἐν ἐκείνοις ὡς δυ-σμενὴς καὶ μισάνθρωπος· ἐκκλίνων δὲ καὶδιωθούμενος ἅπασαν ἔντευξιν, Ἀλκιβιάδηννέον ὄντα καὶ θρασὺν ἠσπάζετο καὶ κατε-φίλει προθύμως. Ἀπημάντου δὲ θαυμάσα-ντος καὶ πυθομένου τὴν αἰτίαν, φιλεῖν ἔφητὸν νεανίσκον εἰδὼς ὅτι πολλῶν Ἀθηναίοις

237

τὸ τῆς δαπάνης ἔφη πλεῖστον εἶναι τῶνΔημητρίου στρατιωτῶν τρεφομένων, ἀλλ'ἐνδιατρίβοντα τῇ χώρᾳ Δημήτριον οὐ κα-λῶς περιορᾶν αὐτόν, ὃς ἀεὶ βιαιότατος ὢνκαὶ μεγαλοπραγμονέστατος βασιλέων, νῦνἐν τύχαις γέγονεν αἳ καὶ τοὺς φύσει μετρί-ους ἐξάγουσι τολμᾶν καὶ ἀδικεῖν. ἐκ τού-του παροξυνθεὶς ὁ Σέλευκος ἐξώρμησεν εἰςΚιλικίαν μετὰ πολλῆς δυνάμεως. ὁ δὲ Δη-μήτριος ἐκπλαγεὶς τῇ δι' ὀλίγου μεταβολῇτοῦ Σελεύκου καὶ φοβηθείς, ὑπέστειλε τοῖςὀχυρωτάτοις τοῦ Ταύρου, καὶ διαπεμπόμε-νος ἠξίου μάλιστα μὲν αὐτὸν περιιδεῖν τῶναὐτονόμων τινὰ βαρβάρων κτησάμενον ἀρ-χήν, ἐν ᾗ καταβιώσεται πλάνης καὶ φυγῆςπαυσάμενος, εἰ δὲ μή, τὸν χειμῶνα δια-θρέψαι τὴν δύναμιν αὐτόθι καὶ μὴ πάντωνἐνδεᾶ καὶ γυμνὸν ἐξελαύνειν καὶ προβάλ-λειν τοῖς πολεμίοις.[48] Ἐπεὶ δὲ Σέλευκος ταῦτα πάντα ὑπο-πτεύων ἐκέλευσεν αὐτόν, εἰ βούλεται, δύο

96

ῥύεσθαι καὶ φυλάσσειν, καὶ τοῦ Διὸς οὐ τὸνπολεμικώτατον οὐδὲ τὸν ἀδικώτατον καὶφονικώτατον τῶν βασιλέων, ἀλλὰ τὸν δι-καιότατον ὀαριστὴν καὶ μαθητὴν προση-γόρευκεν. ἀλλὰ Δημήτριος ἔχαιρε τῷ βασι-λεῖ τῶν θεῶν ἀνομοιοτάτην ἐπιγραφόμενοςπροσωνυμίαν· ὁ μὲν γὰρ Πολιεὺς καὶ Πο-λιοῦχος, ὁ δὲ Πολιορκητὴς ἐπίκλησινἔσχεν. οὕτως ἐπὶ τὴν τοῦ καλοῦ χώραν τὸαἰσχρὸν ὑπὸ δυνάμεως ἀμαθοῦς ἐπελθὸνσυνῳκείωσε τῇ δόξῃ τὴν ἀδικίαν.[43] Ὁ δ' οὖν Δημήτριος ἐπισφαλέστατανοσήσας ἐν Πέλλῃ, μικροῦ τότε Μακεδονί-αν ἀπέβαλε, καταδραμόντος ὀξέως Πύρρουκαὶ μέχρι Ἐδέσσης προελθόντος. ἅμα δὲτῷ κουφότερος γενέσθαι πάνυ ῥᾳδίως ἐξε-λάσας αὐτόν, ἐποιήσατό τινας ὁμολογίας,οὐ βουλόμενος ἐμποδὼν ὄντι συνεχῶς προ-σπταίων καὶ τοπομαχῶν ἧττον εἶναι πρὸςοἷς διενοεῖτο. διενοεῖτο δ' οὐθὲν ὀλίγον,ἀλλὰ πᾶσαν ἀναλαμβάνειν τὴν ὑπὸ τῷ πα-

85

διασωθεὶς ὑπ' Ἀντωνίου, διὰ τοῦτο πιστὸςαὐτῷ καὶ βέβαιος ἄχρι τῶν ἐσχάτων και-ρῶν παρέμεινεν. ἐπεὶ δὲ καὶ τὴν ἐν Λιβύῃδύναμιν ὁ πεπιστευμένος ἀπέστησεν, ὁρμή-σας ἑαυτὸν ἀνελεῖν, καὶ διακωλυθεὶς ὑπὸτῶν φίλων καὶ ἀνακομισθεὶς εἰς Ἀλεξάν-δρειαν, εὗρε Κλεοπάτραν ἐπιτολμῶσανἔργῳ παραβόλῳ καὶ μεγάλῳ. τοῦ γὰρ εἴρ-γοντος ἰσθμοῦ τὴν Ἐρυθρὰν ἀπὸ τῆς κατ'Αἴγυπτον θαλάσσης καὶ δοκοῦντος Ἀσίανκαὶ Λιβύην ὁρίζειν, ᾗ σφίγγεται μάλιστατοῖς πελάγεσι καὶ βραχύτατος εὖρός ἐστι,τριακοσίων σταδίων ὄντων, ἐνεχείρησενἄρασα τὸν στόλον ὑπερνεωλκῆσαι, καὶ κα-θεῖσα τὰς ναῦς εἰς τὸν Ἀραβικὸν κόλπονμετὰ χρημάτων πολλῶν καὶ δυνάμεως ἔξωκατοικεῖν, ἀποφυγοῦσα δουλείαν καὶ πόλε-μον. ἐπεὶ δὲ τὰς πρώτας ἀνελκομένας τῶννεῶν οἱ περὶ τὴν Πέτραν Ἄραβες κατέκαυ-σαν, ἔτι δ' Ἀντώνιος τὸν ἐν Ἀκτίῳ στρατὸνᾤετο συμμένειν, ἐπαύσατο καὶ τὰς ἐμβο-

236

ναύσταθμον τῆς στρατοπεδείας, δι' ὧν ὁἈντώνιος εἰώθει παριέναι μηδὲν ὑφορώμε-νος. οἰκέτου δὲ Καίσαρι φράσαντος, ὡς δυ-νατὸν εἴη κατιόντα διὰ τῶν σκελῶν συλλα-βεῖν αὐτόν, ἔπεμψε τοὺς ἐνεδρεύσοντας. οἱδὲ παρὰ τοσοῦτον ἦλθον ὥστε συναρπάσαιτὸν προηγούμενον αὐτοῦ προεξαναστάντες·αὐτὸς δὲ δρόμῳ μόλις ὑπεξέφυγεν.[64] Ὡς δὲ ναυμαχεῖν ἐδέδοκτο, τὰς μὲνἄλλας ἐνέπρησε ναῦς πλὴν ἑξήκοντα τῶνΑἰγυπτίων, τὰς δ' ἀρίστας καὶ μεγίσταςἀπὸ τριήρους μέχρι δεκήρους ἐπλήρου, δι-σμυρίους ἐμβιβάζων ὁπλίτας καὶ δισχιλί-ους τοξότας. ἔνθα πεζομάχον ἄνδρα τῶνταξιαρχῶν λέγουσι παμπόλλους ἠγωνι-σμένον ἀγῶνας Ἀντωνίῳ καὶ κατατετριμ-μένον τὸ σῶμα τοῦ Ἀντωνίου παριόντοςἀνακλαύσασθαι καὶ εἰπεῖν· "ὦ αὐτόκρατορ,τί τῶν τραυμάτων τούτων ἢ τοῦ ξίφους κα-ταγνοὺς ἐν ξύλοις πονηροῖς ἔχεις τὰς ἐλπί-δας; Αἰγύπτιοι καὶ Φοίνικες ἐν θαλάσσῃ

225

τρὶ γενομένην ἀρχήν. καὶ τῆς ἐλπίδος ταύ-της καὶ τῆς ἐπιβολῆς οὐκ ἀπελείπετο τὰτῆς παρασκευῆς, ἀλλὰ στρατιᾶς μὲν ἤδησυνετέτακτο πεζῆς μυριάδας δέκα δισχιλί-ων ἀνδρῶν ἀποδεούσας, καὶ χωρὶς ἱππέαςὀλίγῳ δισχιλίων καὶ μυρίων ἐλάττους.στόλον δὲ νεῶν ἅμα πεντακοσίων καταβαλ-λόμενος, τὰς μὲν ἐν Πειραιεῖ τρόπεις ἔθε-το, τὰς δ' ἐν Κορίνθῳ, τὰς δ' ἐν Χαλκίδι,τὰς δὲ περὶ Πέλλαν, αὐτὸς ἐπιὼν ἑκαστα-χόσε καὶ διδάσκων ἃ χρὴ καὶ συντεχνώμε-νος, ἐκπληττομένων ἁπάντων οὐ τὰ πλήθημόνον, ἀλλὰ καὶ τὰ μεγέθη τῶν ἔργων.οὐδεὶς γὰρ εἶδεν ἀνθρώπων οὔτε πεντεκαι-δεκήρη ναῦν πρότερον οὔθ' ἑκκαιδεκήρη·ὕστερον δὲ καὶ τεσσαρακοντήρη Πτολεμα-ῖος ὁ Φιλοπάτωρ ἐναυπηγήσατο, μῆκοςδιακοσίων ὀγδοήκοντα πηχῶν, ὕψος δ' ἕωςἀκροστολίου πεντήκοντα δυεῖν δεόντων,ναύταις δὲ χωρὶς ἐρετῶν ἐξηρτυμένην τε-τρακοσίοις, ἐρέταις δὲ τετρακισχιλίοις,

86

[47] Τέλος δὲ καὶ νόσου τῷ λιμῷ συνεπιτι-θεμένης ὥσπερ εἴωθεν, ἐπὶ βρώσεις ἀνα-γκαίας τρεπομένων, τοὺς πάντας οὐκ ἐλάσ-σονας ὀκτακισχιλίων ἀποβαλών, ἀνῆγενὀπίσω τοὺς λοιπούς· καὶ καταβὰς εἰς Ταρ-σόν, ἐβούλετο μὲν ἀπέχεσθαι τῆς χώραςοὔσης ὑπὸ Σελεύκῳ τότε καὶ πρόφασινἐκείνῳ μηδεμίαν παρασχεῖν, ὡς δ' ἦν ἀμή-χανον, ἐν ταῖς ἐσχάταις ὄντων ἀπορίαιςτῶν στρατιωτῶν, καὶ τοῦ Ταύρου τὰςὑπερβολὰς Ἀγαθοκλῆς ἀπετείχισε, γράφειπρὸς Σέλευκον ἐπιστολήν, μακρόν τινα τῆςαὑτοῦ τύχης ὀδυρμόν, εἶτα πολλὴν ἱκεσίανκαὶ δέησιν ἔχουσαν, ἀνδρὸς οἰκείου λαβεῖνοἶκτον, ἄξια καὶ πολεμίοις συναλγῆσαι πε-πονθότος. ἐπικλασθέντος δέ πως Σελεύκουκαὶ γράψαντος τοῖς ἐκεῖ στρατηγοῖς, ὅπωςαὐτῷ τε τῷ Δημητρίῳ χορηγίαν βασιλικὴνκαὶ τῇ δυνάμει τροφὴν ἄφθονον παρέχω-σιν, ἐπελθὼν Πατροκλῆς, ἀνὴρ συνετὸςεἶναι δοκῶν καὶ Σελεύκῳ φίλος πιστός, οὐ

95

μαχέσθωσαν, ἡμῖν δὲ γῆν δὸς ἐφ' ἧς εἰώθα-μεν ἑστῶτες ἀποθνῄσκειν ἢ νικᾶν τοὺς πο-λεμίους." πρὸς ταῦτα μηδὲν ἀποκρινάμε-νος, ἀλλὰ τῇ χειρὶ καὶ τῷ προσώπῳ μόνονοἷον ἐγκελευσάμενος τὸν ἄνδρα θαρρεῖν πα-ρῆλθεν, οὐ χρηστὰς ἔχων ἐλπίδας, ὅς γεκαὶ τοὺς κυβερνήτας τὰ ἱστία βουλομένουςἀπολιπεῖν ἠνάγκασεν ἐμβαλέσθαι καὶ κομί-ζειν, λέγων ὅτι δεῖ μηδένα φεύγοντα τῶνπολεμίων διαφυγεῖν.[65] Ἐκείνην μὲν οὖν τὴν ἡμέραν καὶ τρεῖςτὰς ἐφεξῆς μεγάλῳ πνεύματι κυμανθὲν τὸπέλαγος τὴν μάχην ἐπέσχε, πέμπτῃ δὲ νη-νεμίας καὶ γαλήνης ἀκλύστου γενομένηςσυνῄεσαν, Ἀντώνιος μὲν τὸ δεξιὸν κέραςἔχων καὶ Ποπλικόλας, Κοίλιος δὲ τὸεὐώνυμον, ἐν μέσῳ δὲ Μᾶρκος Ὀκτάβιοςκαὶ Μᾶρκος Ἰνστήιος. Καῖσαρ δ' ἐπὶ τοῦεὐωνύμου τάξας Ἀγρίππαν, αὑτῷ τὸ δεξι-ὸν κατέλιπε. τῶν δὲ πεζῶν τὸν μὲν Ἀντω-νίου Κανίδιος, τὸν δὲ Καίσαρος Ταῦρος ἐπὶ

226

μάτων, ἀνδραπόδων, ὑποζυγίων. ὁ γοῦνπρόπαππος ἡμῶν Νίκαρχος διηγεῖτο τοὺςπολίτας ἅπαντας ἀναγκάζεσθαι τοῖς ὤμοιςκαταφέρειν μέτρημα πυρῶν τεταγμένονἐπὶ τὴν πρὸς Ἀντίκυραν θάλασσαν, ὑπὸ μα-στίγων ἐπιταχυνομένους· καὶ μίαν μὲνοὕτω φορὰν ἐνεγκεῖν, τὴν δὲ δευτέραν ἤδημεμετρημένοις καὶ μέλλουσιν αἴρεσθαι νε-νικημένον Ἀντώνιον ἀγγελῆναι, καὶ τοῦτοδιασῶσαι τὴν πόλιν· εὐθὺς γὰρ τῶν Ἀντω-νίου διοικητῶν καὶ στρατιωτῶν φυγόντων,διανείμασθαι τὸν σῖτον αὐτούς.[69] Ἀντώνιος δὲ Λιβύης ἁψάμενος, καὶΚλεοπάτραν εἰς Αἴγυπτον ἐκ Παραιτονίουπροπέμψας, αὐτὸς ἀπέλαυεν ἐρημίαςἀφθόνου, σὺν δυσὶ φίλοις ἀλύων καὶ πλα-νώμενος, Ἕλληνι μὲν Ἀριστοκράτει ῥήτο-ρι, Ῥωμαίῳ δὲ Λουκιλίῳ, περὶ οὗ δι'ἑτέρων γεγράφαμεν, ὡς ἐν Φιλίπποις ὑπὲρτοῦ διαφυγεῖν Βροῦτον αὐτὸς αὑτὸν ὡς δὴΒροῦτος ὢν ἐνεχείρισε τοῖς διώκουσι, καὶ

235

στρατιὰν κομίζοντες. ἐπερχομένου δ' Ἀγα-θοκλέους τοῦ Λυσιμάχου μετὰ δυνάμεως,ἀνέβαινεν εἰς Φρυγίαν, ἐγνωκὼς ἄνπερἈρμενίας ἐπιλάβηται Μηδίαν κινεῖν καὶτῶν ἄνω πραγμάτων ἔχεσθαι, πολλὰς ἐξω-θουμένῳ περιφυγὰς καὶ ἀναχωρήσειςἐχόντων. ἑπομένου δ' Ἀγαθοκλέους, ἐνταῖς συμπλοκαῖς περιῆν, ἐπισιτισμοῦ δὲκαὶ προνομῶν εἰργόμενος ἠπορεῖτο, καὶτοῖς στρατιώταις δι' ὑποψίας ἦν ὡς ἐπ' Ἀρ-μενίαν καὶ Μηδίαν ἐκτοπίζων. ἅμα δὲ μᾶλ-λον ὁ λιμὸς ἐπέτεινε, καὶ διαμαρτία τις γε-νομένη περὶ τὴν τοῦ Λύκου διάβασινπλῆθος ἀνθρώπων ἁρπασθὲν ὑπὸ τοῦ ῥεύ-ματος ἀπώλεσεν. ὅμως δὲ τοῦ σκώπτεινοὐκ ἀπείχοντο· προγράφει δέ τις αὐτοῦπρὸ τῆς σκηνῆς τὴν τοῦ Οἰδίποδος ἀρχὴνμικρὸν παραλλάξας·

τέκνον τυφλοῦ γέροντος Ἀντιγόνου, τίναςχώρους ἀφίγμεθα;

94

χωρὶς δὲ τούτων ὁπλίτας δεχομένην ἐπί τετῶν παρόδων καὶ τοῦ καταστρώματος ὀλί-γῳ τρισχιλίων ἀποδέοντας. ἀλλὰ θέανμόνην ἐκείνη παρέσχε, καὶ μικρὸν ὅσονδιαφέρουσα τῶν μονίμων οἰκοδομημάτων,φανῆναι πρὸς ἐπίδειξιν, οὐ χρείαν, ἐπισφα-λῶς καὶ δυσέργως ἐκινήθη. τῶν δὲ Δημη-τρίου νεῶν οὐκ ἦν τὸ καλὸν ἀναγώνιστον,οὐδὲ τῷ περιττῷ τῆς κατασκευῆς ἀπεστε-ροῦντο τὴν χρείαν, ἀλλὰ τὸ τάχος καὶ τὸἔργον ἀξιοθεατότερον τοῦ μεγέθους παρε-ῖχον.[44] Αἰρομένης οὖν τοσαύτης δυνάμεωςἐπὶ τὴν Ἀσίαν, ὅσην μετ' Ἀλέξανδρον οὐδε-ὶς ἔσχε πρότερον, οἱ τρεῖς συνέστησαν ἐπὶτὸν Δημήτριον, Σέλευκος Πτολεμαῖος Λυ-σίμαχος. ἔπειτα κοινῇ πρὸς Πύρρον ἀπο-στείλαντες, ἐκέλευον ἐξάπτεσθαι Μακεδο-νίας καὶ μὴ νομίζειν σπονδὰς αἷς Δημή-τριος οὐκ ἐκείνῳ τὸ μὴ πολεμεῖσθαι δέδω-κεν, ἀλλ' εἴληφεν ἑαυτῷ τὸ πολεμεῖν οἷς

87

τὸ πρῶτον ἄπιστος ἦν ὁ λόγος, εἰ δέκα καὶἐννέα τάγματα πεζῶν ἀηττήτων καὶ δισχι-λίους ἐπὶ μυρίοις ἱππεῖς ἀπολιπὼν οἴχεται,καθάπερ οὐ πολλάκις ἐπ' ἀμφότερα τῇτύχῃ κεχρημένος, οὐδὲ μυρίων ἀγώνων καὶπολέμων μεταβολαῖς ἐγγεγυμνασμένος. οἱδὲ στρατιῶται καὶ πόθον τινὰ καὶ προσδο-κίαν εἶχον, ὡς αὐτίκα ποθὲν ἐπιφανησο-μένου, καὶ τοσαύτην ἐπεδείξαντο πίστινκαὶ ἀρετήν, ὥστε καὶ τῆς φυγῆς αὐτοῦ φα-νερᾶς γενομένης ἡμέρας ἑπτὰ συμμεῖναι,περιορῶντες ἐπιπρεσβευόμενον αὐτοῖςΚαίσαρα. τέλος δὲ τοῦ στρατηγοῦ Κανιδί-ου νύκτωρ ἀποδράντος καὶ καταλιπόντοςτὸ στρατόπεδον, γενόμενοι πάντων ἔρημοικαὶ προδοθέντες ὑπὸ τῶν ἀρχόντων, τῷκρατοῦντι προσεχώρησαν. Ἐκ τούτου Κα-ῖσαρ μὲν ἐπ' Ἀθήνας ἔπλευσε, καὶ διαλλα-γεὶς τοῖς Ἕλλησι τὸν περιόντα σῖτον ἐκτοῦ πολέμου διένειμε ταῖς πόλεσι, πρατ-τούσαις ἀθλίως καὶ περικεκομμέναις χρη-

234

τῆς θαλάσσης παρατάξαντες ἡσύχαζον.αὐτῶν δὲ τῶν ἡγεμόνων Ἀντώνιος μὲν ἐπε-φοίτα πανταχόσε κωπήρει, τοὺς στρα-τιώτας παρακαλῶν ὑπὸ βρίθους τῶν νεῶνὥσπερ ἐκ γῆς ἑδραίους μάχεσθαι, τοῖς δὲκυβερνήταις διακελευόμενος ὥσπερ ὁρμού-σαις ἀτρέμα ταῖς ναυσὶ δέχεσθαι τὰς ἐμβο-λὰς τῶν πολεμίων, τὴν περὶ τὸ στόμα δυ-σχωρίαν φυλάττοντας. Καίσαρι δὲ λέγεταιμὲν ἔτι σκότους ἀπὸ τῆς σκηνῆς κύκλῳ πε-ριιόντι πρὸς τὰς ναῦς ἄνθρωπος ἐλαύνωνὄνον ἀπαντῆσαι, πυθομένῳ δὲ τοὔνομαγνωρίσας αὐτὸν εἰπεῖν· "ἐμοὶ μὲν Εὔτυχοςὄνομα, τῷ δ' ὄνῳ Νίκων". διὸ καὶ τοῖς ἐμ-βόλοις τὸν τόπον κοσμῶν ὕστερον, ἔστησεχαλκοῦν ὄνον καὶ ἄνθρωπον. ἐπιδὼν δὲ τὴνἄλλην παράταξιν ἐν πλοίῳ πρὸς τὸ δεξιὸνκομισθείς, ἐθαύμασεν ἀτρεμοῦντας ἐν τοῖςστενοῖς τοὺς πολεμίους· ἡ γὰρ ὄψις ἦν τῶννεῶν ἐπ' ἀγκύραις ὁρμουσῶν. καὶ τοῦτομέχρι πολλοῦ πεπεισμένος, ἀνεῖχε τὰς ἑαυ-

227

βούλεται πρότερον. δεξαμένου δὲ Πύρρου,πολὺς περιέστη πόλεμος ἔτι μέλλοντα Δη-μήτριον. ἅμα γὰρ τὴν μὲν Ἑλλάδα πλεύ-σας στόλῳ μεγάλῳ Πτολεμαῖος ἀφίστη,Μακεδονίαν δὲ Λυσίμαχος ἐκ Θρᾴκης, ἐκδὲ τῆς ὁμόρου Πύρρος ἐμβαλόντες ἐλεη-λάτουν. ὁ δὲ τὸν μὲν υἱὸν ἐπὶ τῆς Ἑλλάδοςκατέλιπεν, αὐτὸς δὲ βοηθῶν Μακεδονίᾳπρῶτον ὥρμησεν ἐπὶ Λυσίμαχον. ἀγγέλλε-ται δ' αὐτῷ Πύρρος ᾑρηκὼς πόλιν Βέροιαν.καὶ τοῦ λόγου ταχέως εἰς τοὺς Μακεδόναςἐκπεσόντος, οὐδὲν ἔτι τῷ Δημητρίῳ κατὰκόσμον εἶχεν, ἀλλὰ καὶ ὀδυρμῶν καὶ δα-κρύων καὶ πρὸς ἐκεῖνον ὀργῆς καὶ βλασφη-μιῶν μεστὸν ἦν τὸ στρατόπεδον, καὶ συμ-μένειν οὐκ ἤθελον, ἀλλ' ἀπιέναι, τῷ μὲνλόγῳ πρὸς τὰ οἴκοι, τῇ δ' ἀληθείᾳ πρὸς τὸνΛυσίμαχον. ἔδοξεν οὖν τῷ Δημητρίῳ Λυ-σιμάχου μὲν ἀποστῆναι πορρωτάτω, πρὸςδὲ Πύρρον τρέπεσθαι· τὸν μὲν γὰρ ὁμόφυ-λον εἶναι καὶ πολλοῖς συνήθη δι' Ἀλέξαν-

88

περὶ τὸ ἄστυ συνεστήσατο καρτεράν,Κράτητος δὲ τοῦ φιλοσόφου πεμφθέντοςὑπὸ τοῦ δήμου πρὸς αὐτόν, ἀνδρὸς ἐνδόξουκαὶ συνετοῦ, τὰ μὲν οἷς ὑπὲρ τῶν Ἀθηναί-ων ἐδεῖτο πεισθείς, τὰ δ' ἐξ ὧν ἐδίδασκεπερὶ τῶν ἐκείνῳ συμφερόντων νοήσας, ἔλυ-σε τὴν πολιορκίαν, καὶ συναγαγὼν ὅσαινῆες ἦσαν αὐτῷ, καὶ στρατιώτας μυρίουςκαὶ χιλίους σὺν ἱππεῦσιν ἐμβιβάσας, ἐπὶτὴν Ἀσίαν ἔπλει, Λυσιμάχου Καρίαν καὶΛυδίαν ἀποστήσων. δέχεται δ' αὐτὸν Εὐρυ-δίκη περὶ Μίλητον ἀδελφὴ Φίλας, ἄγουσατῶν αὐτῆς καὶ Πτολεμαίου θυγατέρωνΠτολεμαΐδα, καθωμολογημένην ἐκείνῳπρότερον διὰ Σελεύκου· ταύτην γαμεῖ Δη-μήτριος Εὐρυδίκης ἐκδιδούσης. καὶ μετὰτὸν γάμον εὐθὺς ἐπὶ τὰς πόλεις τρέπεται,πολλῶν μὲν ἑκουσίως προστιθεμένων, πολ-λὰς δὲ καὶ βιαζόμενος. ἔλαβε δὲ καὶ Σάρ-δεις· καί τινες τῶν Λυσιμάχου στρατηγῶνἀπεχώρησαν πρὸς αὐτόν, χρήματα καὶ

93

τοῦ περὶ ὀκτὼ στάδια τῶν ἐναντίων ἀφε-στώσας. ἕκτη δ' ἦν ὥρα, καὶ πνεύματοςαἰρομένου πελαγίου δυσανασχετοῦντες οἱἈντωνίου πρὸς τὴν διατριβήν, καὶ τοῖςὕψεσι καὶ μεγέθεσι τῶν οἰκείων νεῶν πε-ποιθότες ὡς ἀπροσμάχοις, τὸ εὐώνυμονἐκίνησαν. ἰδὼν δὲ Καῖσαρ ἥσθη καὶ πρύ-μναν ἐκρούσατο τῷ δεξιῷ, βουλόμενος ἔτιμᾶλλον ἐκ τοῦ κόλπου καὶ τῶν στενῶν ἔξωτοὺς πολεμίους ἐπισπάσασθαι, καὶ περι-πλέων εὐήρεσι σκάφεσι τοῖς ἑαυτοῦ συ-μπλέκεσθαι πρὸς [τὰς] ναῦς ὑπ' ὄγκου καὶπληρωμάτων ὀλιγότητος ἀργὰς καὶ βρα-δείας.[66] Ἀρχομένου δὲ τοῦ ἀγῶνος ἐν χερσὶνεἶναι, ἐμβολαὶ μὲν οὐκ ἦσαν οὐδ' ἀναρρή-ξεις νεῶν, τῶν μὲν Ἀντωνίου διὰ βάρος ῥύ-μην οὐκ ἐχουσῶν, ἣ μάλιστα ποιεῖ τὰς τῶνἐμβόλων πληγὰς ἐνεργούς, τῶν δὲ Καίσα-ρος οὐ μόνον ἀντιπρῴρων συμφέρεσθαιπρὸς χαλκώματα στερεὰ καὶ τραχέα φυ-

228

κοινῇ, νείμασθαι καὶ σῴζειν ἑαυτοὺς κε-λεύσας. ἀρνουμένους δὲ καὶ κλαίονταςεὐμενῶς πάνυ καὶ φιλοφρόνως παραμυθη-σάμενος καὶ δεηθεὶς ἀπέστελλε, γράψαςπρὸς Θεόφιλον τὸν ἐν Κορίνθῳ διοικητήν,ὅπως ἀσφάλειαν ἐκπορίσῃ καὶ ἀποκρύψῃτοὺς ἄνδρας, ἄχρι ἂν ἱλάσασθαι Καίσαραδυνηθῶσιν. οὗτος ἦν Θεόφιλος Ἱππάρχουπατὴρ τοῦ πλεῖστον παρ' Ἀντωνίῳ δυνη-θέντος, πρώτου δὲ πρὸς Καίσαρα τῶν ἀπε-λευθέρων μεταβαλομένου καὶ κατοικήσα-ντος ὕστερον ἐν Κορίνθῳ.[68] Ταῦτα μὲν οὖν τὰ κατ' Ἀντώνιον. ἐνἈκτίῳ δὲ πολὺν ὁ στόλος ἀντισχὼν Καίσα-ρι χρόνον, καὶ μέγιστον βλαβεὶς ὑπὸ τοῦκλύδωνος ὑψηλοῦ κατὰ πρῴραν ἱσταμένου,μόλις ὥρας δεκάτης ἀπεῖπε. καὶ νεκροὶ μὲνοὐ πλείους ἐγένοντο πεντακισχιλίων,ἑάλωσαν δὲ τριακόσιαι νῆες, ὡς αὐτὸςἀνέγραψε Καῖσαρ. ᾔσθοντο δ' οὐ πολλοὶπεφευγότος Ἀντωνίου, καὶ τοῖς πυθομένοις

233

τὴν ἐλπίδα. καὶ τό γε πρῶτον ἰδιώτης καὶτῶν βασιλικῶν κοσμίων ἔρημος ἐπεφοίταταῖς πόλεσι, καί τις αὐτὸν ἐν Θήβαις τοιο-ῦτον θεασάμενος ἐχρήσατο τοῖς Εὐριπίδουστίχοις οὐκ ἀηδῶς·

μορφὴν ἀμείψας ἐκ θεοῦ βροτησίανπάρεστι Δίρκης νάμαθ' Ἱσμηνοῦ θ' ὕδωρ·

[46] Ἐπεὶ δ' ἅπαξ ὥσπερ εἰς ὁδὸν βασιλι-κὴν τὴν ἐλπίδα κατέστη, καὶ συνίστατοπάλιν σῶμα καὶ σχῆμα περὶ αὑτὸν ἀρχῆς,Θηβαίοις μὲν ἀπέδωκε τὴν πολιτείαν·Ἀθηναῖοι δ' ἀπέστησαν αὐτοῦ, καὶ τόν τεΔίφιλον, ὃς ἦν ἱερεὺς τῶν Σωτήρων ἀναγε-γραμμένος, ἐκ τῶν ἐπωνύμων ἀνεῖλον, ἄρ-χοντας αἱρεῖσθαι πάλιν ὥσπερ ἦν πάτριονψηφισάμενοι, τόν τε Πύρρον ἐκ Μακεδονί-ας μετεπέμποντο, μᾶλλον ἢ προσεδόκησανἰσχύοντα τὸν Δημήτριον ὁρῶντες. ὁ δ'ὀργῇ μὲν ἐπῆλθεν αὐτοῖς καὶ πολιορκίαν

92

δρον, ἔπηλυν δὲ καὶ ξένον ἄνδρα τὸν Πύρ-ρον οὐκ ἂν αὑτοῦ προτιμῆσαι Μακεδόνας.τούτων μέντοι πολὺ διεψεύσθη τῶν λογι-σμῶν. ὡς γὰρ ἐγγὺς ἐλθὼν τῷ Πύρρῳ πα-ρεστρατοπέδευσεν, ἀεὶ μὲν αὐτοῦ τὴν ἐντοῖς ὅπλοις λαμπρότητα θαυμάζοντες, ἔκτε τοῦ παλαιοτάτου καὶ βασιλικώτατονεἰθισμένοι νομίζειν τὸν ἐν τοῖς ὅπλοιςκράτιστον, τότε δὲ καὶ πράως κεχρῆσθαιτοῖς ἁλισκομένοις πυνθανόμενοι, πάντωςδὲ καὶ πρὸς ἕτερον καὶ πρὸς τοῦτον ἀπαλ-λαγῆναι τοῦ Δημητρίου ζητοῦντες, ἀπε-χώρουν λάθρα καὶ κατ' ὀλίγους τό γεπρῶτον, εἶτα φανερῶς ἅπαν εἶχε κίνησινκαὶ ταραχὴν τὸ στρατόπεδον, τέλος δὲ τῷΔημητρίῳ τολμήσαντές τινες προσελθεῖν,ἐκέλευον ἀπιέναι καὶ σῴζειν αὑτόν· ἀπει-ρηκέναι γὰρ ἤδη Μακεδόνας ὑπὲρ τῆς ἐκεί-νου τρυφῆς πολεμοῦντας. οὗτοι μετριώτα-τοι τῶν λόγων ἐφαίνοντο τῷ Δημητρίῳπρὸς τὴν τῶν ἄλλων τραχύτητα, καὶ πα-

89

περὶ δίαιταν ἦσαν. ἀπαλλαγέντος δὲ τού-του, πάλιν ὁ Ἀντώνιος εἰς τὸ αὐτὸ σχῆμακαθεὶς ἑαυτὸν ἡσυχίαν ἦγε· καὶ τρεῖςἡμέρας καθ' ἑαυτὸν ἐν πρῴρᾳ διαιτηθείς,εἴθ' ὑπ' ὀργῆς εἴτ' αἰδούμενος ἐκείνην, Ται-νάρῳ προσέσχεν. ἐνταῦθα δ' αὐτοὺς αἱ συ-νήθεις γυναῖκες πρῶτον μὲν εἰς λόγους ἀλ-λήλοις συνήγαγον, εἶτα συνδειπνεῖν καὶ συ-γκαθεύδειν ἀνέπεισαν. ἤδη δὲ καὶ τῶνστρογγύλων πλοίων οὐκ ὀλίγα καὶ τῶν φί-λων τινὲς ἐκ τῆς τροπῆς ἠθροίζοντο πρὸςαὐτούς, ἀγγέλλοντες ἀπολωλέναι τὸ ναυτι-κόν, οἴεσθαι δὲ τὸ πεζὸν συνεστάναι.Ἀντώνιος δὲ πρὸς μὲν Κανίδιον ἀγγέλουςἔπεμπεν, ἀναχωρεῖν διὰ Μακεδονίας εἰςἈσίαν τῷ στρατῷ κατὰ τάχος κελεύων,αὐτὸς δὲ μέλλων ἀπὸ Ταινάρου πρὸς τὴνΛιβύην διαίρειν, ὁλκάδα μίαν πολὺ μὲννόμισμα, πολλοῦ δ' ἀξίας ἐν ἀργύρῳ καὶχρυσῷ κατασκευὰς τῶν βασιλικῶν κομί-ζουσαν ἐξελόμενος τοῖς φίλοις ἐπέδωκε

232

λασσομένων, ἀλλὰ μηδὲ κατὰ πλευρὰν ἐμ-βολὰς διδόναι θαρρούντων. ἀπεθραύοντογὰρ τὰ ἔμβολα ῥᾳδίως ᾗ προσπέσοιενσκάφεσι τετραγώνων ξύλων μεγάλων σιδή-ρῳ συνηρμοσμένων πρὸς ἄλληλα δεδε-μένοις. ἦν οὖν πεζομαχίᾳ προσφερὴς ὁἀγών, τὸ δ' ἀληθέστερον εἰπεῖν, τειχομα-χίᾳ. τρεῖς γὰρ ἅμα καὶ τέσσαρες περὶ μίαντῶν Ἀντωνίου συνείχοντο, γέρροις καὶδόρασι καὶ κοντοῖς χρωμένων καὶ πυρο-βόλοις· οἱ δ' Ἀντωνίου καὶ καταπέλταιςἀπὸ ξυλίνων πύργων ἔβαλλον· Ἀγρίππουδὲ θάτερον κέρας εἰς κύκλωσιν ἐκτείνο-ντος, ἀντανάγειν Ποπλικόλας ἀναγκαζόμε-νος ἀπερρήγνυτο τῶν μέσων. θορυβου-μένων δὲ τούτων καὶ συμπλεκομένων τοῖςπερὶ τὸν Ἀρρούντιον, ἀκρίτου δὲ καὶ κοι-νῆς ἔτι τῆς ναυμαχίας συνεστώσης, αἰφνί-διον αἱ Κλεοπάτρας ἑξήκοντα νῆες ὤφθη-σαν αἰρόμεναι πρὸς ἀπόπλουν τὰ ἱστία καὶδιὰ μέσου φεύγουσαι τῶν μαχομένων·

229

ρελθὼν ἐπὶ σκηνήν, ὥσπερ οὐ βασιλεύς,ἀλλ' ὑποκριτής, μεταμφιέννυται χλαμύδαφαιὰν ἀντὶ τῆς τραγικῆς ἐκείνης, καὶ δια-λαθὼν ὑπεχώρησεν. ὁρμησάντων δὲ τῶνπλείστων εὐθὺς ἐφ' ἁρπαγὴν καὶ πρὸς ἀλ-λήλους διαμαχομένων καὶ τὴν σκηνὴν δια-σπώντων, ἐπιφανεὶς ὁ Πύρρος ἐκράτησεναὐτοβοεὶ καὶ κατέσχε τὸ στρατόπεδον. καὶγίνεται πρὸς Λυσίμαχον αὐτῷ συμπάσηςΜακεδονίας νέμησις, ἑπταετίαν ὑπὸ Δημη-τρίου βεβαίως ἀρχθείσης.[45] Οὕτω δὲ τοῦ Δημητρίου τῶν πραγ-μάτων ἐκπεσόντος καὶ καταφυγόντος εἰςΚασσάνδρειαν, ἡ γυνὴ Φίλα περιπαθὴς γε-νομένη προσιδεῖν μὲν οὐχ ὑπέμεινεν αὖθιςἰδιώτην καὶ φυγάδα τὸν τλημονέστατονβασιλέων Δημήτριον, ἀπειπαμένη δὲπᾶσαν ἐλπίδα καὶ μισήσασα τὴν τύχηναὐτοῦ βεβαιοτέραν ἐν τοῖς κακοῖς οὖσαν ἢτοῖς ἀγαθοῖς, πιοῦσα φάρμακον ἀπέθανε.Δημήτριος δ' ἔτι τῶν λοιπῶν ναυαγίων

90

ἔχεσθαι διανοηθεὶς ἀπῆρεν εἰς τὴν Ἑλλάδακαὶ τοὺς ἐκεῖ στρατηγοὺς καὶ φίλους συ-νῆγεν. ἣν οὖν ὁ Σοφοκλέους Μενέλαοςεἰκόνα ταῖς αὑτοῦ τύχαις παρατίθησιν·

ἀλλ' οὑμὸς ἀεὶ πότμος ἐν πυκνῷ θεοῦτροχῷ κυκλεῖται καὶ μεταλλάσσει φύσιν,ὥσπερ σελήνης δ' ὄψις εὐφρόναις δύοστῆναι δύναιτ' ἂν οὔποτ' ἐν μορφῇ μιᾷ,ἀλλ' ἐξ ἀδήλου πρῶτον ἔρχεται νέα,πρόσωπα καλλύνουσα καὶ πληρουμένη,χὤτανπερ αὑτῆς εὐγενεστάτη φανῇ,πάλιν διαρρεῖ κεἰς τὸ μηδὲν ἔρχεται,

ταύτῃ μᾶλλον ἄν τις ἀπεικάσαι τὰ Δημη-τρίου πράγματα καὶ τὰς περὶ αὐτὸν αὐξή-σεις καὶ φθίσεις καὶ ἀναπληρώσεις καὶ τα-πεινότητας, οὗ γε καὶ τότε παντάπασινἀπολείπειν καὶ κατασβέννυσθαι δοκοῦντοςἀνέλαμπεν αὖθις ἡ ἀρχή, καὶ δυνάμεις τι-νὲς ἐπιρρέουσαι κατὰ μικρὸν ἀνεπλήρουν

91

ἦσαν γὰρ ὀπίσω τεταγμέναι τῶν μεγάλωνκαὶ διεκπίπτουσαι ταραχὴν ἐποίουν. οἱ δ'ἐναντίοι θαυμάζοντες ἐθεῶντο, τῷ πνεύμα-τι χρωμένας ὁρῶντες ἐπεχούσας πρὸς τὴνΠελοπόννησον. ἔνθα δὴ φανερὸν αὑτὸνἈντώνιος ἐποίησεν οὔτ' ἄρχοντος οὔτ' ἀν-δρὸς οὔθ' ὅλως ἰδίοις λογισμοῖς διοικούμε-νον, ἀλλ' -- ὅπερ τις παίζων εἶπε τὴν ψυχὴντοῦ ἐρῶντος ἐν ἀλλοτρίῳ σώματι ζῆν -- ἑλ-κόμενος ὑπὸ τῆς γυναικὸς ὥσπερ συμπεφυ-κὼς καὶ συμμεταφερόμενος. οὐ γὰρ ἔφθητὴν ἐκείνης ἰδὼν ναῦν ἀποπλέουσαν, καὶπάντων ἐκλαθόμενος, καὶ προδοὺς καὶ ἀπο-δρὰς τοὺς ὑπὲρ αὐτοῦ μαχομένους καὶθνῄσκοντας, εἰς πεντήρη μεταβάς, Ἀλεξᾶτοῦ Σύρου καὶ Σκελλίου μόνων αὐτῷ συ-νεμβάντων, ἐδίωκε τὴν <ἑαυτὴν> ἀπολω-λεκυῖαν ἤδη καὶ προσαπολοῦσαν αὐτόν.[67] Ἐκείνη δὲ γνωρίσασα σημεῖον ἀπὸτῆς νεὼς ἀνέσχε, καὶ προσενεχθεὶς οὕτωκαὶ ἀναληφθείς, ἐκείνην μὲν οὔτ' εἶδεν οὔτ'

230

ὤφθη, παρελθὼν δὲ μόνος εἰς πρῴραν ἐφ'ἑαυτοῦ καθῆστο σιωπῇ, ταῖς χερσὶν ἀμφο-τέραις ἐχόμενος τῆς κεφαλῆς. ἐν τούτῳ δὲλιβυρνίδες ὤφθησαν διώκουσαι παρὰ Καί-σαρος· ὁ δ' ἀντίπρῳρον ἐπιστρέφειν τὴνναῦν κελεύσας, τὰς μὲν ἄλλας ἀνέστειλεν,Εὐρυκλῆς δ' ὁ Λάκων ἐνέκειτο σοβαρῶς,λόγχην τινὰ κραδαίνων ἀπὸ τοῦ κατα-στρώματος ὡς ἀφήσων ἐπ' αὐτόν. ἐπι-στάντος δὲ τῇ πρῴρᾳ τοῦ Ἀντωνίου καὶ"τίς οὗτος" εἰπόντος "ὁ διώκων Ἀντώνιον;""ἐγώ" εἶπεν "Εὐρυκλῆς ὁ Λαχάρους, τῇΚαίσαρος τύχῃ τὸν τοῦ πατρὸς ἐκδικῶνθάνατον". ὁ δὲ Λαχάρης ὑπ' Ἀντωνίουλῃστείας αἰτίᾳ περιπεσὼν ἐπελεκίσθη.πλὴν οὐκ ἐνέβαλεν ὁ Εὐρυκλῆς εἰς τὴνἈντωνίου ναῦν, ἀλλὰ τὴν ἑτέραν τῶνναυαρχίδων -- δύο γὰρ ἦσαν -- τῷ χαλ-κώματι πατάξας περιερρόμβησε, καὶ ταύ-την τε πλαγίαν περιπεσοῦσαν εἷλε καὶ τῶνἄλλων μίαν, ἐν ᾗ πολυτελεῖς σκευαὶ τῶν

231

πόλεμον, ὅτι φαύλως ἠμφιεσμένον εἶδενἈντώνιον καὶ Κάσσιον ἐπὶ ζεύγους μισθίουπεφευγότας πρὸς αὐτόν, ἀλλὰ ταῦτα πάλαιδεομένῳ προφάσεως σχῆμα καὶ λόγονεὐπρεπῆ τοῦ πολέμου παρέσχεν. ἦγε δ'αὐτὸν ἐπὶ πάντας ἀνθρώπους, ἃ καὶ πρότε-ρον Ἀλέξανδρον καὶ πάλαι Κῦρον, ἔρωςἀπαρηγόρητος ἀρχῆς καὶ περιμανὴς ἐπιθυ-μία τοῦ πρῶτον εἶναι καὶ μέγιστον· ὧν τυ-χεῖν οὐκ ἦν μὴ Πομπηίου καταλυθέντος.ὡς δ' οὖν ἐπελθὼν ἐκράτησε τῆς Ῥώμηςκαὶ Πομπήιον ἐξήλασε τῆς Ἰταλίας, καὶπρὸς τὰς ἐν Ἰβηρίᾳ Πομπηίου δυνάμειςἐπιστρέφειν ἔγνω πρότερον, εἶθ' οὕτως πα-ρασκευασάμενος στόλον ἐπὶ Πομπήιον δια-βαίνειν, Λεπίδῳ μὲν στρατηγοῦντι τὴνῬώμην, Ἀντωνίῳ δὲ δημαρχοῦντι τὰστρατεύματα καὶ τὴν Ἰταλίαν ἐπέτρεψεν. ὁδὲ τοῖς μὲν στρατιώταις εὐθὺς προσφιλὴςἦν, συγγυμναζόμενος καὶ συνδιαιτώμενοςτὰ πολλὰ καὶ δωρούμενος ἐκ τῶν πα-

120

[50] Ἀκούσας δὲ Σέλευκος οὐκ ἔφη τῇ Δη-μητρίου τύχῃ σῴζεσθαι Δημήτριον, ἀλλὰτῇ αὑτοῦ, μετὰ τῶν ἄλλων καλῶν αὐτῷ φι-λανθρωπίας καὶ χρηστότητος ἐπίδειξιν δι-δούσῃ. καλέσας δὲ τοὺς ἐπιμελητάς, σκη-νήν τε πηγνύναι βασιλικὴν ἐκέλευσε καὶτἆλλα πάντα ποιεῖν καὶ παρασκευάζειν εἰςὑποδοχὴν καὶ θεραπείαν μεγαλοπρεπῶς.ἦν δέ τις Ἀπολλωνίδης παρὰ τῷ Σελεύκῳ,τοῦ Δημητρίου γεγονὼς συνήθης· τοῦτονεὐθὺς ἐξέπεμψε πρὸς αὐτόν, ὅπως ἡδίωνγένηται καὶ θαρρῶν ὡς πρὸς οἰκεῖον ἄνδρακαὶ κηδεστὴν ἀπαντᾶν. φανερᾶς δὲ τῆςγνώμης αὐτοῦ γενομένης, ὀλίγοι τὸπρῶτον, εἶθ' οἱ πλεῖστοι τῶν φίλων ἐξεπή-δων παρὰ τὸν Δημήτριον, ἁμιλλώμενοι καὶφθάνοντες ἀλλήλους· ἠλπίζετο γὰρ εὐθὺςπαρὰ τῷ Σελεύκῳ μέγιστος ἔσεσθαι. τοῦτοδ' ἐκείνῳ μὲν εἰς φθόνον μετέβαλε τὸν ἔλε-ον, τοῖς δὲ κακοήθεσι καὶ βασκάνοις πα-ρέσχεν ἀποτρέψαι καὶ διαφθεῖραι τὴν φι-

101

οὐθὲν ἀλλήλων διέστησε, κινδυνεύομεν δὲτῷ θανάτῳ διαμείψασθαι τοὺς τόπους, σὺμὲν ὁ Ῥωμαῖος ἐνταῦθα κείμενος, ἐγὼ δ' ἡδύστηνος ἐν Ἰταλίᾳ, τοσοῦτο τῆς σῆς με-ταλαβοῦσα χώρας μόνον. ἀλλ' εἰ δή τιςτῶν ἐκεῖ θεῶν ἀλκὴ καὶ δύναμις -- οἱ γὰρἐνταῦθα προὔδωκαν ἡμᾶς -- , μὴ πρόῃζῶσαν τὴν σεαυτοῦ γυναῖκα, μηδ' ἐν ἐμοὶπεριίδῃς θριαμβευόμενον σεαυτόν, ἀλλ'ἐνταῦθά με κρύψον μετὰ σεαυτοῦ καὶ σύν-θαψον, ὡς ἐμοὶ μυρίων κακῶν ὄντων οὐδὲνοὕτω μέγα καὶ δεινόν ἐστιν, ὡς ὁ βραχὺςοὗτος χρόνος ὃν σοῦ χωρὶς ἔζηκα."[85] Τοιαῦτ' ὀλοφυραμένη καὶ στέψασα καὶκατασπασαμένη τὴν σορόν, ἐκέλευσεναὑτῇ λουτρὸν γενέσθαι. λουσαμένη δὲ καὶκατακλιθεῖσα, λαμπρὸν ἄριστον ἠρίστα.καί τις ἧκεν ἀπ' ἀγροῦ κίστην τινὰ κομί-ζων· τῶν δὲ φυλάκων ὅ τι φέροι πυνθανο-μένων, ἀνοίξας καὶ ἀφελὼν τὰ θρῖα σύκωνἐπίπλεων τὸ ἀγγεῖον ἔδειξε. θαυμασάντων

260

τάχος οὐκ ἐχούσας, τῶν θηρίων ἀπεπει-ρᾶτο, θεωμένης αὐτῆς ἕτερον ἑτέρῳ προ-σφερόντων. ἐποίει δὲ τοῦτο καθ' ἡμέραν·καὶ σχεδὸν ἐν πᾶσι μόνον εὕρισκε τὸ δῆγ-μα τῆς ἀσπίδος ἄνευ σπασμοῦ καὶ στεναγ-μοῦ κάρον ὑπνώδη καὶ καταφορὰν ἐφελ-κόμενον, ἱδρῶτι μαλακῷ τοῦ προσώπουκαὶ τῶν αἰσθητηρίων ἀμαυρώσει παραλυο-μένων ῥᾳδίως, καὶ δυσχεραινόντων πρὸςτὰς ἐξεγέρσεις καὶ ἀνακλήσεις ὥσπερ οἱβαθέως καθεύδοντες.[72] Ἅμα δὲ καὶ πρὸς Καίσαρα πρέσβειςἔπεμπον εἰς Ἀσίαν, ἡ μὲν αἰτουμένη τὴν ἐνΑἰγύπτῳ τοῖς παισὶν ἀρχήν, ὁ δ' ἀξιῶνἈθήνησιν, εἰ μὴ δοκοίη περὶ Αἴγυπτον,ἰδιώτης καταβιῶναι. φίλων δ' ἀπορίᾳ καὶἀπιστίᾳ διὰ τὰς αὐτομολίας ὁ τῶν παίδωνδιδάσκαλος ἐπέμφθη πρεσβεύων Εὐφρό-νιος. καὶ γὰρ Ἀλεξᾶς ὁ Λαοδικεύς, γνωρι-σθεὶς μὲν ἐν Ῥώμῃ διὰ Τιμαγένους καὶπλεῖστον Ἑλλήνων δυνηθείς, γενόμενος δὲ

241

λανθρωπίαν τοῦ βασιλέως, ἐκφοβήσασιναὐτόν, ὡς οὐκ εἰς ἀναβολάς, ἀλλ' ἅμα τῷπρῶτον ὀφθῆναι τὸν ἄνδρα μεγάλων ἐσο-μένων ἐν τῷ στρατοπέδῳ νεωτερισμῶν.ἄρτι δὴ τοῦ Ἀπολλωνίδου πρὸς τὸν Δημή-τριον ἀφιγμένου περιχαροῦς, καὶ τῶν ἄλ-λων ἐπερχομένων καὶ λόγους θαυμαστοὺςἀπαγγελλόντων περὶ τοῦ Σελεύκου, καὶτοῦ Δημητρίου μετὰ τηλικαύτην δυστυχίανκαὶ κακοπραγίαν, εἰ καὶ πρότερον ἐδόκειτὴν παράδοσιν τοῦ σώματος αἰσχρὰν πε-ποιῆσθαι, τότε μετεγνωκότος διὰ τὸ θαρ-ρεῖν καὶ πιστεύειν ταῖς ἐλπίσιν, ἦλθε Παυ-σανίας ἔχων στρατιώτας ὁμοῦ πεζοὺς καὶἱππεῖς περὶ χιλίους. καὶ τούτοις περισχὼντὸν Δημήτριον ἄφνω, τοὺς δ' ἄλλους ἀπο-στήσας, Σελεύκῳ μὲν αὐτὸν εἰς ὄψιν οὐ κα-τέστησεν, εἰς δὲ Χερρόνησον τὴν Συριακὴνἀπήγαγεν· ὅπου τὸ λοιπὸν ἰσχυρᾶς φυλα-κῆς ἐπισταθείσης, θεραπεία μὲν ἧκεν ἱκα-νὴ παρὰ Σελεύκου, καὶ χρήματα καὶ δίαιτα

102

Κάτων ἀντέπιπτε, καὶ Λέντλος ὑπατεύωνἐξέβαλε τῆς βουλῆς τὸν Ἀντώνιον. ὁ δὲπολλὰ μὲν αὐτοῖς ἐξιὼν ἐπηράσατο, λαβὼνδὲ θεράποντος ἐσθῆτα καὶ μισθωσάμενοςμετὰ Κασσίου Κοΐντου ζεῦγος, ἐξώρμησεπρὸς Καίσαρα· καὶ κατεβόων εὐθὺςὀφθέντες ὡς οὐδένα κόσμον ἔτι τῶν ἐνῬώμῃ πραγμάτων ἐχόντων, ὅτε μηδὲ δη-μάρχοις παρρησίας μέτεστιν, ἀλλ' ἐλαύνε-ται καὶ κινδυνεύει πᾶς ὁ φθεγξάμενος ὑπὲρτῶν δικαίων.[6] Ἐκ τούτου λαβὼν τὴν στρατιὰν ὁ Κα-ῖσαρ εἰς Ἰταλίαν ἐνέβαλε. διὸ καὶ Κικέρωνἐν τοῖς Φιλιππικοῖς ἔγραψε, τοῦ μὲν Τρωι-κοῦ πολέμου τὴν Ἑλένην, τοῦ δ' ἐμφυλίουτὸν Ἀντώνιον ἀρχὴν γενέσθαι, περιφανῶςψευδόμενος. οὐ γὰρ οὕτως εὐχερὴς ἦν οὐδὲῥᾴδιος ὑπ' ὀργῆς ἐκπεσεῖν τῶν λογισμῶνΓάιος Καῖσαρ, ὥστ' εἰ μὴ ταῦτα πάλαι<δι>έγνωστο πράττειν, οὕτως ἂν ἐπὶ και-ροῦ τὸν κατὰ τῆς πατρίδος ἐξενεγκεῖν

119

τῶν Κλεοπάτρας ἐπ' Ἀντώνιον ὀργάνων τὸβιαιότατον καὶ τῶν ὑπὲρ Ὀκταουίας ἱστα-μένων ἐν αὐτῷ λογισμῶν ἀνατροπεύς,ἐπέμφθη μὲν Ἡρώδην τὸν βασιλέα τῆς με-ταβολῆς ἐφέξων, αὐτοῦ δὲ καταμείνας καὶπροδοὺς Ἀντώνιον, ἐτόλμησεν εἰς ὄψιν ἐλ-θεῖν Καίσαρος, Ἡρώδῃ πεποιθώς. ὤνησεδ' αὐτὸν οὐδὲν Ἡρώδης, ἀλλ' εὐθὺς εἱρχθε-ὶς καὶ κομισθεὶς εἰς τὴν ἑαυτοῦ πατρίδαδέσμιος, ἐκεῖ Καίσαρος κελεύσαντοςἀνῃρέθη. τοιαύτην μὲν Ἀλεξᾶς ἔτι ζῶντιδίκην Ἀντωνίῳ τῆς ἀπιστίας ἐξέτεισε.[73] Καῖσαρ δὲ τοὺς μὲν ὑπὲρ Ἀντωνίουλόγους οὐκ ἠνέσχετο, Κλεοπάτραν δ' ἀπε-κρίνατο μηδενὸς ἁμαρτήσεσθαι τῶν ἐπιει-κῶν, ἀνελοῦσαν Ἀντώνιον ἢ ἐκβαλοῦσαν.συνέπεμψε δὲ καὶ παρ' αὑτοῦ τινα τῶν ἀπε-λευθέρων Θύρσον, οὐκ ἀνόητον ἄνθρωπονοὐδ' ἀπιθάνως ἂν ἀφ' ἡγεμόνος νέου διαλε-χθέντα πρὸς γυναῖκα σοβαρὰν καὶ θαυμα-στὸν ὅσον ἐπὶ κάλλει φρονοῦσαν. οὗτος

242

[84] Ἦν δὲ Κορνήλιος Δολοβέλλας ἐπιφα-νὴς νεανίσκος ἐν τοῖς Καίσαρος ἑταίροις.οὗτος εἶχε πρὸς τὴν Κλεοπάτραν οὐκ ἀη-δῶς· καὶ τότε χαριζόμενος αὐτῇ δεηθείσῃκρύφα πέμψας ἐξήγγειλεν, ὡς αὐτὸς μὲν ὁΚαῖσαρ ἀναζεύγνυσι πεζῇ διὰ Συρίας, ἐκεί-νην δὲ μετὰ τῶν τέκνων ἀποστέλλειν εἰς<Ῥώμην μετὰ> τρίτην ἡμέραν ἔγνωκεν. ἡδ' ἀκούσασα ταῦτα πρῶτον μὲν ἐδεήθηΚαίσαρος, ὅπως αὐτὴν ἐάσῃ χοὰς ἐπενε-γκεῖν Ἀντωνίῳ· καὶ συγχωρήσαντος, ἐπὶτὸν τάφον κομισθεῖσα καὶ περιπεσοῦσα τῇσορῷ μετὰ τῶν συνήθων γυναικῶν "ὦ φίλ'Ἀντώνιε" εἶπεν "ἔθαπτον μέν σε πρώην ἔτιχερσὶν ἐλευθέραις, σπένδω δὲ νῦν αἰχ-μάλωτος οὖσα καὶ φρουρουμένη μήτε κο-πετοῖς μήτε θρήνοις αἰκίσασθαι τὸ δοῦλοντοῦτο σῶμα καὶ τηρούμενον ἐπὶ τοὺς κατὰσοῦ θριάμβους. ἄλλας δὲ μὴ προσδέχου τι-μὰς ἢ χοάς· ἀλλ' αὗταί σοι τελευταῖαι Κλε-οπάτρας ἀγομένης. ζῶντας μὲν γὰρ ἡμᾶς

259

πολεμοῦντι Πάρθοις, οὓς δὲ Πομπήιος κα-ταλέγει, μὴ προσέχωσιν αὐτῷ· δεύτερον δὲτὰς Καίσαρος ἐπιστολὰς οὐ προσιεμένωνοὐδ' ἐώντων ἀναγινώσκεσθαι τῶν συγκλη-τικῶν, αὐτὸς ἰσχύων διὰ τὸ ἄρχειν ἀνέγνω,καὶ πολλοὺς μετέστησε τῇ γνώμῃ, δίκαιακαὶ μέτρια Καίσαρος ἀξιοῦν ἀφ' ὧν ἔγραψεδόξαντος. τέλος δὲ δυεῖν ἐρωτήσεων ἐν τῇβουλῇ γενομένων, τῆς μὲν εἰ δοκεῖ Πομπή-ιον ἀφεῖναι τὰ στρατεύματα, τῆς δ' εἰ Καί-σαρα, καὶ Πομπήιον μὲν ὀλίγων τὰ ὅπλακαταθέσθαι, Καίσαρα δὲ πάντων παρ' ὀλί-γους κελευόντων, ἀναστὰς Ἀντώνιοςἠρώτησεν, εἰ δοκεῖ καὶ Πομπήιον ὁμοῦ καὶΚαίσαρα τὰ ὅπλα καταθέσθαι καὶ τὰς δυ-νάμεις ἀφεῖναι. ταύτην ἐδέξαντο λαμπρῶςτὴν γνώμην ἅπαντες, καὶ μετὰ βοῆς ἐπαι-νοῦντες τὸν Ἀντώνιον ἠξίουν ἐπιψηφίζε-σθαι. μὴ βουλομένων δὲ τῶν ὑπάτων, αὖθιςἑτέρας οἱ Καίσαρος φίλοι προὔτειναν ἐπιει-κεῖς εἶναι δοκούσας ἀξιώσεις, αἷς ὅ τε

118

παρεσκευάζετο καθ' ἡμέραν οὐ μεμπτή,δρόμοι δὲ καὶ περίπατοι βασιλικοὶ καὶ πα-ράδεισοι θήρας ἔχοντες ἀπεδείχθησαν· ἦνδὲ καὶ τῶν φίλων τῶν συμφυγόντων τῷβουλομένῳ συνεῖναι, καὶ παρ' αὐτοῦ τινεςὅμως ἐπιφοιτῶντες [ἀπὸ τοῦ Σελεύκου]ἧκον, κομίζοντες ἐπιεικεῖς λόγους καὶ θαρ-ρεῖν παρακαλοῦντες, ὡς ὅταν πρῶτονἈντίοχος ἀφίκηται σὺν Στρατονίκῃ διεθη-σόμενον.[51] Ὁ δὲ Δημήτριος ἐν τῇ τοιαύτῃ τύχῃγεγονώς, ἐπέστειλε τοῖς περὶ τὸν υἱὸν καὶτοῖς περὶ Ἀθήνας καὶ Κόρινθον ἡγεμόσικαὶ φίλοις, μήτε γράμμασιν αὐτοῦ μήτεσφραγῖδι πιστεύειν, ἀλλ' ὥσπερ τεθνη-κότος Ἀντιγόνῳ τὰς πόλεις καὶ τὰ λοιπὰπράγματα διαφυλάττειν. Ἀντίγονος δὲ τὴντοῦ πατρὸς σύλληψιν πυθόμενος, καὶ βα-ρέως ἐνεγκὼν καὶ πενθίμην ἀναλαβὼνἐσθῆτα πρός τε τοὺς ἄλλους βασιλεῖς ἔγρα-ψε καὶ πρὸς αὐτὸν Σέλευκον, δεόμενος καὶ

103

γραφὴν ἔχουσα προσέδωκεν αὐτῷ· Σελεύ-κου δέ τινος τῶν ἐπιτρόπων ἐλέγχοντος ὡςἔνια κρύπτουσαν καὶ διακλέπτουσαν, ἀνα-πηδήσασα καὶ τῶν τριχῶν αὐτοῦ λαβο-μένη, πολλὰς ἐνεφόρει τῷ προσώπῳ πλη-γάς. τοῦ δὲ Καίσαρος μειδιῶντος καὶ κατα-παύοντος αὐτήν, "ἀλλ' οὐ δεινόν" εἶπεν "ὦΚαῖσαρ, εἰ σὺ μὲν ἠξίωσας ἀφικέσθαι πρὸςἐμὲ καὶ προσειπεῖν οὕτω πράττουσαν, οἱ δὲδοῦλοί μου κατηγοροῦσιν, εἴ τι τῶν γυναι-κείων ἀπεθέμην, οὐκ ἐμαυτῇ δήπουθεν, ἡτάλαινα, κόσμον, ἀλλ' ὅπως Ὀκταουίᾳ καὶΛιβίᾳ τῇ σῇ μικρὰ δοῦσα, δι' ἐκείνων ἵλεώσου τύχοιμι καὶ πραοτέρου;" τούτοις ὁ Κα-ῖσαρ ἥδετο, παντάπασιν αὐτὴν φιλοψυχεῖνοἰόμενος. εἰπὼν οὖν ὅτι καὶ ταῦτα ἐπι-τρέπει καὶ τἆλλα πάσης ἐλπίδος αὐτῇ χρή-σεται λαμπρότερον, ᾤχετο ἀπιών, ἐξηπα-τηκέναι μὲν οἰόμενος, ἐξηπατημένος δὲμᾶλλον.

258

ἐντυγχάνων αὐτῇ μακρότερα τῶν ἄλλωνκαὶ τιμώμενος διαφερόντως, ὑπόνοιαν τῷἈντωνίῳ παρέσχε, καὶ συλλαβὼν αὐτὸνἐμαστίγωσεν, εἶτ' ἀφῆκε πρὸς Καίσαρα,γράψας ὡς ἐντρυφῶν καὶ περιφρονῶν πα-ροξύνειεν αὐτόν, εὐπαρόξυντον ὑπὸ κακῶνὄντα. "σὺ δ' εἰ μὴ φέρεις τὸ πρᾶγμα" ἔφη"μετρίως, ἔχεις ἐμὸν ἀπελεύθερον Ἵππαρ-χον. τοῦτον κρεμάσας μαστίγωσον, ἵν' ἴσονἔχωμεν." ἐκ τούτου Κλεοπάτρα μὲν ἀπο-λυομένη τὰς αἰτίας καὶ ὑπονοίας ἐθεράπευ-εν αὐτὸν περιττῶς· καὶ τὴν ἑαυτῆς γε-νέθλιον ταπεινῶς διαγαγοῦσα καὶ ταῖς τύ-χαις πρεπόντως, τὴν ἐκείνου πᾶσαν ὑπερ-βαλλομένη λαμπρότητα καὶ πολυτέλειανἑώρτασεν, ὥστε πολλοὺς τῶν κεκλημένωνἐπὶ τὸ δεῖπνον πένητας ἐλθόντας ἀπελθεῖνπλουσίους. Καίσαρα δ' Ἀγρίππας ἀνεκαλε-ῖτο πολλάκις ἀπὸ Ῥώμης γράφων, ὡς τῶνἐκεῖ πραγμάτων τὴν παρουσίαν αὐτοῦ πο-θούντων.

243

πᾶν ὅ τι λοιπὸν ἦν αὐτοῖς παραδιδούς, καὶπρὸ παντὸς ὁμηρεύειν ἕτοιμος ὢν αὐτὸςὑπὲρ τοῦ πατρός. καὶ συνεδέοντο ταῦταπόλεις τε πολλαὶ καὶ δυνάσται πλὴν Λυσι-μάχου· Λυσίμαχος δὲ καὶ χρήματα πολλὰπέμπων ὑπισχνεῖτο Σελεύκῳ κτείναντι Δη-μήτριον. ὁ δ' ἐκεῖνον μὲν <καὶ> ἄλλωςπροβαλλόμενος, ἔτι μᾶλλον ἐπὶ τούτῳ μια-ρὸν ἡγεῖτο καὶ βάρβαρον, Ἀντιόχῳ δὲ τῷπαιδὶ καὶ Στρατονίκῃ φυλάττων Δημή-τριον, ὡς ἐκείνων ἡ χάρις γένοιτο, παρῆγετὸν χρόνον.[52] Ὁ δὲ Δημήτριος ὡς ἐν ἀρχῇ τὴν τύ-χην προσπεσοῦσαν ὑπέμεινε καὶ ῥᾷον ἤδηφέρειν εἰθίζετο τὰ παρόντα, πρῶτον μὲνἁμῶς γέ πως ἐκίνει τὸ σῶμα, θήρας ἐφ'ὅσον ἦν καὶ δρόμων ἁπτόμενος· ἔπειτακατὰ μικρὸν ὄκνου πρὸς αὐτὰ καὶ νωθείαςἐπίμπλατο, καὶ φέρων ἑαυτὸν εἰς πότουςκαὶ κύβους κατέβαλε, καὶ τοῦ χρόνου τὸνπλεῖστον ἐν τούτοις διῆγεν, εἴτε τοὺς ἐν τῷ

104

ὥστ' ἄλλο πρόσθες αὐτῷ τοσοῦτον."[5] Ταῦτα μὲν οὖν ὕστερον. ἐπεὶ δὲ τὰ Ῥω-μαίων πράγματα διέστη, τῶν μὲν ἀριστο-κρατικῶν Πομπηίῳ παρόντι προσθεμένων,τῶν δὲ δημοτικῶν Καίσαρα καλούντων ἐκΓαλατίας ἐν τοῖς ὅπλοις ὄντα, Κουρίων ὁἈντωνίου φίλος ἐκ μεταβολῆς θεραπεύωντὰ Καίσαρος Ἀντώνιον προσηγάγετο, καὶμεγάλην μὲν ἀπὸ τοῦ λέγειν ἐν τοῖς πολλο-ῖς ἔχων ἰσχύν, χρώμενος δὲ καὶ δαπάναιςἀφειδῶς ἀφ' ὧν Καῖσαρ ἐχορήγει, δήμαρ-χον ἀπέδειξε τὸν Ἀντώνιον, εἶτα τῶν ἐπ'οἰωνοῖς ἱερέων οὓς Αὔγουρας καλοῦσιν. ὁδ' εὐθὺς εἰς τὴν ἀρχὴν παρελθὼν οὐ μικρὸνἦν ὄφελος τοῖς πολιτευομένοις ὑπὲρ Καίσα-ρος. ἀλλὰ πρῶτον μὲν Μαρκέλλου τοῦὑπάτου Πομπηίῳ τούς τε συνειλεγμένουςἤδη στρατιώτας παρεγγυῶντος καὶ κατα-λέγειν ἑτέρους διδόντος, ἐμποδὼν ἔστηδιάταγμα γράψας, ὅπως ἡ μὲν ἠθροισμένηδύναμις εἰς Συρίαν πλέῃ καὶ Βύβλῳ βοηθῇ

117

[74] Ἔσχεν οὖν ἀναβολὴν ὁ πόλεμος τότε·τοῦ δὲ χειμῶνος παρελθόντος αὖθις ἐπῄειδιὰ Συρίας, οἱ δὲ στρατηγοὶ διὰ Λιβύης.ἁλόντος δὲ Πηλουσίου, λόγος ἦν ἐνδοῦναιΣέλευκον οὐκ ἀκούσης τῆς Κλεοπάτρας. ἡδ' ἐκείνου μὲν γυναῖκα καὶ παῖδας Ἀντω-νίῳ κτεῖναι παρεῖχεν, αὐτὴ δὲ θήκας ἔχου-σα καὶ μνήματα κατεσκευασμένα περιττῶςεἴς τε κάλλος καὶ ὕψος, ἃ προσῳκοδόμησετῷ ναῷ τῆς Ἴσιδος, ἐνταῦθα τῶν βασιλι-κῶν συνεφόρει τὰ πλείστης ἄξια σπουδῆς,χρυσὸν ἄργυρον σμάραγδον μαργαρίτηνἔβενον ἐλέφαντα κινάμωμον, ἐπὶ πᾶσι δὲδᾷδα πολλὴν καὶ στυππεῖον, ὥστε δείσα-ντα περὶ τῶν χρημάτων Καίσαρα, μὴ τρα-πομένη πρὸς ἀπόγνωσιν ἡ γυνὴ διαφθείρῃκαὶ καταφλέξῃ τὸν πλοῦτον, ἀεί τινας ἐλ-πίδας αὐτῇ φιλανθρώπους προσπέμπειν,ἅμα τῷ στρατῷ πορευόμενον ἐπὶ τὴνπόλιν. ἱδρυθέντος δ' αὐτοῦ περὶ τὸν ἱπ-πόδρομον, Ἀντώνιος ἐπεξελθὼν ἠγωνίσατο

244

σων. ἡ δ' ἔτυχε μὲν ἐν στιβάδι κατακει-μένη ταπεινῶς, εἰσιόντι δ' αὐτῷ μονοχίτωνἀναπηδήσασα προσπίπτει, δεινῶς μὲν ἐξη-γριωμένη κεφαλὴν καὶ πρόσωπον, ὑπότρο-μος δὲ τῇ φωνῇ καὶ συντετηκυῖα ταῖς ὄψε-σιν. ἦν δὲ πολλὰ καὶ τῆς περὶ τὸ στέρνοναἰκίας καταφανῆ, καὶ ὅλως οὐθὲν ἐδόκει τὸσῶμα τῆς ψυχῆς ἔχειν βέλτιον. ἡ μέντοιχάρις ἐκείνη καὶ τὸ τῆς ὥρας ἰταμὸν οὐ κα-τέσβεστο παντάπασιν, ἀλλὰ καίπερ οὕτωςδιακειμένης ἔνδοθέν ποθεν ἐξέλαμπε καὶσυνεπεφαίνετο τοῖς κινήμασι τοῦ προ-σώπου. κελεύσαντος δὲ τοῦ Καίσαροςαὐτὴν κατακλιθῆναι καὶ πλησίον αὐτῆς κα-θίσαντος, ἥψατο μέν τινος δικαιολογίας,εἰς ἀνάγκην καὶ φόβον Ἀντωνίου τὰ πε-πραγμένα τρεπούσης· ἐνισταμένου δὲ πρὸςἕκαστον αὐτῇ τοῦ Καίσαρος, ἐξελεγχομένηταχὺ πρὸς οἶκτον μεθηρμόσατο καὶ δέησιν,ὡς δή τις ἂν μάλιστα τοῦ ζῆν περιεχομένη.τέλος δὲ τοῦ πλήθους τῶν χρημάτων ἀνα-

257

ει τοῖς στρατιώταις. ἦν δέ που καὶ τὸ ἐρω-τικὸν οὐκ ἀναφρόδιτον, ἀλλὰ καὶ τούτῳπολλοὺς ἐδημαγώγει, συμπράττων τε τοῖςἐρῶσι καὶ σκωπτόμενος οὐκ ἀηδῶς εἰςτοὺς ἰδίους ἔρωτας. ἡ δ' ἐλευθεριότης καὶτὸ μηδὲν ὀλίγῃ χειρὶ μηδὲ φειδομένῃ χαρί-ζεσθαι στρατιώταις καὶ φίλοις ἀρχήν τελαμπρὰν ἐπὶ τὸ ἰσχύειν αὐτῷ παρέσχε, καὶμεγάλου γενομένου τὴν δύναμιν ἐπὶ πλεῖονἐπῆρεν, ἐκ μυρίων ἄλλων ἁμαρτημάτωνἀνατρεπομένην. ἓν δέ τι τοῦ μεγαλοδώρουπαράδειγμα διηγήσομαι. τῶν φίλων τινὶμυριάδας ἐκέλευσε πέντε καὶ εἴκοσι δο-θῆναι· τοῦτο Ῥωμαῖοι δεκίης καλοῦσι. τοῦδ' ἐπιτρόπου θαυμάσαντος, καὶ ἵνα δείξῃτὸ πλῆθος αὐτῷ καταβαλόντος ἐν μέσῳ τὸἀργύριον, ἠρώτησε παριὼν ὅ τι δὴ τοῦτ'εἴη. τοῦ δ' ἐπιτρόπου φήσαντος ὡς ὃ κελεύ-σειε δοθῆναι, συμβαλὼν αὐτοῦ τὴν κακοή-θειαν ὁ Ἀντώνιος "ἐγὼ πλεῖον ᾤμην" ἔφη"τὸ δεκίης εἶναι· τοῦτο δὲ μικρόν ἐστιν·

116

νήφειν ἀναλογισμοὺς τῶν παρόντων ἀποδι-δράσκων καὶ παρακαλυπτόμενος τῇ μέθῃτὴν διάνοιαν, εἴτε συγγνοὺς ἑαυτῷ τοῦτονεἶναι τὸν βίον, ὃν ἔκπαλαι ποθῶν καὶδιώκων ἄλλως ὑπ' ἀνοίας καὶ κενῆς δόξηςἐπλάζετο καὶ πολλὰ μὲν ἑαυτῷ, πολλὰ δ'ἑτέροις πράγματα παρεῖχεν, ἐν ὅπλοις καὶστόλοις καὶ στρατοπέδοις τὸ ἀγαθὸν ζη-τῶν, ὃ νῦν ἐν ἀπραγμοσύνῃ καὶ σχολῇ καὶἀναπαύσει μὴ προσδοκήσας ἀνεύρηκε. τίγὰρ ἄλλο τῶν πολέμων καὶ τῶν κινδύνωνπέρας ἐστὶ τοῖς φαύλοις βασιλεῦσι, κακῶςκαὶ ἀνοήτως διακειμένοις, οὐχ ὅτι μόνοντρυφὴν καὶ ἡδονὴν ἀντὶ τῆς ἀρετῆς καὶ τοῦκαλοῦ διώκουσιν, ἀλλ' ὅτι μηδ' ἥδεσθαιμηδὲ τρυφᾶν ὡς ἀληθῶς ἴσασιν.Ὁ δ' οὖν Δημήτριος ἔτος τρίτον ἐν τῇΧερρονήσῳ καθειργμένος, ὑπ' ἀργίας καὶπλησμονῆς καὶ οἴνου νοσήσας ἀπέθανεν,ἔτη τέσσαρα καὶ πεντήκοντα βεβιωκώς.καὶ Σέλευκος ἤκουσέ τε κακῶς καὶ μετε-

105

καὶ στρατηγῶν, οὐκ ἀφείλετο Κλεοπάτραςτὸ σῶμα Καῖσαρ, ἀλλ' ἐθάπτετο ταῖς ἐκεί-νης χερσὶ πολυτελῶς καὶ βασιλικῶς, πᾶσινὡς ἐβούλετο χρῆσθαι λαβούσης. ἐκ δὲ λύ-πης ἅμα τοσαύτης καὶ ὀδύνης -- ἀνεφλέγ-μηνε γὰρ αὐτῆς τὰ στέρνα τυπτομένης καὶἥλκωτο -- πυρετῶν ἐπιλαβόντων, ἠγάπησετὴν πρόφασιν, ὡς ἀφεξομένη τροφῆς διὰτοῦτο καὶ παραλύσουσα τοῦ ζῆν ἀκωλύτωςἑαυτήν. ἦν δ' ἰατρὸς αὐτῇ συνήθης Ὄλυ-μπος, ᾧ φράσασα τἀληθὲς ἐχρῆτο συμβού-λῳ καὶ συνεργῷ τῆς καθαιρέσεως, ὡςαὐτὸς ὁ Ὄλυμπος εἴρηκεν, ἱστορίαν τινὰτῶν πραγμάτων τούτων ἐκδεδωκώς. ὑπο-νοήσας δὲ Καῖσαρ ἀπειλὰς μέν τινας αὐτῇκαὶ φόβους περὶ τῶν τέκνων προσέβαλλεν,οἷς ἐκείνη καθάπερ μηχανήμασιν ὑπηρεί-πετο, καὶ παρεδίδου τὸ σῶμα θεραπεύεινκαὶ τρέφειν τοῖς χρῄζουσιν.[83] Ἧκε δὲ καὶ αὐτὸς ἡμέρας ὀλίγας δια-λιπὼν ἐντευξόμενος αὐτῇ καὶ παρηγορή-

256

λαμπρῶς καὶ τροπὴν τῶν Καίσαρος ἱπ-πέων ἐποίησε, καὶ κατεδίωξεν ἄχρι τοῦστρατοπέδου. μεγαλυνόμενος δὲ τῇ νίκῃπαρῆλθεν εἰς τὰ βασίλεια, καὶ τὴν Κλεο-πάτραν κατεφίλησεν ἐν τοῖς ὅπλοις, καὶτὸν ἠγωνισμένον προθυμότατα τῶν στρα-τιωτῶν συνέστησεν. ἡ δ' ἀριστεῖον αὐτῷθώρακα χρυσοῦν καὶ κράνος ἔδωκεν· ἐκε-ῖνος μὲν οὖν ὁ ἄνθρωπος λαβὼν ταῦτα διὰνυκτὸς ηὐτομόλησεν ὡς Καίσαρα.[75] Πάλιν δ' Ἀντώνιος ἔπεμπε Καίσαραμονομαχῆσαι προκαλούμενος. ἀποκρινα-μένου δ' ἐκείνου πολλὰς ὁδοὺς Ἀντωνίῳπαρεῖναι θανάτου, συμφρονήσας ὅτι τοῦδιὰ μάχης οὐκ ἔστιν αὐτῷ βελτίων θάνα-τος, ἔγνω καὶ κατὰ γῆν ἅμα καὶ θάλαττανἐπιχειρεῖν. καὶ παρὰ δεῖπνον ὡς λέγεταιτοὺς οἰκέτας ἐκέλευεν ἐπεγχεῖν καὶ προθυ-μότερον εὐωχεῖν αὐτόν· ἄδηλον γὰρ εἰ το-ῦτο ποιήσουσιν αὔριον ἢ δεσπόταις ἑτέροιςὑπηρετήσουσιν, αὐτὸς δὲ κείσεται σκελε-

245

νόησεν οὐ μετρίως ἐν ὑποψίᾳ τὸν Δημή-τριον θέμενος τότε, καὶ μηδὲ Δρομιχαίτηνἄνδρα βάρβαρον Θρᾷκα μιμησάμενος,οὕτω φιλανθρώπως καὶ βασιλικῶς ἁλόντιΛυσιμάχῳ χρησάμενον.[53] Ἔσχε μέντοι καὶ τὰ περὶ τὴν ταφὴναὐτοῦ τραγικήν τινα καὶ θεατρικὴν διάθε-σιν. ὁ γὰρ υἱὸς Ἀντίγονος ὡς ᾔσθετο τὰλείψανα κομιζόμενα, πάσαις ἀναχθεὶς ταῖςναυσὶν ἐπὶ νήσων ἀπήντησε· καὶ δεξάμενοςεἰς τὴν μεγίστην τῶν ναυαρχίδων ἔθετοτὴν ὑδρίαν χρυσήλατον οὖσαν. αἱ δὲπόλεις, αἷς προσεῖχον, τοῦτο μὲν στε-φάνους ἐπέφερον τῇ ὑδρίᾳ, τοῦτο δ' ἄνδραςἐν σχήματι πενθίμῳ συνθάψοντας καὶ συ-μπαραπέμψοντας ἀπέστελλον. εἰς δὲΚόρινθον τοῦ στόλου καταπλέοντος, ἥ τεκάλπις ἐκ πρύμνης περιφανὴς ἑωρᾶτο πορ-φύρᾳ βασιλικῇ καὶ διαδήματι κεκοσμη-μένη, καὶ παρειστήκεισαν ἐν ὅπλοις νεανί-σκοι δορυφοροῦντες. ὁ δὲ τῶν τότ' αὐλη-

106

στρατευομένοις ἀνὴρ ἔδοξε λαμπρότατοςεἶναι.[4] Προσῆν δὲ καὶ μορφῆς ἐλευθέριον ἀξί-ωμα, καὶ πώγων τις οὐκ ἀγεννὴς καὶπλάτος μετώπου καὶ γρυπότης μυκτῆροςἐδόκει τοῖς γραφομένοις καὶ πλαττομένοιςἩρακλέους προσώποις ἐμφερὲς ἔχειν τὸἀρρενωπόν. ἦν δὲ καὶ λόγος παλαιὸς Ἡρα-κλείδας εἶναι τοὺς Ἀντωνίους, ἀπ' Ἄντω-νος παιδὸς Ἡρακλέους γεγονότας. καὶ το-ῦτον ᾤετο τὸν λόγον τῇ τε μορφῇ τοῦσώματος ὥσπερ εἴρηται καὶ τῇ στολῇ βε-βαιοῦν· ἀεὶ γὰρ ὅτε μέλλοι πλείοσινὁρᾶσθαι, χιτῶνα εἰς μηρὸν ἔζωστο καὶμάχαιρα μεγάλη παρήρτητο, καὶ σάγος πε-ριέκειτο τῶν στερεῶν. οὐ μὴν ἀλλὰ καὶ τὰτοῖς ἄλλοις φορτικὰ δοκοῦντα, μεγαλαυχίακαὶ σκῶμμα καὶ κώθων ἐμφανὴς καὶ καθί-σαι παρὰ τὸν ἐσθίοντα καὶ φαγεῖν ἐπι-στάντα τραπέζῃ στρατιωτικῇ, θαυμαστὸνὅσον εὐνοίας καὶ πόθου πρὸς αὐτὸν ἐνεποί-

115

τὸς καὶ τὸ μηδὲν γενόμενος. τοὺς δὲ φίλουςἐπὶ τούτοις δακρύοντας ὁρῶν, ἔφη μὴ προ-άξειν ἐπὶ τὴν μάχην, ἐξ ἧς αὑτῷ θάνατονεὐκλεᾶ μᾶλλον ἢ σωτηρίαν ζητεῖν καὶ νί-κην. ἐν ταύτῃ τῇ νυκτὶ λέγεται μεσούσῃσχεδόν, ἐν ἡσυχίᾳ καὶ κατηφείᾳ τῆς πόλε-ως διὰ φόβον καὶ προσδοκίαν τοῦ μέλλο-ντος οὔσης, αἰφνίδιον ὀργάνων τε παντοδα-πῶν ἐμμελεῖς φωνὰς ἀκουσθῆναι καὶ βοὴνὄχλου μετ' εὐασμῶν καὶ πηδήσεων σατυρι-κῶν, ὥσπερ θιάσου τινὸς οὐκ ἀθορύβωςἐξελαύνοντος· εἶναι δὲ τὴν ὁρμὴν ὁμοῦ τιδιὰ τῆς πόλεως μέσης ἐπὶ τὴν πύλην ἔξωτὴν τετραμμένην πρὸς τοὺς πολεμίους, καὶταύτῃ τὸν θόρυβον ἐκπεσεῖν πλεῖστον γε-νόμενον. ἐδόκει δὲ τοῖς ἀναλογιζομένοις τὸσημεῖον ἀπολείπειν ὁ θεὸς Ἀντώνιον, ᾧμάλιστα συνεξομοιῶν καὶ συνοικειῶν ἑαυ-τὸν διετέλεσεν.[76] Ἅμα δ' ἡμέρᾳ τὸν πεζὸν αὐτὸς ἐπὶτῶν πρὸ τῆς πόλεως λόφων ἱδρύσας, ἐθε-

246

παιδαγωγοῦ παραδοθεὶς ἀπέθανε· καὶ τὴνκεφαλὴν αὐτοῦ τῶν στρατιωτῶν ἀποτε-μνόντων, ὁ παιδαγωγὸς ἀφελὼν ὃν ἐφόρειπερὶ τῷ τραχήλῳ πολυτιμότατον λίθον εἰςτὴν ζώνην κατέρραψεν· ἀρνησάμενος δὲκαὶ φωραθεὶς ἀνεσταυρώθη. τὰ δὲ Κλεο-πάτρας παιδία φρουρούμενα μετὰ τῶν τρε-φόντων ἐλευθέριον εἶχε δίαιταν. Καισαρίω-να δὲ τὸν ἐκ Καίσαρος γεγονέναι λεγόμε-νον ἡ μὲν μήτηρ ἐξέπεμψε μετὰ χρημάτωνπολλῶν εἰς τὴν Ἰνδικὴν δι' Αἰθιοπίας, ἕτε-ρος δὲ παιδαγωγὸς ὅμοιος ΘεοδώρῳῬόδων ἀνέπεισεν ἐπανελθεῖν, ὡς Καίσαροςαὐτὸν ἐπὶ βασιλείαν καλοῦντος. βουλευο-μένου δὲ Καίσαρος, Ἄρειον εἰπεῖν λέγου-σιν·οὐκ ἀγαθὸν πολυκαισαρίη.

[82] Τοῦτον μὲν οὖν ὕστερον ἀπέκτεινεμετὰ τὴν Κλεοπάτρας τελευτήν. Ἀντώνιονδὲ πολλῶν αἰτουμένων θάψαι καὶ βασιλέων

255

σας, ἅμα καὶ τὴν ὁδὸν ἀσφαλῆ τῷ στρατεύ-ματι καὶ τὴν ἐλπίδα τῆς νίκης ἐποίησε τῷστρατηγῷ βέβαιον. ἀπέλαυσαν δὲ τῆς φι-λοτιμίας αὐτοῦ καὶ οἱ πολέμιοι· Πτολεμαί-ου γὰρ ἅμα τῷ παρελθεῖν εἰς τὸ Πηλούσιονὑπ' ὀργῆς καὶ μίσους ὡρμημένου φονεύειντοὺς Αἰγυπτίους, ἐνέστη καὶ διεκώλυσεν.ἐν δὲ ταῖς μάχαις καὶ τοῖς ἀγῶσι μεγάλοιςκαὶ συχνοῖς γενομένοις πολλὰ καὶ τόλμηςἔργα καὶ προνοίας ἡγεμονικῆς ἀποδειξάμε-νος, ἐμφανέστατα δὲ τῷ κυκλώσασθαι καὶπεριβαλεῖν κατόπιν τοὺς πολεμίους τὴν νί-κην τοῖς κατὰ στόμα παρασχών, ἀριστεῖακαὶ τιμὰς ἔλαβε πρεπούσας. οὐ διέλαθε δὲτοὺς πολλοὺς οὐδ' ἡ πρὸς Ἀρχέλαον αὐτοῦτεθνηκότα φιλανθρωπία· γεγονὼς γὰραὐτῷ συνήθης καὶ ξένος, ἐπολέμει μὲν ἀνα-γκαίως ζῶντι, τὸ δὲ σῶμα πεσόντος ἐξευ-ρὼν καὶ κοσμήσας βασιλικῶς ἐκήδευσεν.ἐπὶ τούτοις Ἀλεξανδρεῦσί τε πλεῖστοναὑτοῦ λόγον κατέλιπε, καὶ Ῥωμαίων τοῖς

114

τῶν ἐλλογιμώτατος Ξενόφαντος ἐγγὺς κα-θεζόμενος προσηύλει τῶν μελῶν τὸ ἱε-ρώτατον· καὶ πρὸς τοῦτο τῆς εἰρεσίας ἀνα-φερομένης μετὰ ῥυθμοῦ τινος, ἀπήνταψόφος ὥσπερ ἐν κοπετῷ ταῖς τῶν αὐλη-μάτων περιόδοις. τὸν δὲ πλεῖστον οἶκτονκαὶ ὀλοφυρμὸν αὐτὸς Ἀντίγονος τοῖςἠθροισμένοις ἐπὶ τὴν θάλασσαν ὀφθεὶς τα-πεινὸς καὶ δεδακρυμένος παρέσχεν. ἐπενε-χθεισῶν δὲ ταινιῶν καὶ στεφάνων περὶΚόρινθον, εἰς Δημητριάδα κομίσας ἔθηκετὰ λείψανα, πόλιν ἐπώνυμον ἐκείνου,<συν>οικισθεῖσαν ἐκ μικρῶν τῶν περὶ τὴνἸωλκὸν πολιχνίων.Ἀπέλιπε δὲ γενεὰν ὁ Δημήτριος Ἀντίγονονμὲν ἐκ Φίλας καὶ Στρατονίκην, δύο δὲ Δη-μητρίους, τὸν μὲν Λεπτὸν ἐξ Ἰλλυρίδος γυ-ναικός, τὸν δ' ἄρξαντα Κυρήνης ἐκ Πτολε-μαΐδος, ἐκ δὲ Δηιδαμείας Ἀλέξανδρον, ὃςἐν Αἰγύπτῳ κατεβίωσε. λέγεται δὲ καὶΚόρραγον υἱὸν ἐξ Εὐρυδίκης αὐτῷ γε-

107

πάσης αἰτίας τὸν δῆμον ἀφιέναι, πρῶτονμὲν διὰ τὸν κτίστην Ἀλέξανδρον, δεύτερονδὲ τῆς πόλεως θαυμάζων τὸ κάλλος καὶ τὸμέγεθος, τρίτον δ' Ἀρείῳ τῷ ἑταίρῳ χαρι-ζόμενος. ταύτης δὴ τῆς τιμῆς ἔτυχε παρὰΚαίσαρος Ἄρειος, καὶ τῶν ἄλλων ἐξῃτήσα-το συχνούς· ὧν ἦν καὶ Φιλόστρατος, ἀνὴρεἰπεῖν μὲν ἐξ ἐπιδρομῆς τῶν τότε σοφι-στῶν ἱκανώτατος, εἰσποιῶν δὲ μὴ προση-κόντως ἑαυτὸν τῇ Ἀκαδημείᾳ· διὸ καὶ Κα-ῖσαρ αὐτοῦ βδελυττόμενος τὸν τρόπον, οὐπροσίετο τὰς δεήσεις. ὁ δὲ πώγωνα πολιὸνκαθεὶς καὶ φαιὸν ἱμάτιον περιβαλόμενος,ἐξόπισθεν Ἀρείῳ παρηκολούθει, τοῦτον ἀεὶτὸν στίχον ἀναφθεγγόμενος· σοφοὶ σοφοὺςσῴζουσιν, ἂν ὦσιν σοφοί.πυθόμενος δὲ Καῖσαρ, καὶ τοῦ φθόνου μᾶλ-λον Ἄρειον ἢ τοῦ δέους Φιλόστρατονἀπαλλάξαι βουλόμενος, διῆκε.[81] Τῶν δ' Ἀντωνίου παίδων ὁ μὲν ἐκΦουλβίας Ἄντυλλος ὑπὸ Θεοδώρου τοῦ

254

ᾶτο τὰς ναῦς ἀνηγμένας καὶ ταῖς τῶν πολε-μίων προσφερομένας, καὶ περιμένων ἔργοντι παρ' ἐκείνων ἰδεῖν ἡσύχαζεν. οἱ δ' ὡς ἐγ-γὺς ἐγένοντο, ταῖς κώπαις ἠσπάσαντο τοὺςΚαίσαρος, ἐκείνων τ' ἀντασπασαμένων με-τεβάλοντο, καὶ πάσαις ἅμα ταῖς ναυσὶν ὁστόλος εἷς γενόμενος ἐπέπλει πρὸς τὴνπόλιν ἀντίπρῳρος. τοῦτ' Ἀντώνιος ἰδὼνἀπελείφθη μὲν εὐθὺς ὑπὸ τῶν ἱππέων με-ταβαλομένων, ἡττηθεὶς δὲ τοῖς πεζοῖς ἀνε-χώρησεν εἰς τὴν πόλιν, ὑπὸ Κλεοπάτραςπροδεδόσθαι βοῶν οἷς δι' ἐκείνην ἐπολέμη-σεν. ἡ δὲ τὴν ὀργὴν αὐτοῦ φοβηθεῖσα καὶτὴν ἀπόνοιαν, εἰς τὸν τάφον κατέφυγε καὶτοὺς καταρράκτας ἀφῆκε κλείθροις καὶ μο-χλοῖς καρτεροὺς ὄντας· πρὸς δ' Ἀντώνιονἔπεμψε τοὺς ἀπαγγελοῦντας ὅτι τέθνηκε.πιστεύσας δ' ἐκεῖνος καὶ εἰπὼν πρὸς αὑτόν"τί ἔτι μέλλεις Ἀντώνιε; τὴν μόνην ἡ τύχηκαὶ λοιπὴν ἀφῄρηκε τοῦ φιλοψυχεῖνπρόφασιν", εἰσῆλθεν εἰς τὸ δωμάτιον· καὶ

247

νέσθαι. κατέβη δὲ ταῖς διαδοχαῖς τὸ γένοςαὐτοῦ βασιλεῦον εἰς Περσέα τελευταῖον,ἐφ' οὗ Ῥωμαῖοι Μακεδονίαν ὑπηγάγοντο.Διηγωνισμένου δὲ τοῦ Μακεδονικοῦδράματος, ὥρα τὸ Ῥωμαϊκὸν ἐπεισαγαγε-ῖν.

108

ντος εἰς Αἴγυπτον ἅμα συνεμβαλεῖν αὐτῷκαὶ τὴν βασιλείαν ἀναλαβεῖν, οἱ μὲν πλε-ῖστοι τῶν ἡγεμόνων ἠναντιοῦντο, καὶ Γαβί-νιον δ' ὄκνος τις εἶχε τοῦ πολέμου, καίπερἐξηνδραποδισμένον κομιδῇ τοῖς μυρίοις τα-λάντοις, Ἀντώνιος δὲ καὶ πράξεων με-γάλων ἐφιέμενος καὶ τῷ Πτολεμαίῳ χαρι-ζόμενος δεομένῳ, συνέπεισε μὲν καὶ συνε-ξώρμησεν ἐπὶ τὴν στρατείαν τὸν Γαβίνιον·ἐπεὶ δὲ τοῦ πολέμου μᾶλλον ἐφοβοῦντο τὴνἐπὶ τὸ Πηλούσιον ὁδόν, ἅτε δὴ διὰ ψάμμουβαθείας καὶ ἀνύδρου παρὰ τὸ Ἔκρηγμακαὶ τὰ τῆς Σερβωνίδος ἕλη γινομένηςαὐτοῖς τῆς πορείας, ἃς Τυφῶνος μὲν ἐκ-πνοὰς Αἰγύπτιοι καλοῦσι, τῆς δ' Ἐρυθρᾶςθαλάσσης ὑπονόστησις εἶναι δοκεῖ καὶ διή-θησις, ᾗ βραχυτάτῳ διορίζεται πρὸς τὴνἐντὸς θάλασσαν ἰσθμῷ, πεμφθεὶς μετὰ τῶνἱππέων ὁ Ἀντώνιος οὐ μόνον τὰ στενὰ κα-τέσχεν, ἀλλὰ καὶ Πηλούσιον ἑλών, πόλινμεγάλην, καὶ τῶν ἐν αὐτῷ φρουρῶν κρατή-

113

τὸν θώρακα παραλύων καὶ διαστέλλων, "ὦΚλεοπάτρα" εἶπεν "οὐκ ἄχθομαί σου στε-ρόμενος, αὐτίκα γὰρ εἰς ταὐτὸν ἀφίξομαι,ἀλλ' ὅτι γυναικὸς ὁ τηλικοῦτος αὐτο-κράτωρ εὐψυχίᾳ πεφώραμαι λειπόμενος."ἦν δέ τις οἰκέτης αὐτῷ πιστὸς Ἔρως ὄνο-μα. τοῦτον ἐκ πολλοῦ παρακεκληκὼς εἰ δε-ήσειεν ἀνελεῖν αὐτόν, ἀπῄτει τὴν ὑπόσχε-σιν. ὁ δὲ σπασάμενος τὸ ξίφος, ἀνέσχε μὲνὡς παίσων ἐκεῖνον, ἀποστρέψαντος δὲ τὸπρόσωπον, ἑαυτὸν ἀπέκτεινε. πεσόντος δ'αὐτοῦ πρὸς τοὺς πόδας, ὁ Ἀντώνιος "εὖγε"εἶπεν "ὦ Ἔρως, ὅτι μὴ δυνηθεὶς αὐτὸς ἐμὲποιεῖν ὃ δεῖ διδάσκεις". καὶ παίσας διὰ τῆςκοιλίας ἑαυτὸν ἀφῆκεν εἰς τὸ κλινίδιον. ἦνδ' οὐκ εὐθυθάνατος ἡ πληγή. διὸ καὶ τῆςφορᾶς τοῦ αἵματος ἐπεὶ κατεκλίθη παυσα-μένης, ἀναλαβὼν ἐδεῖτο τῶν παρόντων ἐπι-σφάττειν αὐτόν. οἱ δ' ἔφευγον ἐκ τοῦ δω-ματίου βοῶντος καὶ σφαδάζοντος, ἄχρι οὗπαρὰ Κλεοπάτρας ἧκε Διομήδης ὁ γραμ-

248

φοτέραις ὁ Προκλήιος "ἀδικεῖς" εἶπεν "ὦΚλεοπάτρα καὶ σεαυτὴν καὶ Καίσαρα, με-γάλην ἀφαιρουμένη χρηστότητος ἐπίδειξιναὐτοῦ καὶ διαβάλλουσα τὸν πραότατονἡγεμόνων ὡς ἄπιστον καὶ ἀδιάλλακτον."ἅμα δὲ καὶ τὸ ξίφος αὐτῆς παρείλετο καὶτὴν ἐσθῆτα μὴ κρύπτοι τι φάρμακονἐξέσεισεν. ἐπέμφθη δὲ καὶ παρὰ Καίσαροςτῶν ἀπελευθέρων Ἐπαφρόδιτος, ᾧ προσε-τέτακτο ζῶσαν αὐτὴν φυλάττειν ἰσχυρῶςἐπιμελόμενον, τἆλλα <δὲ> πρὸς τὸ ῥᾷστονἐνδιδόναι καὶ ἥδιστον.[80] Αὐτὸς δὲ Καῖσαρ εἰσήλαυνεν εἰς τὴνπόλιν, Ἀρείῳ τῷ φιλοσόφῳ προσδιαλε-γόμενος καὶ τὴν δεξιὰν ἐνδεδωκώς, ἵν'εὐθὺς ἐν τοῖς πολίταις περίβλεπτος εἴη καὶθαυμάζοιτο τιμώμενος ὑπ' αὐτοῦ διαπρε-πῶς. εἰς δὲ τὸ γυμνάσιον εἰσελθὼν καὶἀναβὰς ἐπὶ βῆμά τι πεποιημένον, ἐκπε-πληγμένων ὑπὸ δέους τῶν ἀνθρώπων καὶπροσπιπτόντων, ἀναστῆναι κελεύσας ἔφη

253

κοὺς ἀγῶνας καὶ λέγειν μελετῶν. ἐχρῆτοδὲ τῷ καλουμένῳ μὲν Ἀσιανῷ ζήλῳ τῶνλόγων, ἀνθοῦντι μάλιστα κατ' ἐκεῖνον τὸνχρόνον, ἔχοντι δὲ πολλὴν ὁμοιότητα πρὸςτὸν βίον αὐτοῦ, κομπώδη καὶ φρυαγματίανὄντα καὶ κενοῦ γαυριάματος καὶ φιλοτιμί-ας ἀνωμάλου μεστόν.[3] Ἐπεὶ δὲ Γαβίνιος ἀνὴρ ὑπατικὸς εἰςΣυρίαν πλέων ἀνέπειθεν αὐτὸν ὁρμῆσαιπρὸς τὴν στρατείαν, ἰδιώτης μὲν οὐκ ἂνἔφη συνεξελθεῖν, ἀποδειχθεὶς δὲ τῶν ἱπ-πέων ἄρχων συνεστράτευε. καὶ πρῶτον μὲνἐπ' Ἀριστόβουλον Ἰουδαίους ἀφιστάνταπεμφθείς, αὐτὸς μὲν ἐπέβη τοῦ μεγίστουτῶν ἐρυμάτων πρῶτος, ἐκεῖνον δὲ πάντωνἐξήλασεν· εἶτα μάχην συνάψας, καὶ τρε-ψάμενος ὀλίγοις τοῖς σὺν αὑτῷ τοὺς ἐκεί-νου πολλαπλασίους ὄντας, ἀπέκτεινε πλὴνὀλίγων ἅπαντας· αὐτὸς δὲ μετὰ τοῦ παιδὸςἈριστόβουλος ἥλω. μετὰ ταῦτα Γαβίνιονἐπὶ μυρίοις ταλάντοις Πτολεμαίου πείθο-

112

ΑΝΤΩΝΙΟΣ

[1] Ἀντωνίου πάππος μὲν ἦν ὁ ῥήτωρἈντώνιος, ὃν τῆς Σύλλα γενόμενον στάσε-ως Μάριος ἀπέκτεινε, πατὴρ δ' ὁ Κρητικὸςἐπικληθεὶς Ἀντώνιος, οὐχ οὕτω μὲνεὐδόκιμος ἐν τοῖς πολιτικοῖς ἀνὴρ οὐδὲ λα-μπρός, εὐγνώμων δὲ καὶ χρηστὸς ἄλλως τεκαὶ πρὸς τὰς μεταδόσεις ἐλευθέριος, ὡςἀφ' ἑνὸς ἄν τις ἔργου καταμάθοι. κεκτη-μένος γὰρ οὐ πολλὰ καὶ διὰ τοῦτο τῇ φι-λανθρωπίᾳ χρῆσθαι κωλυόμενος ὑπὸ τῆςγυναικός, ἐπεί τις ἀφίκετο τῶν συνήθωνπρὸς αὐτὸν ἀργυρίου δεόμενος, ἀργύριονμὲν οὐκ εἶχε, παιδαρίῳ δὲ προσέταξεν εἰςἀργυροῦν σκύφον ὕδωρ ἐμβαλόντι κομίσαι·καὶ κομίσαντος ὡς ξύρεσθαι μέλλων κα-

109

μένας μὲν ὀχυρῶς, φωνῇ δὲ διέξοδον ἐχού-σας. καὶ διελέχθησαν, ἡ μὲν αἰτουμένη τοῖςπαισὶ τὴν βασιλείαν, ὁ δὲ θαρρεῖν καὶπάντα πιστεύειν Καίσαρι κελεύων.[79] Ὡς δὲ κατιδὼν τὸν τόπον ἀπήγγειλεΚαίσαρι, Γάλλος μὲν ἐπέμφθη πάλιν ἐντευ-ξόμενος αὐτῇ, καὶ πρὸς τὰς θύρας ἐλθὼνἐπίτηδες ἐμήκυνε τὸν λόγον. ἐν τούτῳ δὲΠροκλήιος κλίμακος προστεθείσης διὰ τῆςθυρίδος εἰσῆλθεν, ᾗ τὸν Ἀντώνιον αἱ γυνα-ῖκες ἐδέξαντο, καὶ πρὸς τὰς θύρας [αὐτοῦ]εὐθύς, αἷς ἡ Κλεοπάτρα παρειστήκει προ-σέχουσα τῷ Γάλλῳ, κατέβαινεν ὑπηρέταςἔχων δύο μεθ' αὑτοῦ. τῶν δὲ συγκαθειρ-γμένων τῇ Κλεοπάτρᾳ γυναικῶν τῆςἑτέρας ἀνακραγούσης "τάλαινα Κλεο-πάτρα, ζωγρεῖ", μεταστραφεῖσα καὶ θεα-σαμένη τὸν Προκλήιον, ὥρμησε μὲν αὑτὴνπατάξαι· παρεζωσμένη γὰρ ἐτύγχανέ τιτῶν λῃστρικῶν ξιφιδίων. προσδραμὼν δὲταχὺ καὶ περισχὼν αὐτὴν ταῖς χερσὶν ἀμ-

252

ματεύς, κομίζειν αὐτὸν ὡς ἐκείνην εἰς τὸντάφον κελευσθείς.[77] Γνοὺς οὖν ὅτι ζῇ, προθύμως ἐκέλευσενἄρασθαι τοῖς ὑπηρέταις τὸ σῶμα, καὶ διὰχειρῶν προσεκομίσθη ταῖς θύραις τοῦοἰκήματος. ἡ δὲ Κλεοπάτρα τὰς μὲν θύραςοὐκ ἀνέῳξεν, ἐκ δὲ θυρίδων τινῶν φανεῖσασειρὰς καὶ καλώδια καθίει, καὶ τούτοιςἐναψάντων τὸν Ἀντώνιον ἀνεῖλκεν αὐτὴκαὶ δύο γυναῖκες, ἃς μόνας ἐδέξατο μεθ'αὑτῆς εἰς τὸν τάφον. οὐδὲν ἐκείνου λέγου-σιν οἰκτρότερον γενέσθαι οἱ παραγενόμενοιθέαμα. πεφυρμένος γὰρ αἵματι καὶ δυσθα-νατῶν εἵλκετο, τὰς χεῖρας ὀρέγων εἰς ἐκεί-νην καὶ παραιωρούμενος. οὐ γὰρ ἦν γυναι-κὶ ῥᾴδιον τὸ ἔργον, ἀλλὰ μόλις ἡ Κλεο-πάτρα ταῖν χεροῖν ἐμπεφυκυῖα καὶ κατα-τεινομένη τῷ προσώπῳ τὸν δεσμὸν ἀνε-λάμβανεν, ἐπικελευομένων τῶν κάτωθεναὐτῇ καὶ συναγωνιώντων. δεξαμένη δ'αὐτὸν οὕτως καὶ κατακλίνασα, περιερρήξα-

249

τέβρεχε τὰ γένεια. τοῦ δὲ παιδαρίου καθ'ἑτέραν πρόφασιν ἐκποδὼν γενομένου, τὸνμὲν σκύφον ἔδωκε τῷ φίλῳ χρῆσθαι κελεύ-σας, ζητήσεως δὲ πολλῆς ἐν τοῖς οἰκέταιςοὔσης, ὁρῶν χαλεπαίνουσαν τὴν γυναῖκακαὶ βουλομένην καθ' ἕκαστον ἐξετάζειν,ὡμολόγησε συγγνώμην ἔχειν δεηθείς.[2] Ἦν δ' αὐτῷ γυνὴ Ἰουλία τοῦ Και-σάρων οἴκου, ταῖς ἀρίσταις τότε καὶ σω-φρονεστάταις ἐνάμιλλος. ὑπὸ ταύτης ὁ υἱὸςἈντώνιος ἐτράφη, μετὰ τὴν τοῦ πατρὸς τε-λευτὴν Κορνηλίῳ Λέντλῳ γαμηθείσης, ὃνΚικέρων ἀπέκτεινε τῶν Κατιλίνα συνωμο-τῶν γενόμενον. αὕτη δοκεῖ τῆς σφοδρᾶςἔχθρας Ἀντωνίῳ πρὸς Κικέρωνα πρόφασιςκαὶ ἀρχὴ γενέσθαι. φησὶ γοῦν Ἀντώνιοςοὐδὲ τὸν νεκρὸν αὐτοῖς ἀποδοθῆναι τοῦΛέντλου πρότερον ἢ τῆς γυναικὸς τοῦ Κι-κέρωνος τὴν μητέρα δεηθῆναι. τοῦτο μὲνοὖν ὁμολογουμένως ψεῦδός ἐστιν· οὐδεὶςγὰρ εἴρχθη ταφῆς τῶν τότε κολασθέντων

110

ὑπὸ τοῦ Κικέρωνος. Ἀντωνίῳ δὲ λαμπρῷκαθ' ὥραν γενομένῳ τὴν Κουρίωνος φιλίανκαὶ συνήθειαν ὥσπερ τινὰ κῆρα προσπεσε-ῖν λέγουσιν, αὐτοῦ τε περὶ τὰς ἡδονὰςἀπαιδεύτου γενομένου, καὶ τὸν Ἀντώνιονὡς μᾶλλον εἴη χειροήθης εἰς πότους καὶγύναια καὶ δαπάνας πολυτελεῖς καὶ ἀκο-λάστους ἐμβαλόντος. ἐξ ὧν ὄφλημα βαρὺκαὶ παρ' ἡλικίαν αὐτῷ συνήχθη πεντήκο-ντα καὶ διακοσίων ταλάντων. τοῦτο πᾶνἐγγυησαμένου τοῦ Κουρίωνος, ὁ πατὴραἰσθόμενος ἐξήλασε τὸν Ἀντώνιον ἐκ τῆςοἰκίας. ὁ δὲ βραχὺν μέν τινα χρόνον τῇΚλωδίου τοῦ θρασυτάτου καὶ βδελυρω-τάτου τῶν τότε δημαγωγῶν φορᾷ πάντατὰ πράγματα ταραττούσῃ προσέμειξενἑαυτόν· ταχὺ δὲ τῆς ἐκείνου μανίας μεστὸςγενόμενος καὶ φοβηθεὶς τοὺς συνιστα-μένους ἐπὶ τὸν Κλώδιον, ἀπῆρεν ἐκ τῆςἸταλίας εἰς τὴν Ἑλλάδα, καὶ διέτριβε τότε σῶμα γυμνάζων πρὸς τοὺς στρατιωτι-

111

τό τε τοὺς πέπλους ἐπ' αὐτῷ, καὶ τὰ στέρ-να τυπτομένη καὶ σπαράττουσα ταῖς χερσί,καὶ τῷ προσώπῳ τοῦ αἵματος ἀναματτο-μένη, δεσπότην ἐκάλει καὶ ἄνδρα καὶ αὐτο-κράτορα· καὶ μικροῦ δεῖν ἐπιλέληστο τῶναὑτῆς κακῶν οἴκτῳ τῶν ἐκείνου. καταπαύ-σας δὲ τὸν θρῆνον αὐτῆς Ἀντώνιος ᾔτησεπιεῖν οἶνον, εἴτε διψῶν εἴτε συντομώτερονἐλπίζων ἀπολυθήσεσθαι. πιὼν δὲ παρῄνε-σεν αὐτῇ, τὰ μὲν ἑαυτῆς ἂν ᾖ μὴ μετ'αἰσχύνης σωτήρια τίθεσθαι, μάλιστα τῶνΚαίσαρος ἑταίρων Προκληίῳ πιστεύουσαν,αὐτὸν δὲ μὴ θρηνεῖν ἐπὶ ταῖς ὑστάταις με-ταβολαῖς, ἀλλὰ μακαρίζειν ὧν ἔτυχε κα-λῶν, ἐπιφανέστατος ἀνθρώπων γενόμενοςκαὶ πλεῖστον ἰσχύσας, καὶ νῦν οὐκ ἀγεννῶςῬωμαῖος ὑπὸ Ῥωμαίου κρατηθείς.[78] Ὅσον οὔπω δ' ἐκλιπόντος αὐτοῦ,Προκλήιος ἧκε παρὰ Καίσαρος. ἐπεὶ γὰρἑαυτὸν πατάξας ὁ Ἀντώνιος ᾤχετο πρὸςΚλεοπάτραν κομιζόμενος, Δερκεταῖός τις

250

τῶν δορυφόρων λαβὼν τὸ ἐγχειρίδιοναὐτοῦ καὶ ἀποκρύψας ὑπεξῆλθε, καὶ δρα-μὼν πρὸς Καίσαρα πρῶτος ἤγγειλε τὴνἈντωνίου τελευτήν, καὶ τὸ ξίφος ἔδειξενᾑμαγμένον. ὁ δ' ὡς ἤκουσεν, ἐνδοτέρω τῆςσκηνῆς ὑποστὰς ἀπεδάκρυσεν ἄνδρα κηδε-στὴν γενόμενον καὶ συνάρχοντα καὶ πολ-λῶν ἀγώνων καὶ πραγμάτων κοινωνόν.εἶτα τὰς ἐπιστολὰς λαβὼν καὶ τοὺς φίλουςκαλέσας ἀνεγίνωσκεν, ὡς εὐγνώμοναγράφοντος αὐτοῦ καὶ δίκαια φορτικὸς ἦνκαὶ ὑπερήφανος ἀεὶ περὶ τὰς ἀποκρίσειςἐκεῖνος. ἐκ δὲ τούτου τὸν Προκλήιον ἔπεμ-ψε, κελεύσας ἢν δύνηται μάλιστα τῆς Κλε-οπάτρας ζώσης κρατῆσαι· καὶ γὰρ ἐφοβε-ῖτο περὶ τῶν χρημάτων, καὶ μέγα πρὸςδόξαν ἡγεῖτο τοῦ θριάμβου καταγαγεῖνἐκείνην. εἰς μὲν οὖν χεῖρας τῷ Προκληίῳσυνελθεῖν οὐκ ἠθέλησεν· ἐγίνοντο δὲ λόγοι[ἐν] τῷ οἰκήματι προσελθόντος ἔξωθεναὐτοῦ κατὰ θύρας ἐπιπέδους, ἀποκεκλει-

251

δὲ τὸν στρατὸν ἔχων ἀπεπειρᾶτο τοῦ ποτα-μοῦ. καὶ πρῶτος αὐτὸς ἐμβὰς ἐπορεύετοπρὸς τὴν ἀντιπέρας ὄχθην, ὁρῶν ἤδη πολ-λοὺς τῶν Λεπίδου στρατιωτῶν τάς τε χε-ῖρας ὀρέγοντας αὐτῷ καὶ τὸν χάρακα δια-σπῶντας. εἰσελθὼν δὲ καὶ κρατήσαςἁπάντων, ἡμερώτατα Λεπίδῳ προσ-ηνέχθη· πατέρα γὰρ προσηγόρευσεν αὐτὸνἀσπασάμενος, καὶ τῷ μὲν ἔργῳ πάντωναὐτὸς ἦν κύριος, ἐκείνῳ δ' ὄνομα καὶ τιμὴναὐτοκράτορος διετέλει φυλάττων. τοῦτοκαὶ Πλάγκον αὐτῷ Μουνάτιον ἐποίησεπροσθέσθαι, καθήμενον οὐ πρόσω μετὰ συ-χνῆς δυνάμεως. οὕτω δὲ μέγας ἀρθείς,αὖθις ὑπερέβαλε τὰς Ἄλπεις, εἰς τὴν Ἰτα-λίαν ἄγων ἑπτακαίδεκα τέλη πεζῶν σὺναὑτῷ καὶ μυρίους ἱππεῖς· χωρὶς δὲ φρου-ρὰν Γαλατίας ἓξ τάγματα λελοίπει μετὰΟὐαρίου τινὸς τῶν συνήθων καὶ συμπο-τῶν, ὃν Κοτύλωνα προσηγόρευον.

140

ρόντων, τοῖς δ' ἄλλοις ἐπαχθής. καὶ γὰρἀδικουμένων ὑπὸ ῥᾳθυμίας ὠλιγώρει, καὶπρὸς ὀργὴν ἠκροᾶτο τῶν ἐντυγχανόντων,καὶ κακῶς ἐπὶ γυναιξὶν ἀλλοτρίαις ἤκουε.καὶ ὅλως τὴν Καίσαρος ἀρχήν, πάντα μᾶλ-λον ἢ τυραννίδα δι' αὐτὸν ἐκεῖνονφανεῖσαν, οἱ φίλοι διέβαλλον, ὧν Ἀντώνιοςἀπ' ἐξουσίας μεγίστης ἁμαρτάνειν μέγισταδόξας τὴν πλείστην αἰτίαν ἔλαβεν.[7] Οὐ μὴν ἀλλ' ἐπανελθὼν ὁ Καῖσαρ ἐκτῆς Ἰβηρίας τὰ μὲν ἐγκλήματα παρεῖδεναὐτοῦ, πρὸς δὲ τὸν πόλεμον ὡς ἐνεργῷ καὶἀνδρείῳ καὶ ἡγεμονικῷ χρώμενος οὐδαμῇδιήμαρτεν. αὐτὸς μὲν οὖν μετ' ὀλίγων ἀπὸΒρεντεσίου διαπεράσας τὸν Ἰόνιον, ἔπεμ-ψεν ὀπίσω τὰ πλοῖα Γαβινίῳ καὶ Ἀντωνίῳ,τὰς δυνάμεις ἐμβιβάζειν καὶ περαιοῦνκατὰ τάχος εἰς Μακεδονίαν ἐπιστείλας.Γαβινίου δὲ πρὸς τὸν πλοῦν χαλεπὸν ὄνταχειμῶνος ὥρᾳ καταδειλιάσαντος καὶ πεζῇμακρὰν ὁδὸν περιάγοντος τὸν στρατόν,

121

δὲ τὸ κάλλος καὶ τὸ μέγεθος, μειδιάσαςπαρεκάλει λαβεῖν· οἱ δὲ πιστεύσαντεςἐκέλευον εἰσενεγκεῖν. μετὰ δὲ τὸ ἄριστον ἡΚλεοπάτρα δέλτον ἔχουσα γεγραμμένηνκαὶ κατασεσημασμένην ἀπέστειλε πρὸςΚαίσαρα, καὶ τοὺς ἄλλους ἐκποδὼν ποιη-σαμένη πλὴν τῶν δυεῖν ἐκείνων γυναικῶν,τὰς θύρας ἔκλεισε. Καῖσαρ δὲ λύσας τὴνδέλτον, ὡς ἐνέτυχε λιταῖς καὶ ὀλοφυρμοῖςδεομένης αὐτὴν σὺν Ἀντωνίῳ θάψαι, ταχὺσυνῆκε τὸ πεπραγμένον. καὶ πρῶτον μὲναὐτὸς ὥρμησε βοηθεῖν, ἔπειτα τοὺς σκεψο-μένους κατὰ τάχος ἔπεμψεν. ἐγεγόνει δ'ὀξὺ τὸ πάθος. δρόμῳ γὰρ ἐλθόντες, καὶτοὺς μὲν φυλάττοντας οὐδὲν ᾐσθημένουςκαταλαβόντες, τὰς δὲ θύρας ἀνοίξαντες,εὗρον αὐτὴν τεθνηκυῖαν ἐν χρυσῇ κατακει-μένην κλίνῃ κεκοσμημένην βασιλικῶς. τῶνδὲ γυναικῶν ἡ μὲν Εἰρὰς λεγομένη πρὸςτοῖς ποσὶν ἀπέθνῃσκεν, ἡ δὲ Χάρμιον ἤδησφαλλομένη καὶ καρηβαροῦσα κατεκόσμει

261

Ἀντώνιος ὑπὲρ Καίσαρος ἐν πολλοῖς ἀπει-λημμένου πολεμίοις φοβηθείς, Λίβωνα μὲνἐφορμοῦντα τῷ στόματι τοῦ λιμένος ἀπε-κρούσατο, πολλὰ τῶν λεπτῶν ἀκατίωνταῖς τριήρεσιν αὐτοῦ περιστήσας, ἐμβι-βάσας δὲ ταῖς ναυσὶν ἱππεῖς ὀκτακοσίουςκαὶ δισμυρίους ὁπλίτας ἀνήχθη. καὶ γε-νόμενος καταφανὴς τοῖς πολεμίοις καὶ διω-κόμενος, τὸν μὲν ἐκ τούτων κίνδυνονδιέφυγε, λαμπροῦ νότου κῦμα μέγα καὶκοίλην θάλατταν ταῖς τριήρεσιν αὐτῶν πε-ριστήσαντος, ἐκφερόμενος δὲ ταῖς ναυσὶπρὸς κρημνοὺς καὶ φάραγγας ἀγχιβαθεῖς,οὐδεμίαν ἐλπίδα σωτηρίας εἶχεν. ἄφνω δὲτοῦ κόλπου πολὺν ἐκπνεύσαντος λίβα, καὶτοῦ κλύδωνος ἀπὸ τῆς γῆς εἰς τὸ πέλαγοςδιαχεομένου, μεταβαλόμενος ἀπὸ τῆς γῆςκαὶ πλέων σοβαρῶς ὁρᾷ ναυαγίων περίπλε-ων τὸν αἰγιαλόν. ἐνταῦθα γὰρ ἐξέβαλε τὸπνεῦμα τὰς διωκούσας αὐτὸν τριήρεις, καὶδιεφθάρησαν οὐκ ὀλίγαι· καὶ σωμάτων

122

δοκῶν Ἀντωνίου καὶ πολλὰ τῆς Καίσαροςφιλίας ἀπολελαυκέναι δι' αὐτόν. ἐλθὼν δὲκαὶ παραστρατοπεδεύσας πλησίον, ὡςοὐθὲν ἀπήντα φιλάνθρωπον, ἔγνω παραβα-λέσθαι. καὶ κόμη μὲν ἀτημελὴς καὶ βαθὺςπώγων μετὰ τὴν ἧτταν εὐθὺς ἦν αὐτῷ κα-θειμένος, λαβὼν δὲ φαιὸν ἱμάτιον ἐγγὺςπροσῆγε τῷ χάρακι τοῦ Λεπίδου καὶλέγειν ἤρξατο. πολλῶν δὲ καὶ πρὸς τὴνὄψιν ἐπικλωμένων καὶ τοῖς λόγοις ἀγο-μένων, δείσας ὁ Λέπιδος τὰς σάλπιγγαςἐκέλευσε συνηχούσας ἀφελέσθαι τὸ κατα-κούεσθαι τὸν Ἀντώνιον. οἱ δὲ στρατιῶταιμᾶλλον ᾤκτιραν καὶ διελέγοντο κρύφα,Λαίλιον καὶ Κλώδιον ἀποστείλαντες πρὸςαὐτὸν ἐσθῆτας λαβόντας ἑταιρευομένωνγυναικῶν, οἳ τὸν Ἀντώνιον ἐκέλευον ἐπι-χειρεῖν θαρροῦντα τῷ χάρακι· πολλοὺς γὰρεἶναι <τοὺς> δεξομένους καὶ τὸν Λέπιδονεἰ βούλοιτο κτενοῦντας. Ἀντώνιος δὲ Λεπί-δου μὲν οὐκ εἴασεν ἅψασθαι, μεθ' ἡμέραν

139

τὸ διάδημα τὸ περὶ τὴν κεφαλὴν αὐτῆς.εἰπόντος δέ τινος ὀργῇ· "καλὰ ταῦτα Χάρ-μιον;" "κάλλιστα μὲν οὖν" ἔφη "καὶ πρέπο-ντα τῇ τοσούτων ἀπογόνῳ βασιλέων."πλέον δ' οὐδὲν εἶπεν, ἀλλ' αὐτοῦ παρὰ τὴνκλίνην ἔπεσε.[86] Λέγεται δὲ τὴν ἀσπίδα κομισθῆναισὺν τοῖς σύκοις ἐκείνοις καὶ τοῖς θρίοιςἄνωθεν ἐπικαλυφθεῖσαν· οὕτω γὰρ τὴνΚλεοπάτραν κελεῦσαι, μηδ' αὐτῆς ἐπιστα-μένης τῷ σώματι προσπεσεῖν τὸ θηρίον·ὡς δ' ἀφαιροῦσα τῶν σύκων εἶδεν, εἰπεῖν·"ἐνταῦθ' ἦν ἄρα τοῦτο". καὶ τὸν βραχίοναπαρασχεῖν τῷ δήγματι γυμνώσασαν. οἱ δὲτηρεῖσθαι μὲν ἐν ὑδρίᾳ τὴν ἀσπίδα καθειρ-γμένην φάσκουσιν, ἠλακάτῃ δέ τινι χρυσῇτῆς Κλεοπάτρας ἐκκαλουμένης αὐτὴν καὶδιαγριαινούσης, ὁρμήσασαν ἐμφῦναι τῷβραχίονι. τὸ δ' ἀληθὲς οὐδεὶς οἶδεν· ἐπεὶκαὶ φάρμακον αὐτὴν ἐλέχθη φορεῖν ἐν κνη-στίδι κοίλῃ, τὴν δὲ κνηστίδα κρύπτειν τῇ

262 275

ἀπέθανον. Φεύγοντι δ' Ἀντωνίῳ πολλὰ συ-νέπιπτε τῶν ἀπόρων, ὁ δὲ λιμὸς ἀπορώτα-τον. ἀλλὰ φύσει παρὰ τὰς κακοπραγίαςἐγίνετο βέλτιστος ἑαυτοῦ, καὶ δυστυχῶνὁμοιότατος ἦν ἀγαθῷ, κοινοῦ μὲν ὄντοςτοῦ αἰσθάνεσθαι τῆς ἀρετῆς τοῖς δι' ἀπορί-αν τινὰ σφαλλομένοις, οὐ μὴν ἁπάντων ἃζηλοῦσι μιμεῖσθαι καὶ φεύγειν ἃ δυσχεραί-νουσιν ἐρρωμένων ἐν ταῖς μεταβολαῖς,ἀλλὰ καὶ μᾶλλον ἐνίων τοῖς ἔθεσιν ἐνδι-δόντων ὑπ' ἀσθενείας καὶ θραυομένων τὸνλογισμόν. ὁ δ' οὖν Ἀντώνιος τότε θαυμα-στὸν ἦν παράδειγμα τοῖς στρατιώταις, ἀπὸτρυφῆς τοσαύτης καὶ πολυτελείας ὕδωρ τεπίνων διεφθαρμένον εὐκόλως καὶ καρποὺςἀγρίους καὶ ῥίζας προσφερόμενος. ἐβρώθηδὲ καὶ φλοιὸς ὡς λέγεται, καὶ ζῴων ἀγεύ-στων πρότερον ἥψαντο τὰς Ἄλπεις ὑπερ-βάλλοντες.[18] Ἦν δ' ὁρμὴ τοῖς ἐπέκεινα στρατεύμα-σιν ἐντυχεῖν, ὧν Λέπιδος ἦρχε, φίλος εἶναι

138

πολλῶν καὶ χρημάτων ἐκράτησεν Ἀντώ-νιος, καὶ Λίσσον εἷλε, καὶ μέγα Καίσαριπαρέσχε θάρσος, ἐν καιρῷ μετὰ τηλικαύ-της ἀφικόμενος δυνάμεως.[8] Πολλῶν δὲ γινομένων καὶ συνεχῶνἀγώνων, ἐν πᾶσι μὲν ἦν διαπρεπής, δὶς δὲφεύγοντας προτροπάδην τοὺς Καίσαροςἀπαντήσας ἀνέστρεψε, καὶ στῆναι καὶ συμ-βαλεῖν αὖθις τοῖς διώκουσιν ἀναγκάσαςἐνίκησεν. ἦν οὖν αὐτοῦ μετὰ Καίσαρα πλε-ῖστος ἐν τῷ στρατοπέδῳ λόγος. ἐδήλωσεδὲ Καῖσαρ ἣν ἔχοι περὶ αὐτοῦ δόξαν. ἐπεὶγὰρ ἔμελλε τὴν τελευταίαν καὶ τὰ ὅλα κρί-νασαν ἐν Φαρσάλῳ μάχην μάχεσθαι, τὸμὲν δεξιὸν αὐτὸς εἶχε κέρας, τοῦ δ' εὐωνύ-μου τὴν ἡγεμονίαν Ἀντωνίῳ παρέδωκενὡς πολεμικωτάτῳ τῶν ὑφ' ἑαυτῷ.Μετὰ δὲ τὴν νίκην δικτάτωρ ἀναγορευθείς,αὐτὸς μὲν ἐδίωκε Πομπήιον, Ἀντώνιον δ'ἵππαρχον ἑλόμενος εἰς Ῥώμην ἔπεμψεν.ἔστι δ' ἡ ἀρχὴ δευτέρα τοῦ δικτάτορος πα-

123

καθάπερ τὰ ζῷα χειροήθης γενόμενος.Ἀντώνιος δὲ δειλῶς μὲν καὶ οἰκτρῶς καὶἀτίμως, οὐ μὴν ἀλλὰ πρό γε τοῦ κύριον γε-νέσθαι τὸν πολέμιον τοῦ σώματος ἑαυτὸνἐξήγαγεν.

274

κόμῃ· πλὴν οὔτε κηλὶς ἐξήνθησε τοῦσώματος οὔτ' ἄλλο φαρμάκου σημεῖον. οὐμὴν οὐδὲ τὸ θηρίον ἐντὸς ὤφθη, συρμοὺςδέ τινας αὐτοῦ παρὰ θάλασσαν, ᾗ τὸ δω-μάτιον ἀφεώρα καὶ θυρίδες ἦσαν, ἰδεῖνἔφασκον· ἔνιοι δὲ καὶ τὸν βραχίονα τῆςΚλεοπάτρας ὀφθῆναι δύο νυγμὰς ἔχονταλεπτὰς καὶ ἀμυδράς. οἷς ἔοικε πιστεῦσαικαὶ ὁ Καῖσαρ. ἐν γὰρ τῷ θριάμβῳ τῆς Κλε-οπάτρας αὐτῆς εἴδωλον ἐκομίζετο καὶ τῆςἀσπίδος ἐμπεφυκυίας. ταῦτα μὲν οὖν οὕτωλέγεται γενέσθαι. Καῖσαρ δέ, καίπερ ἀχθε-σθεὶς ἐπὶ τῇ τελευτῇ τῆς γυναικός, ἐθαύ-μασε τὴν εὐγένειαν αὐτῆς, καὶ ταφῆναι τὸσῶμα σὺν Ἀντωνίῳ λαμπρῶς καὶ βασιλι-κῶς ἐκέλευσεν. ἐντίμου δὲ καὶ τὰ γύναιακηδείας ἔτυχεν αὐτοῦ προστάξαντος. Ἐτε-λεύτησε δὲ Κλεοπάτρα μὲν ἑνὸς δέοντατεσσαράκοντα ἔτη βιώσασα, καὶ τούτωνδύο καὶ εἴκοσι βασιλεύσασα, συνάρξασα δ'Ἀντωνίῳ πλείω τῶν δεκατεσσάρων.

263

ρόντος· ἂν δὲ μὴ παρῇ, πρώτη καὶ μόνησχεδόν· ἡ γὰρ δημαρχία διαμένει, τὰς δ'ἄλλας καταλύουσι πάσας δικτάτορος αἱρε-θέντος.[9] Οὐ μὴν ἀλλὰ τότε δημαρχῶν Δολοβέλ-λας, νέος ἀνὴρ καὶ νέων πραγμάτων ὀρε-γόμενος, εἰσηγεῖτο χρεῶν ἀποκοπάς, καὶτὸν Ἀντώνιον αὐτῷ τε φίλον ὄντα καὶ βου-λόμενον ἀεὶ τοῖς πολλοῖς ἀρέσκειν ἔπειθεσυμπράττειν καὶ κοινωνεῖν τοῦ πολιτεύμα-τος. Ἀσινίου δὲ καὶ Τρεβελλίου τἀναντίαπαρακαλούντων, ὑπόνοια δεινὴ κατὰ τύχηντῷ Ἀντωνίῳ προσέπεσεν ὡς ἀδικουμένῳπερὶ τὸν γάμον ὑπὸ τοῦ Δολοβέλλα. καὶ τὸπρᾶγμα βαρέως ἐνεγκών, τήν τε γυναῖκατῆς οἰκίας ἐξήλασεν ἀνεψιὰν οὖσαν αὐτοῦ-- θυγάτηρ γὰρ ἦν Γαΐου Ἀντωνίου τοῦ Κι-κέρωνι συνυπατεύσαντος -- καὶ τοὺς περὶἈσίνιον δεξάμενος ἐπολέμει τῷ Δολοβέλ-λᾳ. κατέλαβε γὰρ τὴν ἀγορὰν ἐκεῖνος ὡςβίᾳ κυρώσων τὸν νόμον. Ἀντώνιος δέ, καὶ

124

Ἀντώνιος· ἐδόκει γὰρ αὑτοῦ τὴν δεξιὰν χε-ῖρα βεβλῆσθαι κεραυνῷ. καὶ μεθ' ἡμέραςὀλίγας ἐνέπεσε λόγος ὡς ἐπιβουλεύοι Κα-ῖσαρ αὐτῷ. Καῖσαρ δ' ἀπελογεῖτο μέν, οὐκἔπειθε δέ· καὶ πάλιν ἦν ἐνεργὸς ἡ ἔχθρα,καὶ περιθέοντες ἀμφότεροι τὴν Ἰταλίαν, τὸμὲν ἱδρυμένον ἐν ταῖς κατοικίαις ἤδη τοῦστρατιωτικοῦ μεγάλοις ἀνίστασαν μισθοῖς,τὸ δ' ἐν ὅπλοις ἔτι τεταγμένον ὑποφθάνο-ντες ἀλλήλους προσήγοντο.[17] Τῶν δ' ἐν τῇ πόλει Κικέρων μέγιστονδυνάμενος καὶ παροξύνων ἐπὶ τὸνἈντώνιον ἅπαντας ἀνθρώπους, τέλος ἔπει-σε τὴν βουλὴν ἐκεῖνον μὲν πολέμιον ψηφί-σασθαι, Καίσαρι δὲ ῥαβδουχίαν πέμψαι καὶστρατηγικὰ κόσμια, Πάνσαν δὲ καὶ Ἵρτιονἀποστέλλειν ἐξελῶντας Ἀντώνιον ἐκ τῆςἸταλίας. οὗτοι δ' ἦσαν ὕπατοι τότε· καὶσυμβαλόντες Ἀντωνίῳ περὶ πόλιν Μυτί-νην, Καίσαρος παρόντος καὶ συμμαχο-μένου, τοὺς μὲν πολεμίους ἐνίκων, αὐτοὶ δ'

137

Ἀντώνιον δ' οἱ μὲν ἕξ, οἱ δὲ τρισὶ τὰ πεντή-κοντα ὑπερβαλεῖν φασιν. αἱ μὲν οὖν Ἀντω-νίου καθῃρέθησαν εἰκόνες, αἱ δὲ Κλεο-πάτρας κατὰ χώραν ἔμειναν, Ἀρχιβίου τι-νὸς τῶν φίλων αὐτῆς δισχίλια τάλανταΚαίσαρι δόντος, ἵνα μὴ τὸ αὐτὸ ταῖς Ἀντω-νίου πάθωσιν.[87] Ἀντωνίου δὲ γενεὰν ἀπολιπόντος ἐκτριῶν γυναικῶν ἑπτὰ παῖδας, ὁ πρεσβύτα-τος Ἄντυλλος ὑπὸ Καίσαρος ἀνῃρέθημόνος· τοὺς δὲ λοιποὺς Ὀκταουία παραλα-βοῦσα μετὰ τῶν ἐξ ἑαυτῆς ἔθρεψε. καὶΚλεοπάτραν μὲν τὴν ἐκ Κλεοπάτρας Ἰόβᾳτῷ χαριεστάτῳ βασιλέων συνῴκισεν,Ἀντώνιον δὲ τὸν ἐκ Φουλβίας οὕτω μέγανἐποίησεν, ὥστε τὴν πρώτην παρὰ Καίσαριτιμὴν Ἀγρίππου, τὴν δὲ δευτέραν τῶν Λι-βίας παίδων ἐχόντων, τρίτον εἶναι καὶ δο-κεῖν Ἀντώνιον, ἐκ δὲ Μαρκέλλου δυεῖναὐτῇ θυγατέρων οὐσῶν, ἑνὸς δ' υἱοῦ Μαρ-κέλλου, τοῦτον μὲν ἅμα παῖδα καὶ γαμβρὸν

264

δόθη· Δημήτριον δὲ πολλοὶ λέγουσι ψευδε-ῖς αἰτίας ἐφ' οἷς ἔδρασε πλασάμενον κατη-γορεῖν ἀδικηθέντος, οὐκ ἀδικήσαντα ἀμύ-νασθαι. πάλιν δὲ τῶν μὲν κατορθωμάτωναὐτουργὸς ὁ Δημήτριος γέγονε, καὶ τοὐνα-ντίον ὁ Ἀντώνιος ἐν οἷς οὐ παρῆν καλλί-στας καὶ μεγίστας διὰ τῶν στρατηγῶνἀνῃρεῖτο νίκας.[6] Ἐξέπεσον δὲ τῶν πραγμάτων ἀμφότε-ροι μὲν δι' αὑτούς, οὐ μὴν ὁμοίως, ἀλλ' ὁμὲν ἐγκαταλειφθείς, ἀπέστησαν γὰρ αὐτοῦΜακεδόνες, ὁ δ' ἐγκαταλιπών, ἔφυγε γὰρτοὺς ὑπὲρ αὐτοῦ κινδυνεύοντας· ὥστε τοῦμὲν ἔγκλημα εἶναι τὸ δυσμενεῖς οὕτω πρὸςαὑτὸν ἀπεργάσασθαι τοὺς μαχομένους, τοῦδὲ τὸ παρεσκευασμένην εὔνοιαν τοιαύτηνκαὶ πίστιν ἐγκαταλιπεῖν. τὸν δὲ θάνατονοὐδετέρου μὲν ἔστιν ἐπαινέσαι, ψεκτὸς δ' ὁΔημητρίου μᾶλλον· αἰχμάλωτός τε γὰρὑπέμεινε γενέσθαι, καὶ καθειρχθεὶς ἠγάπη-σεν ἐπικερδᾶναι τριετίαν οἴνῳ καὶ γαστρί,

273

ἑβδομήκοντα πέντε δοῦναι, Καίσαρος ἐνταῖς διαθήκαις γράψαντος. Ἀντώνιος δὲ τὸμὲν πρῶτον ὡς μειρακίου καταφρονῶν,ἔλεγεν οὐχ ὑγιαίνειν αὐτόν, ἀλλὰ καὶ φρε-νῶν ἀγαθῶν καὶ φίλων ἔρημον ὄντα φορτί-ον ἀβάστακτον αἴρεσθαι τὴν Καίσαρος δια-δοχήν· μὴ πειθομένου δὲ τούτοις, ἀλλ'ἀπαιτοῦντος τὰ χρήματα, πολλὰ καὶ λέγωνπρὸς ὕβριν αὐτοῦ καὶ πράττων διετέλει.δημαρχίαν τε γὰρ ἐνέστη μετιόντι, καὶ δί-φρον χρυσοῦν τοῦ πατρὸς ὥσπερ ἐψήφιστοτιθέντος, ἠπείλησεν εἰς φυλακὴν ἀπάξειν εἰμὴ παύσαιτο δημαγωγῶν. ἐπεὶ μέντοι Κι-κέρωνι δοὺς ἑαυτὸν ὁ νεανίας καὶ τοῖς ἄλ-λοις ὅσοι τὸν Ἀντώνιον ἐμίσουν, δι' ἐκεί-νων μὲν ᾠκειοῦτο τὴν βουλήν, αὐτὸς δὲ τὸνδῆμον ἀνελάμβανε καὶ τοὺς στρατιώταςἀπὸ τῶν κατοικιῶν συνῆγε, δείσας ὁἈντώνιος εἰς λόγους αὐτῷ συνῆλθεν ἐν Κα-πιτωλίῳ, καὶ διηλλάγησαν. εἶτα κοιμώμε-νος ἐκείνης τῆς νυκτὸς ὄψιν εἶδεν ἄτοπον ὁ

136

τῆς βουλῆς ψηφισαμένης ὅπλων δεῖν ἐπὶτὸν Δολοβέλλαν, ἐπελθὼν καὶ μάχην συ-νάψας ἀπέκτεινέ τέ τινας τῶν ἐκείνου καὶτῶν ἰδίων ἀπέβαλε. τοῖς μὲν οὖν πολλοῖςἐκ τούτων ἀπηχθάνετο, τοῖς δὲ χρηστοῖςκαὶ σώφροσι διὰ τὸν ἄλλον βίον οὐκ ἦνἀρεστός, ὡς Κικέρων φησίν, ἀλλ' ἐμισεῖτο,βδελυττομένων αὐτοῦ μέθας ἀώρους καὶδαπάνας ἐπαχθεῖς καὶ κυλινδήσεις ἐν γυ-ναίοις, καὶ μεθ' ἡμέραν μὲν ὕπνους καὶ πε-ριπάτους ἀλύοντος καὶ κραιπαλῶντος, νύ-κτωρ δὲ κώμους καὶ θέατρα καὶ διατριβὰςἐν γάμοις μίμων καὶ γελωτοποιῶν. λέγεταιγοῦν, ὡς Ἱππίου ποτὲ τοῦ μίμου γάμουςἑστιαθεὶς καὶ πιὼν διὰ νυκτός, εἶτα πρῲτοῦ δήμου καλοῦντος εἰς ἀγορὰν προελθὼνἔτι τροφῆς μεστὸς ἐμέσειε, τῶν φίλων τι-νὸς ὑποσχόντος τὸ ἱμάτιον. ἦν δὲ καὶ Σέρ-γιος ὁ μῖμος τῶν μέγιστον παρ' αὐτῷ δυνα-μένων, καὶ Κυθηρὶς ἀπὸ τῆς αὐτῆς παλαί-στρας γύναιον ἀγαπώμενον, ὃ δὴ καὶ τὰς

125

οἴοιτο μετέχειν κακοῦ, τῆς ὠμότητος,τοῦτ' <ἔν>εστι τῇ Δημητρίου φιληδονίᾳ,περιιδόντος, μᾶλλον δ' ἀναγκάσαντοςοἰκτρῶς ἀποθανεῖν τὸν κάλλιστον καὶ σω-φρονέστατον Ἀθηναίων, φεύγοντα τὸ καθυ-βρισθῆναι. συνελόντι δ' εἰπεῖν, Ἀντώνιοςμὲν ἑαυτὸν διὰ τὴν ἀκρασίαν, Δημήτριος δ'ἄλλους ἠδίκησε.[5] Πρὸς μέντοι γονεῖς ἄμεμπτον ἑαυτὸνεἰς ἅπαντα παρέσχεν ὁ Δημήτριος·Ἀντώνιος δὲ τὸν ἀδελφὸν τῆς μητρὸςἐξέδωκεν ἐπὶ τῷ Κικέρωνα ἀποκτεῖναι,πρᾶγμα καὶ καθ' ἑαυτὸ μιαρὸν καὶ ὠμόν,ὡς μόλις <ἂν> Ἀντώνιον ἐπ' αὐτῷ συγ-γνώμης τυχεῖν, εἰ σωτηρίας τοῦ θείου μι-σθὸς ἦν ὁ Κικέρωνος θάνατος. ἃ τοίνυνἐπιώρκησαν ἀμφότεροι καὶ παρεσπόνδη-σαν, ὁ μὲν Ἀρταουάσδην συλλαβών, ὁ δ'Ἀλέξανδρον ἀποκτείνας, Ἀντωνίῳ μὲν ἔχειτὴν πρόφασιν ὁμολογουμένην· ἀπελείφθηγὰρ ἐν Μήδοις ὑπ' Ἀρταουάσδου καὶ προε-

272

ἐποιήσατο Καῖσαρ, τῶν δὲ θυγατέρωνἈγρίππᾳ τὴν ἑτέραν ἔδωκεν. ἐπεὶ δὲ Μάρ-κελλος ἐτελεύτησε κομιδῇ νεόγαμος, καὶΚαίσαρι γαμβρὸν ἔχοντα πίστιν οὐκ εὔπο-ρον ἦν ἐκ τῶν ἄλλων φίλων ἑλέσθαι, λόγονἡ Ὀκταουία προσήνεγκεν ὡς χρὴ τὴν Καί-σαρος θυγατέρα λαβεῖν Ἀγρίππαν, ἀφέντατὴν ἑαυτῆς. πεισθέντος δὲ Καίσαροςπρῶτον, εἶτ' Ἀγρίππου, τὴν μὲν αὑτῆςἀπολαβοῦσα συνῴκισεν Ἀντωνίῳ, τὴν δὲΚαίσαρος Ἀγρίππας ἔγημεν. ἀπολειπο-μένων δὲ τῶν Ἀντωνίου καὶ Ὀκταουίαςδυεῖν θυγατέρων τὴν μὲν Δομίτιος Ἀη-νόβαρβος ἔλαβε, τὴν δὲ σωφροσύνῃ καὶκάλλει περιβόητον Ἀντωνίαν Δροῦσος, ὁΛιβίας υἱός, πρόγονος δὲ Καίσαρος. ἐκτούτων ἐγένετο Γερμανικὸς καὶ Κλαύδιος·ὧν Κλαύδιος μὲν ὕστερον ἦρξε· τῶν δὲΓερμανικοῦ παίδων Γάιος μὲν ἄρξας ἐπι-φανῶς οὐ πολὺν χρόνον ἀνῃρέθη μετὰτέκνου καὶ γυναικός, Ἀγριππίνα δ' υἱὸν ἐξ

265

πόλεις ἐπιὼν ἐν φορείῳ περιήγετο, καὶ τὸφορεῖον οὐκ ἐλάττους ἢ τὸ τῆς μητρὸςαὐτοῦ περιέποντες ἠκολούθουν. ἐλύπουν δὲκαὶ χρυσῶν ἐκπωμάτων ὥσπερ ἐν πομπαῖςταῖς ἀποδημίαις διαφερομένων ὄψεις, καὶστάσεις ἐνόδιοι σκηνῶν καὶ πρὸς ἄλσεσικαὶ ποταμοῖς ἀρίστων πολυτελῶν δια-θέσεις, καὶ λέοντες ἅρμασιν ὑπεζευγμένοι,καὶ σωφρόνων ἀνδρῶν καὶ γυναικῶν οἰκίαιχαμαιτύπαις καὶ σαμβυκιστρίαις ἐπισταθ-μευόμεναι. δεινὸν γὰρ ἐποιοῦντο Καίσαραμὲν αὐτὸν ἔξω τῆς Ἰταλίας θυραυλεῖν, τὰπεριόντα τοῦ πολέμου μεγάλοις πόνοις καὶκινδύνοις ἀνακαθαιρόμενον, ἑτέρους δὲ δι'ἐκεῖνον τρυφᾶν τοῖς πολίταις ἐνυβρίζοντας.[10] Ταῦτα καὶ τὴν στάσιν αὐξῆσαι δοκεῖκαὶ τὸ στρατιωτικὸν εἰς ὕβρεις δεινὰς καὶπλεονεξίας ἀνεῖναι. διὸ καὶ Καῖσαρ ἐπανελ-θὼν Δολοβέλλᾳ τε συγγνώμην ἔδωκε, καὶτὸ τρίτον αἱρεθεὶς ὕπατος οὐκ Ἀντώνιον,ἀλλὰ Λέπιδον εἵλετο συνάρχοντα. τὴν δὲ

126

ἐβούλετο, πολλοὺς μὲν ἄρχοντας ἀπεδεί-κνυε, πολλοὺς δὲ βουλευτάς, ἐνίους δὲ καὶκατῆγε πεφυγαδευμένους καὶ καθειρ-γμένους ἔλυεν, ὡς δὴ ταῦτα τῷ Καίσαριδόξαντα. διὸ τούτους ἅπαντας ἐπισκώπτο-ντες οἱ Ῥωμαῖοι Χαρωνίτας ἐκάλουν·ἐλεγχόμενοι γὰρ εἰς τοὺς τοῦ νεκροῦ κα-τέφευγον ὑπομνηματισμούς. καὶ τἆλλα δ'ἔπραττεν αὐτοκρατορικῶς ὁ Ἀντώνιος,αὐτὸς μὲν ὑπατεύων, τοὺς δ' ἀδελφοὺςἔχων συνάρχοντας, Γάιον μὲν στρατηγόν,Λεύκιον δὲ δήμαρχον.[16] Ἐνταῦθα δὲ τῶν πραγμάτων ὄντων, ὁνέος ἀφικνεῖται Καῖσαρ εἰς Ῥώμην, ἀδελ-φῆς μὲν ὢν τοῦ τεθνηκότος υἱὸς ὡς εἴρη-ται, κληρονόμος δὲ τῆς οὐσίας ἀπολελειμ-μένος, ἐν Ἀπολλωνίᾳ δὲ διατρίβων ὑφ' ὃνχρόνον ἀνῃρεῖτο Καῖσαρ. οὗτος εὐθὺςἈντώνιον ὡς δὴ πατρῷον φίλον ἀσπασάμε-νος, τῶν παρακαταθηκῶν ἐμέμνητο· καὶγὰρ ὤφειλε Ῥωμαίων ἑκάστῳ δραχμὰς

135

Ἀηνοβάρβου Λεύκιον Δομίτιον ἔχουσα,Κλαυδίῳ Καίσαρι συνῴκησε· καὶ θέμενοςτὸν υἱὸν αὐτῆς Κλαύδιος Νέρωνα Γερμανι-κὸν προσωνόμασεν. οὗτος ἄρξας ἐφ' ἡμῶνἀπέκτεινε τὴν μητέρα καὶ μικρὸν ἐδέησενὑπ' ἐμπληξίας καὶ παραφροσύνης ἀνα-τρέψαι τὴν Ῥωμαίων ἡγεμονίαν, πέμπτοςἀπ' Ἀντωνίου κατ' ἀριθμὸν διαδοχῆς γε-νόμενος.

Δημητρίου και Αντωνίου Σύγκρισις

[1] Ἐπεὶ τοίνυν μεγάλαι περὶ ἀμφοτέρουςγεγόνασι μεταβολαί, πρῶτον τὰ τῆς δυ-νάμεως καὶ τῆς ἐπιφανείας σκοπῶμεν, ὅτιτῷ μὲν ἦν πατρῷα καὶ προκατειργασμένα,μέγιστον ἰσχύσαντος Ἀντιγόνου τῶν δια-

266

[4] Ἔτι Δημήτριος μέν, οὐ κεκωλυμένον,ἀλλ' ἀπὸ Φιλίππου καὶ Ἀλεξάνδρου γεγο-νὸς ἐν ἔθει τοῖς Μακεδόνων βασιλεῦσιν,ἐγάμει γάμους πλείονας ὥσπερ Λυσίμαχοςκαὶ Πτολεμαῖος, ἔσχε δὲ διὰ τιμῆς ὅσαςἔγημεν· Ἀντώνιος δὲ πρῶτον μὲν ὁμοῦ δύογυναῖκας ἠγάγετο, πρᾶγμα μηδενὶ Ῥω-μαίῳ τετολμημένον, ἔπειτα τὴν ἀστὴν καὶδικαίως γαμηθεῖσαν ἐξήλασε, τῇ ξένῃ καὶμὴ κατὰ νόμους συνούσῃ χαριζόμενος·ὅθεν ἐκ γάμου τῷ μὲν οὐθέν, τῷ δὲ τὰμέγιστα τῶν κακῶν ἀπήντησεν. ἀσέβημαμέντοι τοσοῦτον δι' ἀσέλγειαν οὐθὲν ταῖςἈντωνίου πράξεσιν ὅσον ταῖς Δημητρίουπρόσεστιν. οἱ μὲν γὰρ ἱστορικοί φασι καὶτῆς ἀκροπόλεως ὅλης εἴργεσθαι τὰς κύναςδιὰ τὸ τὴν μεῖξιν ἐμφανῆ μάλιστα τοῦτοποιεῖσθαι τὸ ζῷον· ὁ δ' ἐν αὐτῷ τῷ Παρθε-νῶνι ταῖς τε πόρναις συνῆν καὶ τῶν ἀστῶνκατεπόρνευσε πολλάς· καὶ οὗ τις ἂν ἥκι-στα τὰς τοιαύτας τρυφὰς καὶ ἀπολαύσεις

271

δείνωσιν ἐπὶ τῷ πάθει, καὶ τῷ λόγῳ τελευ-τῶντι τοὺς χιτωνίσκους τοῦ τεθνηκότοςᾑμαγμένους καὶ διακεκομμένους τοῖς ξίφε-σιν ἀνασείων, καὶ τοὺς εἰργασμένους ταῦτακαλῶν παλαμναίους καὶ ἀνδροφόνους, το-σοῦτον ὀργῆς ἐνέβαλε τοῖς ἀνθρώποις,ὥστε τὸ μὲν σῶμα τοῦ Καίσαρος ἐν ἀγορᾷκαθαγίσαι συνενεγκαμένους τὰ βάθρα καὶτὰς τραπέζας, ἁρπάζοντας δὲ τοὺς ἀπὸ τῆςπυρᾶς δαλοὺς ἐπὶ τὰς οἰκίας θεῖν τῶν ἀπε-κτονότων καὶ προσμάχεσθαι.[15] Διὰ ταῦτα τῶν περὶ Βροῦτον ἐκ τῆςπόλεως ἀπελθόντων, οἵ τε φίλοι τοῦ Καί-σαρος συνίσταντο πρὸς τὸν Ἀντώνιον, ἥ τεγυνὴ Καλπουρνία πιστεύσασα τῶν χρη-μάτων τὰ πλεῖστα κατέθετο πρὸς αὐτὸν ἐκτῆς οἰκίας, εἰς λόγον τὰ σύμπαντα τετρα-κισχιλίων ταλάντων. ἔλαβε δὲ καὶ τὰ βι-βλία τοῦ Καίσαρος, ἐν οἷς ὑπομνήματατῶν κεκριμένων καὶ δεδογμένων ἦν ἀναγε-γραμμένα· καὶ τούτοις παρεγγράφων οὓς

134

Πομπηίου πωλουμένην οἰκίαν ὠνήσατομὲν Ἀντώνιος, ἀπαιτούμενος δὲ τὴν τιμὴνἠγανάκτει· καί φησιν αὐτὸς διὰ τοῦτο μὴμετασχεῖν Καίσαρι τῆς εἰς Λιβύην στρα-τείας, ἐπὶ τοῖς προτέροις κατορθώμασιν οὐτυχὼν ἀμοιβῆς. Ἔοικε μέντοι τὸ πολὺ τῆςἀβελτερίας αὐτοῦ καὶ ἀσωτίας ἀφελεῖν ὁΚαῖσαρ, οὐκ ἀναισθήτως τὰ πλημμελήμα-τα δεξάμενος. ἀπαλλαγεὶς γὰρ ἐκείνου τοῦβίου γάμῳ προσέσχε, Φουλβίαν ἀγαγόμε-νος τὴν Κλωδίῳ τῷ δημαγωγῷ συνοικήσα-σαν, οὐ ταλασίαν οὐδ' οἰκουρίαν φρονοῦνγύναιον οὐδ' ἀνδρὸς ἰδιώτου κρατεῖν ἀξιο-ῦν, ἀλλ' ἄρχοντος ἄρχειν καὶ στρατηγο-ῦντος στρατηγεῖν βουλόμενον, ὥστε Κλεο-πάτραν διδασκάλια Φουλβίᾳ τῆς Ἀντωνίουγυναικοκρασίας ὀφείλειν, πάνυ χειροήθηκαὶ πεπαιδαγωγημένον ἀπ' ἀρχῆς ἀκρο-ᾶσθαι γυναικῶν παραλαβοῦσαν αὐτόν. οὐμὴν ἀλλὰ κἀκείνην ἐπειρᾶτο προσπαίζωνκαὶ μειρακιευόμενος ἱλαρωτέραν ποιεῖν ὁ

127

τὸ δόρυ κιττόν, οὐδὲ μύρων ὠδώδει τὸκράνος, οὐδὲ γεγανωμένος καὶ ἀνθηρὸς ἐπὶτὰς μάχας ἐκ τῆς γυναικωνίτιδος προῄει,κοιμίζων δὲ τοὺς θιάσους καὶ τὰ βακχεῖακαταπαύων, ἀμφίπολος Ἄρεος ἀνιέρου,κατὰ τὸν Εὐριπίδην, ἐγίνετο, καὶ δι' ἡδο-νὴν ἢ ῥᾳθυμίαν οὐθὲν ἁπλῶς ἔπταισεν.Ἀντώνιον δ', ὥσπερ ἐν ταῖς γραφαῖςὁρῶμεν τοῦ Ἡρακλέους τὴν Ὀμφάληνὑφαιροῦσαν τὸ ῥόπαλον καὶ τὴν λεοντῆνἀποδύουσαν, οὕτω πολλάκις Κλεοπάτραπαροπλίσασα καὶ καταθέλξασα συνέπεισενἀφέντα μεγάλας πράξεις ἐκ τῶν χειρῶνκαὶ στρατείας ἀναγκαίας ἐν ταῖς περὶΚάνωβον καὶ Ταφόσιριν ἀκταῖς ἀλύειν καὶπαίζειν μετ' αὐτῆς. τέλος δ' ὡς ὁ Πάρις ἐκτῆς μάχης ἀποδρὰς εἰς τοὺς ἐκείνης κατε-δύετο κόλπους· μᾶλλον δ' ὁ μὲν Πάρις ἡτ-τηθεὶς ἔφευγεν εἰς τὸν θάλαμον, Ἀντώνιοςδὲ Κλεοπάτραν διώκων ἔφευγε καὶ προή-κατο τὴν νίκην.

270

δόχων καὶ πρὸ τοῦ Δημήτριον ἐν ἡλικίᾳγενέσθαι τὰ πλεῖστα τῆς Ἀσίας ἐπελθόντοςκαὶ κρατήσαντος· Ἀντώνιος δὲ χαρίεντοςμὲν ἄλλως, ἀπολέμου δὲ καὶ μέγα μηδὲνεἰς δόξαν αὐτῷ καταλιπόντος γενόμενοςπατρός, ἐπὶ τὴν Καίσαρος ἐτόλμησεν ἀρ-χὴν οὐδὲν αὐτῷ κατὰ γένος προσήκουσανἐλθεῖν, καὶ τοῖς ἐκείνῳ προπεπονημένοιςαὐτὸς ἑαυτὸν εἰσεποίησε διάδοχον. καὶ το-σοῦτον ἴσχυσεν ἐκ μόνων τῶν περὶ αὐτὸνὑπαρχόντων ὁρμώμενος, ὥστε δύο μοίραςτὰ σύμπαντα ποιησάμενος, τὴν ἑτέρανἑλέσθαι καὶ λαβεῖν τὴν ἐπιφανεστέραν,ἀπὼν δ' αὐτὸς ὑπηρέταις τε καὶ ὑποστρα-τήγοις Πάρθους τε νικῆσαι πολλάκις καὶτὰ περὶ Καύκασον ἔθνη βάρβαρα μέχρι τῆςΚασπίας ὤσασθαι θαλάσσης. μαρτύρια δὲτοῦ μεγέθους αὐτῷ καὶ δι' ἃ κακῶς ἀκούει.Δημητρίῳ μὲν γὰρ ὁ πατὴρ ἠγάπησε τὴνἈντιπάτρου Φίλαν ὡς κρείττονα συνοικί-σαι παρ' ἡλικίαν, Ἀντωνίῳ δ' ὁ Κλεο-

267

Ἀντώνιος· οἷον ὅτε Καίσαρι πολλῶν ἀπα-ντώντων μετὰ τὴν ἐν Ἰβηρίᾳ νίκην, καὶαὐτὸς ἐξῆλθεν· εἶτ' ἄφνω φήμης εἰς τὴνἸταλίαν ἐμπεσούσης, ὡς ἐπίασιν οἱ πο-λέμιοι Καίσαρος τεθνηκότος, ἀνέστρεψενεἰς Ῥώμην. λαβὼν δὲ θεράποντος ἐσθῆτα,νύκτωρ ἐπὶ τὴν οἰκίαν ἦλθε, καὶ φήσας ἐπι-στολὴν Φουλβίᾳ παρ' Ἀντωνίου κομίζειν,εἰσήχθη πρὸς αὐτὴν ἐγκεκαλυμμένος. εἶθ'ἡ μὲν ἐκπαθὴς οὖσα, πρὶν ἢ τὰ γράμματαλαβεῖν ἠρώτησεν εἰ ζῇ Ἀντώνιος· ὁ δὲ τὴνἐπιστολὴν σιωπῇ προτείνας, ἀρξαμένην λύ-ειν καὶ ἀναγινώσκειν περιβαλὼν κατεφίλη-σε. ταῦτα μὲν οὖν ὀλίγα πολλῶν ὄντων ἕνε-κα δείγματος ἐξενηνόχαμεν.[11] Ἐκ δ' Ἰβηρίας ἐπανιόντι Καίσαριπάντες μὲν οἱ πρῶτοι πολλῶν ἡμερῶν ὁδὸνἀπήντων, ἐτιμήθη δ' Ἀντώνιος ἐκπρεπῶςὑπ' αὐτοῦ. κομιζόμενος γὰρ ἐπὶ ζεύγουςδιὰ τῆς Ἰταλίας, Ἀντώνιον εἶχε μεθ' ἑαυ-τοῦ συνοχούμενον, ὄπισθεν δὲ Βροῦτον Ἀλ-

128

νηθροισμένους δ' εἰς τὸ Καπιτώλιον, ἔπει-σε καταβῆναι λαβόντας ὅμηρον παρ' αὐτοῦτὸν υἱόν· καὶ Κάσσιον μὲν αὐτὸς ἐδείπνισε,Βροῦτον δὲ Λέπιδος. συναγαγὼν δὲ βου-λήν, αὐτὸς μὲν ὑπὲρ ἀμνηστίας εἶπε καὶδιανομῆς ἐπαρχιῶν τοῖς περὶ Κάσσιον καὶΒροῦτον, ἡ δὲ σύγκλητος ἐκύρωσε ταῦτα,καὶ τῶν ὑπὸ Καίσαρος γεγονότων ἐψηφί-σαντο μηδὲν ἀλλάττειν. ἐξῄει δὲ τῆς βου-λῆς λαμπρότατος ἀνθρώπων ὁ Ἀντώνιος,ἀνῃρηκέναι δοκῶν ἐμφύλιον πόλεμον καὶπράγμασι δυσκολίας ἔχουσι καὶ ταραχὰςοὐ τὰς τυχούσας ἐμφρονέστατα κεχρῆσθαικαὶ πολιτικώτατα. τούτων μέντοι ταχὺτῶν λογισμῶν ἐξέσεισεν αὐτὸν ἡ παρὰ τῶνὄχλων δόξα, πρῶτον ἐλπίσαντα βεβαίωςἔσεσθαι Βρούτου καταλυθέντος. ἔτυχε μὲνοὖν ἐκκομιζομένου Καίσαρος ὥσπερ ἔθοςἦν ἐν ἀγορᾷ διεξιὼν ἐγκώμιον· ὁρῶν δὲ τὸνδῆμον ὑπερφυῶς ἀγόμενον καὶ κηλούμε-νον, ἐνέμειξε τοῖς ἐπαίνοις οἶκτον ἅμα καὶ

133

πάτρας γάμος ὄνειδος ἦν, γυναικὸς ὑπερ-βαλομένης δυνάμει καὶ λαμπρότητι πάνταςπλὴν Ἀρσάκου τοὺς καθ' αὑτὴν βασιλεῖς.ἀλλ' οὕτως ἐποίησε μέγαν ἑαυτόν, ὥστετοῖς ἄλλοις μειζόνων ἢ ἐβούλετο δοκεῖνἄξιος.[2] Ἡ μέντοι προαίρεσις, ἀφ' ἧς ἐκτήσα-ντο τὴν ἀρχήν, ἄμεμπτός ἐστιν ἡ τοῦ Δη-μητρίου, κρατεῖν καὶ βασιλεύειν ἀνθρώπωνεἰθισμένων κρατεῖσθαι καὶ βασιλεύεσθαιζητοῦντος, ἡ δ' Ἀντωνίου χαλεπὴ καὶ τυ-ραννική, καταδουλουμένου τὸν Ῥωμαίωνδῆμον ἄρτι διαφυγόντα τὴν ὑπὸ Καίσαριμοναρχίαν. ὃ δ' οὖν μέγιστον αὐτῷ καὶ λα-μπρότατόν ἐστι τῶν εἰργασμένων, ὁ πρὸςΚάσσιον καὶ Βροῦτον πόλεμος, ἐπὶ τῷ τὴνπατρίδα καὶ τοὺς πολίτας ἀφελέσθαι τὴνἐλευθερίαν ἐπολεμήθη. Δημήτριος δὲ καί,πρὶν εἰς τύχας ἐλθεῖν ἀναγκαίας, ἐλευθε-ρῶν τὴν Ἑλλάδα καὶ τῶν πόλεων ἐξελαύ-νων τὰς φρουρὰς διετέλεσεν, οὐχ ὥσπερ

268

Ἀντώνιος, ὅτι τοὺς ἐλευθερώσαντας τὴνῬώμην ἀπέκτεινεν ἐν Μακεδονίᾳ, σεμνυ-νόμενος. ἓν τοίνυν ἐστὶ τῶν ἐπαινουμένωνἈντωνίου, τὸ φιλόδωρον καὶ μεγαλόδωρον,ἐν ᾧ τοσοῦτον ὑπεραίρει Δημήτριος, ὥστεχαρίσασθαι τοῖς πολεμίοις ὅσα τοῖς φίλοιςοὐκ ἔδωκεν Ἀντώνιος. καίτοι ταφῆναί γεκαὶ περισταλῆναι κελεύσας Βροῦτον ἐκε-ῖνος εὐδοκίμησεν· οὗτος δὲ καὶ τοὺς ἀπο-θανόντας τῶν πολεμίων πάντας ἐκήδευσε,καὶ τοὺς ἁλόντας Πτολεμαίῳ μετὰ χρη-μάτων καὶ δωρεῶν ἀπέπεμψεν.[3] Ὑβρισταὶ μὲν εὐτυχοῦντες ἀμφότεροικαὶ πρὸς τρυφὰς ἀνειμένοι καὶ ἀπολαύσεις.οὐκ ἂν εἴποι δέ τις, ὡς Δημήτριον ἐν εὐπα-θείαις καὶ συνουσίαις ὄντα πράξεων καιρὸςἐξέφυγεν, ἀλλὰ τῇ περιουσίᾳ τῆς σχολῆςἐπεισῆγε τὰς ἡδονάς, καὶ τὴν Λάμιανὥσπερ τὴν μυθικὴν ἀτεχνῶς παίζων καὶνυστάζων ἐποιεῖτο διαγωγήν· ἐν δὲ ταῖςτοῦ πολέμου παρασκευαῖς οὐκ εἶχεν αὐτοῦ

269

ῦντος αὐτῷ καὶ συνοδεύοντος, ἅψασθαι τῆςγνώμης ἀτρέμα πως καὶ μετ' εὐλαβείας,τὸν δὲ νοῆσαι μέν, οὐ δέξασθαι δὲ τὴν πε-ῖραν, οὐ μὴν οὐδὲ πρὸς Καίσαρα κατειπεῖν,ἀλλὰ πιστῶς κατασιωπῆσαι τὸν λόγον. ἐκτούτου πάλιν ἐβουλεύοντο Καίσαρα κτείνα-ντες ἐπισφάττειν Ἀντώνιον· ἐκώλυσε δὲΒροῦτος, ἀξιῶν τὴν ὑπὲρ τῶν νόμων καὶτῶν δικαίων τολμωμένην πρᾶξιν εἰλικρινῆκαὶ καθαρὰν ἀδικίας εἶναι. φοβούμενοι δὲτήν τε ῥώμην τοῦ Ἀντωνίου καὶ τὸ τῆς ἀρ-χῆς ἀξίωμα, τάττουσιν ἐπ' αὐτὸν ἐνίουςτῶν ἐκ τῆς συνωμοσίας, ὅπως ὅταν εἰσίῃΚαῖσαρ εἰς τὴν βουλὴν καὶ μέλλῃ δρᾶσθαιτὸ ἔργον, ἔξω διαλεγόμενοί τι καὶ σπου-δάζοντες κατέχωσιν αὐτόν.[14] Τούτων δὲ πραττομένων ὡς συνετέθη,καὶ πεσόντος ἐν τῇ βουλῇ τοῦ Καίσαρος,εὐθὺς μὲν ὁ Ἀντώνιος ἐσθῆτα θεράποντοςμεταλαβὼν ἔκρυψεν αὑτόν. ὡς δ' ἔγνωτοὺς ἄνδρας ἐπιχειροῦντας μὲν οὐδενί, συ-

132

βῖνον καὶ τὸν τῆς ἀδελφῆς υἱὸν Ὀκταουϊα-νόν, ὃς μετὰ ταῦτα Καῖσαρ ὠνομάσθη καὶῬωμαίων ἦρξε πλεῖστον χρόνον. ἐπεὶ δὲ τὸπέμπτον ἀπεδείχθη Καῖσαρ ὕπατος, προ-σείλετο μὲν εὐθὺς συνάρχοντα τὸνἈντώνιον, ἐβούλετο δὲ τὴν ἀρχὴν ἀπει-πάμενος Δολοβέλλᾳ παρεγγυῆσαι· καὶ το-ῦτο πρὸς τὴν σύγκλητον ἐξήνεγκεν. Ἀντω-νίου δὲ τραχέως ἀντιπεσόντος καὶ πολλὰμὲν εἰπόντος κακὰ Δολοβέλλαν, οὐκ ἐλάτ-τονα δ' ἀκούσαντος, τότε μὲν αἰσχυνθεὶςτὴν ἀκοσμίαν ὁ Καῖσαρ ἀπηλλάγη. μετὰ δὲταῦτα προελθὼν ἀναγορεῦσαι τὸν Δολοβέλ-λαν, Ἀντωνίου δὲ τοὺς οἰωνοὺς ἐναντιο-ῦσθαι βοῶντος, εἶξε καὶ προήκατο Δολο-βέλλαν ἀχθόμενον. ἐδόκει δὲ κἀκεῖνονοὐδὲν ἧττον τοῦ Ἀντωνίου βδελύττεσθαι·λέγεται γὰρ ὡς, ἀμφοτέρους τινὸς ὁμοῦδιαβάλλοντος πρὸς αὐτόν, εἴποι μὴ δε-διέναι τοὺς παχεῖς τούτους καὶ κομήτας,ἀλλὰ τοὺς ὠχροὺς καὶ λεπτοὺς ἐκείνους,

129

Βροῦτον <λέγων> καὶ Κάσσιον, ὑφ' ὧνἔμελλεν ἐπιβουλευθεὶς ἀναιρεῖσθαι.[12] Κἀκείνοις δὲ τὴν εὐπρεπεστάτηνπρόφασιν ἄκων παρέσχεν Ἀντώνιος. ἦνμὲν γὰρ ἡ τῶν Λυκαίων ἑορτὴ Ῥωμαίοιςἣν Λουπερκάλια καλοῦσι, Καῖσαρ δὲ κεκο-σμημένος ἐσθῆτι θριαμβικῇ καὶ καθήμενοςὑπὲρ βήματος ἐν ἀγορᾷ τοὺς διαθέονταςἐθεᾶτο· διαθέουσι δὲ τῶν εὐγενῶν νέοιπολλοὶ καὶ τῶν ἀρχόντων ἀληλιμμένοιλίπα, σκύτεσι λασίοις καθικνούμενοι μετὰπαιδιᾶς τῶν ἐντυγχανόντων. ἐν τούτοις ὁἈντώνιος διαθέων τὰ μὲν πάτρια χαίρεινεἴασε, διάδημα δὲ δάφνης στεφάνῳ περιε-λίξας προσέδραμε τῷ βήματι, καὶ συνεξαρ-θεὶς ὑπὸ τῶν συνθεόντων ἐπέθηκε τῇ κεφα-λῇ τοῦ Καίσαρος, ὡς δὴ βασιλεύειν αὐτῷπροσῆκον. ἐκείνου δὲ θρυπτομένου καὶ δια-κλίνοντος, ἡσθεὶς ὁ δῆμος ἀνεκρότησε· καὶπάλιν ὁ Ἀντώνιος ἐπῆγε, καὶ πάλιν ἐκεῖνοςἀπετρίβετο. καὶ πολὺν χρόνον οὕτω διαμα-

130

χομένων, Ἀντωνίῳ μὲν ὀλίγοι τῶν φίλωνβιαζομένῳ, Καίσαρι δ' ἀρνουμένῳ πᾶς ὁδῆμος ἐπεκρότει μετὰ βοῆς· ὃ καὶ θαυμα-στὸν ἦν, ὅτι τοῖς ἔργοις τὰ τῶν βασιλευο-μένων ὑπομένοντες, τοὔνομα τοῦ βασιλέωςὡς κατάλυσιν τῆς ἐλευθερίας ἔφευγον.ἀνέστη μὲν οὖν ὁ Καῖσαρ ἀχθεσθεὶς ἀπὸτοῦ βήματος, καὶ τὸ ἱμάτιον ἀπάγων ἀπὸτοῦ τραχήλου τῷ βουλομένῳ παρέχειν τὴνσφαγὴν ἐβόα. τὸν δὲ στέφανον ἑνὶ τῶν ἀν-δριάντων αὐτοῦ περιτεθέντα δήμαρχοί τι-νες κατέσπασαν, οὓς ὁ δῆμος εὐφημῶνμετὰ κρότου παρείπετο, Καῖσαρ δὲ τῆς ἀρ-χῆς ἀπέστησεν.[13] Ταῦτα τοὺς περὶ Βροῦτον καὶ Κάσσιονἐπέρρωσε· καὶ τῶν φίλων τοὺς πιστοὺς κα-ταλέγοντες ἐπὶ τὴν πρᾶξιν, ἐσκέπτοντοπερὶ Ἀντωνίου. τῶν δ' ἄλλων προσιεμένωντὸν ἄνδρα, Τρεβώνιος ἀντεῖπεν· ἔφη γὰρὑφ' ὃν χρόνον ἀπήντων ἐξ Ἰβηρίας ἐπα-νιόντι Καίσαρι, τοῦ Ἀντωνίου συσκηνο-

131